Humanitext Reader

吕西亚斯 · 为士兵辩护 §1-12

不当兵役登记与免除罚金的经过

第 1 段,共 2 段 · 希腊语

内容简介

说话者指责原告避开案情焦点、诽谤其品行,并详细叙述了其兵役登记、被处以罚金以及财务官随后予以免除的经过。

§1τί ποτε διανοηθέντες οἱ ἀντίδικοι τοῦ μὲν πράγματος παρημελήκασι, τὸν δὲ τρόπον μου ἐπεχείρησαν διαβάλλειν;
原告们到底是出于什么想法,竟然忽视了案情本身,反而企图诽谤我的品行?
πότερον ἀγνοοῦντες ὅτι περὶ τοῦ πράγματος προσήκει λέγειν;
是因为他们不知道应当针对案情发言吗?
ἢ τόδε μὲν ἐπίστανται, ἡγούμενοι δὲ λήσειν περὶ παντὸς πλείω λόγον ἢ τοῦ προσήκοντος ποιοῦνται;
还是说他们虽然明白这一点,却以为不会被察觉,因而对所有事情大肆宣扬,超出了适当的范围?
§2ὅτι μὲν οὐκ ἐμοῦ καταφρονήσαντες ἀλλὰ τοῦ πράγματος τοὺς λόγους ποιοῦνται, σαφῶς ἐπίσταμαι· εἰ μέντοι ὑμᾶς οἴονται διʼ ἄγνοιαν ὑπὸ τῶν διαβολῶν πεισθέντας καταψηφιεῖσθαί μου, τοῦτʼ ἂν θαυμάσαιμι.
我清楚地知道,他们发表这些言论并非出于对我的蔑视,而是出于对案情的轻视;然而,如果他们以为你们会因无知而被诽谤所蒙蔽,从而投票判我有罪,那我倒要感到惊讶了。
§3ᾤμην μὲν οὖν, ὦ ἄνδρες δικασταί, περὶ τοῦ ἐγκλήματος, οὐ περὶ τοῦ τρόπου τὸν ἀγῶνά μοι προκεῖσθαι· διαβαλλόντων δέ με τῶν ἀντιδίκων ἀναγκαῖόν ἐστι περὶ πάντων τὴν ἀπολογίαν ποιήσασθαι.
诸位法官,我本以为我的诉讼是针对控告本身,而不是针对我的品行;但既然原告们诽谤我,我就必须对所有方面进行辩护。
πρῶτον μὲν οὖν περὶ τῆς ἀπογραφῆς ὑμᾶς διδάξω.
因此,首先我将向你们说明关于登记的事。
§4ἀφικόμενος προπέρυσιν εἰς τὴν πόλιν, οὔπω δύο μῆνας ἐπιδεδημηκὼς κατελέγην στρατιώτης.
前年我来到本市,在此居住还不到两个月,就被登记为士兵。
αἰσθόμενος δὲ τὸ πραχθὲν ὑπετοπούμην εὐθέως ἐπὶ μηδενὶ ὑγιεῖ κατειλέχθαι.
察觉到这一举动后,我立刻怀疑这背后有什么不良的企图。
προσελθὼν οὖν τῷ στρατηγῷ ἐδήλωσα ὅτι ἐστρατευμένος εἴην, ἔτυχον δὲ οὐδενὸς τῶν μετρίων.
于是我去找将军,表明我曾服过兵役,但没有得到任何合情合理的对待。
προπηλακιζόμενος δὲ ἠγανάκτουν μέν, §5ἡσυχίαν δʼ εἶχον.
虽然因受到侮辱而十分气愤,我保持了沉默。
ἀπορούμενος δὲ καὶ συμβουλευόμενός τινι τῶν πολιτῶν τί χρήσωμαι τῷ πράγματι, ἐπυθόμην ὡς καὶ δήσειν με ἀπειλοῖεν, λέγοντες ὅτι οὐδὲν ἐλάττω χρόνον Καλλικράτους Πολύαινος ἐνδημοίη.
在不知所措并向一位公民咨询该如何应对此事时,我听说他们甚至威胁要拘禁我,声称波吕艾诺斯在本市居住的时间不比卡利克拉特斯短。
§6κἀμοὶ μὲν τὰ προειρημένα διείλεκτο ἐπὶ τῇ Φιλίου τραπέζῃ· οἱ δὲ μετὰ Κτησικλέους τοῦ ἄρχοντος, ἀπαγγείλαντός τινος ὡς ἐγὼ λοιδοροῖμι, τοῦ νόμου ἀπαγορεύοντος ἐάν τις ἀρχὴν ἐν συνεδρίῳ λοιδορῇ, παρὰ τὸν νόμον ζημιῶσαι ἠξίωσαν.
我刚才提到的那些话是在菲利乌斯的钱庄银台上谈论的;然而,长官克特西克勒斯及其同伙,在听信了某人报告说我辱骂他人之后,尽管法律禁止在会议厅内辱骂官员,却违反法律决定对我处以罚款。
ἐπιβαλόντες δὲ τὸ ἀργύριον πράξασθαι μὲν οὐκ ἐπεχείρησαν, ἐξιούσης δὲ τῆς ἀρχῆς γράψαντες εἰς λεύκωμα τοῖς ταμίαις παρέδοσαν.
他们虽然课以罚金,却并未企图收取,而在离任时,将我的名字写在白板上交给了财务官。
§7οἵδε μὲν τάδε διεπράξαντο.
这些人便做出了这些事。
οἱ δὲ ταμίαι οὐδὲν ὅμοιον τοῖσδε διανοηθέντες, ἀνακαλεσάμενοι τοὺς παραδόντας τὴν γραφήν, ἐσκοποῦντο τῆς αἰτίας τὴν πρόφασιν.
然而,财务官们并未怀有与他们相同的想法,他们召集了递交登记书的人,审查了控诉的起因。
ἀκούσαντες δὲ τὸ γεγενημένον, ἐννοούμενοι οἷα πεπονθὼς ἦν, τὸ μὲν πρῶτον ἔπειθον αὐτοὺς ἀφεῖναι, διδάσκοντες ὡς οὐκ ἐπιεικὲς εἴη τῶν πολιτῶν τινας διὰ τὰς ἔχθρας ἀναγράφεσθαι, ἀποροῦντες δὲ μεταπεῖσαι αὐτούς, τὸν παρʼ ὑμῶν κίνδυνον ὑποστάντες ἄκυρον τὴν ζημίαν ἔκριναν
在听取了事情的经过并考虑到我所遭受的待遇后,起初他们劝说那些人撤销,指出因私怨而登记公民是不公正的;但当发现无法说服他们时,财务官们甘愿冒着受到你们惩罚的风险,判定该罚金无效。
§8ὅτι μὲν οὖν ἀφείθην ὑπὸ τῶν ταμιῶν, ἐπίστασθε· προσήκειν δὲ ἡγούμενος καὶ διὰ ταύτην τὴν ἀπόδειξιν ἀπηλλάχθαι τοῦ ἐγκλήματος, ἔτι πλείονας καὶ νόμους καὶ ἄλλας δικαιώσεις παρασχήσομαι.
因此,我被财务官们免除了罚金,这是你们所知道的;虽然我认为仅凭这一证据就足以消除对我的指控,但我还将提供更多的法律和其他合理论据。
καὶ μοι λαβὲ τὸν νόμον.
请帮我拿一下法律文本。
§9Νόμος τοῦ μὲν νόμου διαρρήδην ἀγορεύοντος τοὺς ἐν τῷ συνεδρίω λοιδοροῦντας ζημιοῦν ἀκηκόατε·
[法律] 你们已经听到了,法律明确规定对在会议厅内辱骂他人者处以罚金。
ἐγὼ δʼ ὅτι μὲν οὐκ εἰσῆλθον εἰς τὸ ἀρχεῖον, μάρτυρας παρεσχόμην, ἀδίκως δὲ ζημιωθεὶς οὔτʼ ὀφείλω οὔτʼ ἐκτεῖσαι δίκαιός εἰμι.
我已经提供证人证明我并未进入官署,因而,这笔不义的罚金我既不欠,也不应该支付。
§10εἰ γὰρ φανερός εἰμι μὴ ἐλθὼν εἰς τὸ συνέδριον, ὁ δὲ νόμος τοὺς ἐντὸς πλημμελοῦντας ἀγορεύει τὴν ζημίαν ὀφείλειν, ἠδικηκὼς μὲν οὐδὲν φαίνομαι, ἔχθρᾳ δὲ ἄνευ τούτου παραλόγως ζημιωθείς.
因为如果显而易见我并未进入会议厅,而法律规定只有在厅内犯错的人才须承担罚金,那么显然我没有犯任何错,只是因为私怨而无理地被课以罚金,毫无根据。
§11συνέγνωσαν δὲ καὶ αὐτοὶ σφίσιν ὡς ἠδικηκότες· οὔτε γὰρ εὐθύνας ὑπέσχον, οὔτε εἰς δικαστήριον εἰσελθόντες τὰ πραχθέντα ψήφῳ κύρια κατέστησαν.
他们自己也指明自己做错了;因为他们既没有接受离任审计,也没有进入法庭通过投票来确认他们的行为。
εἰ δʼ οὖν ἐζημίωσαν μὲν οἵδε προσηκόντως, ἐκύρωσαν δʼ ἐν ὑμῖν τὴν ἐπιβολήν, τῶν ταμιῶν ἀφέντων εἰκότως ἂν τοῦ ἐγκλήματος ἀπηλλαγμένος εἴην.
退一步说,即使这些人罚我罚得合理,且在你们面前确认了罚款,既然财务官们已经免除了,我自然也应当免于这项指控。
§12εἰ μὲν γὰρ μὴ κύριοι ἦσαν πράξασθαι ἢ ἀφεῖναι, ἐννόμως ζημιωθεὶς εὐλόγως ἂν ὤφειλον· εἰ δʼ ἔξεστι μὲν αὐτοῖς ἀφεῖναι, διδόασι δὲ λόγους ὑπὲρ ὧν ἂν διαχειρίζωσιν, εἴ τι ἠδικήκασι, τῆς προσηκούσης ῥᾳδίως δίκης τεύξονται.
因为如果财务官们没有征收或免除的权力,那么我作为被合法罚款的人,理应欠下这笔钱;但是,如果他们确实有权免除,并且要为他们所管理的一切事物承担交代和审计,那么如果他们做了什么错事,他们很轻易就会受到应有的惩罚。

词汇与语法注释

  1. §2τοῦτʼ ἂν θαυμάσαιμι — 混合型条件句,其中条件从句使用直陈式现在时(`εἰ ... οἴονται`),而主句使用带 `ἄν` 的祈愿式(`τοῦτʼ ἂν θαυμάσαιμι`)。说话者将对方的设想作为现实的假设提出,同时以潜在或委婉的方式表达自己若果真如此则会感到惊讶。
  2. §5ὡς καὶ δήσειν με ἀπειλοῖεν — 由于主句动词为过去时态(`ἐπυθόμην`),因此在由 `ὡς` 引导的间接引语从句中使用了祈愿式 `ἀπειλοῖεν`(斜格祈愿式)。从句中的将来时不定式 `δήσειν` 表示他们威胁要采取的未来行动。
  3. §6κἀμοὶ μὲν τὰ προειρημένα διείλεκτο — 动词 `διείλεκτο` 是异态/中被动形动词 `διαλέγομαι` 的过去完成时单数第三人称。在此处并非被动含义,而是与表示施事者的与格 `κἀμοὶ`(由 `καὶ ἐμοί` 缩合而成)连用,表示“我已经讨论了这些事情”。
  4. §9ἐκτεῖσαι δίκαιός εἰμι — 具有 `δίκαιός εἰμι` 加不定词 `ἐκτεῖσαι` 的人称句构,等同于非人称句构 `δίκαιόν ἐστιν ἐμὲ ἐκτεῖσαι`(“我支付是公正的”)。受否定词 `οὔτε` 修饰,表示“我支付它也是不公正的(不合理的)”。

引用这一段

吕西亚斯, 为士兵辩护 §1-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg009.humanitext-grc2:1-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。