Humanitext Reader

波利比奥斯 · 历史 §8.5.1-8.5.11

阿基米德的防御器械与击退罗马舰队

第 563 段,共 1311 段 · 希腊语

内容简介

叙述了阿基米德设计的各射程防卫器械如何击退进攻的罗马舰队。通过墙面孔洞射击以及用起重机般的悬臂投放巨石和铅块,彻底粉碎了罗马军队的“桑布卡”等攻城器械。

§8.5.1πλὴν οὗτοι μὲν τὸν τρόπον τοῦτον διηρμοσμένοι προσάγειν διενοοῦντο τοῖς πύργοις· §8.5.2ὁ δὲ προειρημένος ἀνήρ, παρεσκευασμένος ὄργανα πρὸς ἅπαν ἐμβελὲς διάστημα, πόρρωθεν μὲν ἐπιπλέοντας τοῖς εὐτονωτέροις καὶ μείζοσι λιθοβόλοις καὶ βέλεσι τιτρώσκων εἰς ἀπορίαν ἐνέβαλε καὶ δυσχρηστίαν,
然而,尽管他们以这种方式整顿好装备,企图将船只靠近塔楼;前述的那位男子已准备好了适应各种射程的器械,他用更强劲、更巨大的投石机和投射物攻击从远处驶来的敌军,使其陷入困境与混乱之中。
§8.5.3ὅτε δὲ ταῦθʼ ὑπερπετῆ γίνοιτο, τοῖς ἐλάττοσι κατὰ λόγον ἀεὶ πρὸς τὸ παρὸν ἀπόστημα χρώμενος εἰς τοιαύτην ἤγαγε διατροπὴν ὥστε καθόλου κωλύειν αὐτῶν τὴν ὁρμὴν καὶ τὸν ἐπίπλουν,
而当这些投射物开始越过他们时,他便根据当下的距离,比例性地使用较小的器械,使他们陷入如此惊慌,以至于完全遏制了他们的冲锋和海上逼近。
§8.5.4ἕως ὁ Μάρκος δυσθετούμενος ἠναγκάσθη λάθρᾳ νυκτὸς ἔτι ποιήσασθαι τὴν παραγωγήν.
直到马尔库斯无计可施,被迫在仍是深夜时秘密进行靠岸。
§8.5.5γενομένων δʼ αὐτῶν ἐντὸς βέλους πρὸς τῇ γῇ, πάλιν ἑτέραν ἡτοιμάκει παρασκευὴν πρὸς τοὺς ἀπομαχομένους ἐκ τῶν πλοίων.
当他们来到靠近陆地的射程之内时,针对从船上战斗的敌军,他又准备了另一种防御手段。
§8.5.6ἕως ἀνδρομήκους ὕψους κατεπύκνωσε τρήμασι τὸ τεῖχος ὡς παλαιστιαίοις τὸ μέγεθος κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν· οἷς τοξότας καὶ σκορπίδια παραστήσας ἐντὸς τοῦ τείχους, καὶ βάλλων διὰ τούτων, ἀχρήστους ἐποίει τοὺς ἐπιβάτας.
他在城墙外侧,直到人身高度的地方,开凿了无数个大小约一掌宽的孔洞;在城墙内侧的这些孔洞旁部署了弓箭手和“蝎弩”,通过这些孔洞进行射击,使船上的登陆兵失去战斗力。
§8.5.7ἐξ οὗ καὶ μακρὰν ἀφεστῶτας καὶ σύνεγγυς ὄντας τοὺς πολεμίους οὐ μόνον ἀπράκτους παρεσκεύαζε πρὸς τὰς ἰδίας ἐπιβολάς, ἀλλὰ καὶ διέφθειρε τοὺς πλείστους αὐτῶν.
由此,无论是远处的还是近处的敌军,不仅使他们的企图无法得逞,而且还消灭了他们中的大多数人。
§8.5.8ὅτε δὲ τὰς σαμβύκας ἐγχειρήσαιεν ἐξαίρειν, ὄργανα παρʼ ὅλον τὸ τεῖχος ἡτοιμάκει, τὸν μὲν λοιπὸν χρόνον ἀφανῆ, κατὰ δὲ τὸν τῆς χρείας καιρὸν ἐκ τῶν ἔσω μερῶν ὑπὲρ τοῦ τείχους ἀνιστάμενα καὶ προπίπτοντα πολὺ τῆς ἐπάλξεως ταῖς κεραίαις· §8.5.9ὧν τινὰ μὲν ἐβάσταζε λίθους οὐκ ἐλάττους δέκα ταλάντων, τινὰ δὲ σηκώματα μολίβδινα.
而每当他们企图升起桑布卡时,他已在整座城墙沿线准备好了器械,这些器械平时隐蔽不见,但在需要的时候,便从城墙内侧升起,超出城墙,并用其悬臂大大突出于垛口之外;其中一些悬臂承载着不少于十塔兰同重的巨石,另一些则承载着铅质重物。
§8.5.10λοιπὸν ὅτε συνεγγίζοιεν αἱ σαμβῦκαι, τότε περιαγόμεναι καρχησίῳ πρὸς τὸ δέον αἱ κεραῖαι διά τινος σχαστηρίας ἠφίεσαν εἰς τὸ κατασκεύασμα τὸν λίθον· §8.5.11ἐξ οὗ συνέβαινε μὴ μόνον αὐτὸ συνθραύεσθαι τοὔργανον, ἀλλὰ καὶ τὴν ναῦν
接着,当桑布卡逼近时,通过旋转座向需要方向旋转的悬臂,便利用某种释放装置将巨石砸向该器械;结果不仅导致该器械本身被砸得粉碎,甚至连战船也[一同遭殃]。

词汇与语法注释

  1. 8.5.2παρεσκευασμένος ὄργανα — 完成时中动/被动分词 `παρεσκευασμένος` 带着直接宾格对象 `ὄργανα`。此处作中动意,表示主语为自己“准备好了(器械)”并处于该结果状态中。
  2. 8.5.3ὅτε δὲ ταῦθʼ ὑπερπετῆ γίνοιτο — 在时间连词 `ὅτε` 引导的从句中使用祈愿式 `γίνοιτο`,用以表示过去重复发生的、普遍性的情况(过去反复的祈愿式)。
  3. 8.5.6ἕως ἀνδρομήκους ὕψους — 介词 `ἕως` 在此处接属格 `ὕψους`,用于指示空间上的上限或范围(“直达人身高度”)。
  4. 8.5.11ἀλλὰ καὶ τὴν ναῦν — 在非人称动词 `συνέβαινε` 后的“不仅……而且……”结构中,`τὴν ναῦν` 是不定式的主格对格(此处共享前面的 `συνθραύεσθαι`,或省略了类似表受损的动词),且该句在分块边缘中断。

引用这一段

波利比奥斯, 历史 §8.5.1-8.5.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.5.1-8.5.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。