Humanitext Reader

新约圣经 · 犹大书 §1.1-1.25

警惕伪教师与为真道争辩

第 1 段,共 1 段 · 希腊语

内容简介

作者犹大劝勉信徒要为真道全力争辩,防范偷着进来的不虔敬之辈。他列举历史中神审判不信者的例子,揭露这些伪教师的败坏行径,并勉励信徒在圣灵里建造自己、常在神的爱中,最后以颂赞上帝作结。

§1.1ΙΟΥΔΑΣ Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· §1.2ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
耶稣基督的仆人、雅各的兄弟犹大,写信给那些在父神里蒙爱、为耶稣基督保守的被召之人:愿怜恤、平安、慈爱多多地加给你们。
§1.3Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
亲爱的,我一直迫切地想给你们写信,谈论我们共享的救恩,但我发现有必要写信劝勉你们,要为那一次交付给圣徒的信仰全力争辩。
§1.4παρεισεδύησαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
因为有些人偷着进来,就是自古被预定受这刑罚的不虔敬之人,他们将我们神的恩典变为放纵情欲的机会,并且不认独一的主宰和我们主耶稣基督。
§1.5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ πάντα, ὅτι Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
虽然你们已经一次晓得这一切事,我仍想提醒你们:主救了他的百姓出埃及地,后来却把那些不信的人灭绝了。
§1.6ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
又有不守本位、离开自己住处的天使,主用永远的锁链把他们禁锢在幽暗之中,等候大日的审判。
§1.7ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
又如所多玛、蛾摩拉和周围城邑的人,也照他们那样一味地行淫,随从逆性的情欲,就受永火的刑罚,作为鉴戒。
§1.8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.
同样,这些做梦的人也污染肉体,轻慢主治的,毁谤有尊荣的。
§1.9Ὁ δὲ "Μιχαὴλ ὁ ἀρχάγγελος," ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωυσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν "Ἐπιτιμήσαι σοι Κύριος. "
天使长米迦勒为摩西的尸体与魔鬼争辩的时候,尚且不敢用毁谤的话定他的罪,只说:“愿主责备你!
§1.10Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
” 但这些人毁谤他们所不知道的;他们像无知的畜生一样,只凭本能知道的事,却在这些事上败坏了自己。
§1.11οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Καὶν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.
他们有祸了! 因为走了该隐的道路,又为得利往巴兰的错谬里直奔,并且在可拉的叛逆中灭亡了。
§1.12οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι, ἀφόβως "ἑαυτοὺς ποιμαίνοντες," νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα, §1.13κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
这样的人在你们的爱宴上是礁石,他们同你们吃喝的时候,无所惧怕,只顾喂养自己;他们是无雨的云,被风飘荡;是秋天没有果子的树,死而又死,连根拔出来;是海里的狂浪,涌出自己可耻的泡沫;是流荡的星,有墨黑的幽暗为他们永远存留。
§1.14Ἐπροφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων Ἰδοὺ "ἦλθεν Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,"
亚当的七世孙以诺曾预言这些人说:“看哪,主带着他的千万圣者降临,要审判众人,证实一切不虔敬的人所行一切不虔敬的事,又证实不虔敬的罪人所说顶撞他的刚愎话。
§1.15ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατʼ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. §1.16Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελίας χάριν.
” 这些人是私下议论,常发怨言的,随从自己的私欲而行,口中说夸大的话,为得便宜谄媚人。
§1.17Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
亲爱的啊,你们要记念我们主耶稣基督之使徒从前所说的话。
§1.18ὅτι ἔλεγον ὑμῖν Ἐπʼ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
他们曾对你们说:“末世必有好讥诮的人随从自己不虔敬的私欲而行。
§1.19Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
” 这就是那些引人分裂、属乎血气、没有圣灵的人。
§1.20Ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι, §1.21ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
亲爱的啊,你们却要在至圣的真道上造就自己,在圣灵里祷告,保守自己常在神的爱中,仰望我们主耶稣基督的怜恤,直到永生。
§1.22Καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους σώζετε "ἐκ πυρὸς ἁρπάζοντες," §1.23οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς "ἐσπιλωμένον χιτῶνα. "
有人心里疑惑,你们要怜悯他们;有些人你们要「从火中抢出来」搭救他们;有些人你们要在惧怕中怜悯他们,连那被肉体「污染的里衣」也要厌恶。
§1.24Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει §1.25μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας·
愿那能保守你们不失脚、并使你们无瑕无疵、欢欢喜喜站在他荣耀之前的、我们的独一神救主,借着我们的主耶稣基督,得享荣耀、尊大、能力、权柄,从万古以前,并现今,直到永永远远。
ἀμήν.
阿们。

词汇与语法注释

  1. 1.1τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς — 与格 `Ἰησοῦ Χριστῷ` 与被动语态分词 `τετηρημένοις` 连用,既可理解为施事与格(“被耶稣基督保守”),也可理解为目的或利益与格(“为耶稣基督而保守”)。结合上下文,译作“为耶稣基督而保守”更符合信徒作为其产业并等候终末救恩的语境。
  2. 1.3πᾶσαν σπουδὴν ποιούμενος — 现在分词 `ποιούμενος` 与主句过去时动词 `ἀνάγκην ἔσχον` 连用,充当时间或让步状语(“正当我尽心尽意想要写信时……”)。这交代了作者原本积极准备撰写其他主题,却因突发情况而不得不临时改变主题、劝勉信徒为信仰争辩的紧迫背景。
  3. 1.5εἰδότας ἅπαξ πάντα — 宾格分词 `εἰδότας` 修饰不定式 `ὑπομνῆσαι` 的逻辑主语(或宾语)`ὑμᾶς`。此处具有让步含义(“虽然你们已经一次全部知晓”),表明作者写信的目的并非因为受信者无知,而是为了唤醒他们既有的记忆并促其警惕。
  4. 1.12ἑαυτοὺς ποιμαίνοντες — “放牧自己”(即只顾喂养自己)这一表达回应了旧约《以西结书》第34章对恶牧人的谴责,揭露了本应牧养羊群的领袖却自私地只追求个人私利。副词 `ἀφόβως`(无所惧怕地)修饰该分词,突显出他们在神圣的爱宴上毫无敬畏与羞耻之心的肆无忌惮。
  5. 1.22Καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους — 现在中动/被动语态分词 `διακρινομένους` 意为“怀疑、动摇的人”或“争辩的人”,在此作为 `οὓς μὲν`(有些人)的宾语或叙述性补足语。这指示了教会应当如何以牧养的怜悯心去对待那些受异端影响、在信仰上产生动摇和疑惑的群体。

引用这一段

新约圣经, 犹大书 §1.1-1.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg026.humanitext-grc2:1.1-1.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。