§1.1ΙΟΥΔΑΣ Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
イエス・キリストの僕であり、ヤコブの兄弟であるユダから、父なる神において愛され、イエス・キリストのために守られている召された人々へ。
§1.2ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
憐れみと平和と愛が、あなたがたに豊かに加えられますように。
§1.3Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
愛する者たちよ、私たちの共通の救いについてあなたがたに手紙を書こうとあらゆる努力を払っていた矢先、聖徒たちに一度限り伝えられた信仰のために戦うよう勧めて、あなたがたに手紙を書く必要が生じました。
§1.4παρεισεδύησαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
というのも、不信心な者たち数人が忍び込んできたからです。 彼らは、このような裁きに遭うと昔からあらかじめ書き記されていた者たちであり、私たちの神の恵みを放縦な生活に変え、唯一の支配者であり私たちの主であるイエス・キリストを否定しています。
§1.5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ πάντα, ὅτι Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
あなたがたはすべてのことをすでに知っているとはいえ、私はあなたがたに思い出させたいのです。 主は民をエジプトの地から救い出されたものの、二度目には、信じなかった者たちを滅ぼされたということを。
§1.6ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
また、自分たちの支配の領域を守らず、自分たちの住まいを捨てた天使たちを、大いなる日の裁きのために、永遠の束縛をもって暗闇の下に留めておられます。
§1.7ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
ソドムとゴモラ、およびその周辺の町々も、彼らと同じように淫行にふけり、異なる肉を追い求めたため、永遠の火の刑罰を受け、見せしめとされています。
§1.8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.
同様にして、夢見るこれらの者たちも、肉体を汚し、支配権を軽んじ、栄光ある者たちを罵っています。
§1.9Ὁ δὲ
"Μιχαὴλ ὁ ἀρχάγγελος,"
ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωυσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν
"Ἐπιτιμήσαι σοι Κύριος. "
しかし、天使長ミカエルは、悪魔と論じ合ってモーセの遺体について議論したとき、罵りの裁きをあえて下そうとはせず、「主があなたをお戒めになるように」と言いました。
§1.10Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
一方、これらの者たちは、自分が知りもしないことをすべて罵り、本能的に分別を欠いた動物のように理解していることによって、自らを滅ぼしています。
§1.11οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Καὶν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.
彼らはわざわいだ。 カインの道を歩み、報酬のためにバラムの惑わしに身を投じ、コラの反逆に遭って滅び去ったからです。
§1.12οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι, ἀφόβως
"ἑαυτοὺς ποιμαίνοντες,"
νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα, §1.13κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
彼らはあなたがたの愛餐における汚れであり、恐れげもなく共に食事をして、自分自身を養う牧者たちであり、風に吹き払われる水のない雲、実を結ばず二度死んで根こそぎにされた秋の木、自らの恥の上澄みを泡立たせる海の荒波、放浪する星であり、彼らのためには、永遠に暗闇の冥府が用意されています。
§1.14Ἐπροφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων Ἰδοὺ
"ἦλθεν Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,"
アダムから七代目のエノクも、彼らについて預言して言いました。 「見よ、主は数万の聖なる者たちを引き連れて来られた。
§1.15ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατʼ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
すべての者に対して裁きを行い、すべての不信心な者を、彼らが行ったすべての不信心な行いと、不信心な罪人たちが主に逆らって語ったすべての無礼な言葉について責め立てるためである。
§1.16Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελίας χάριν.
」彼らは愚痴をこぼす者、不満を抱く者であり、自らの欲望に従って歩み、その口は大言壮語し、自らの利益のために人にへつらっています。
§1.17Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
しかしあなたがた、愛する者たちよ、私たちの主イエス・キリストの使徒たちによってあらかじめ語られた言葉を思い出しなさい。
§1.18ὅτι ἔλεγον ὑμῖν Ἐπʼ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
彼らはあなたがたに、「終わりの時に、自らの不信心な欲望に従って歩む、あざける者たちが現れるだろう」と言っていたのです。
§1.19Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
これらは分裂を引き起こす者であり、肉に属する者であって、霊を持たない者たちです。
§1.20Ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
しかしあなたがた、愛する者たちよ、あなたがたの最も聖なる信仰の上に自らを築き上げ、聖霊によって祈りなさい。
§1.21ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
神の愛のうちに自らを保ち、永遠の命に至る私たちの主イエス・キリストの憐れみを待ち望みなさい。
§1.22Καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους σώζετε
"ἐκ πυρὸς ἁρπάζοντες,"
また、疑い迷う者たちを憐れみなさい。
§1.23οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς
"ἐσπιλωμένον χιτῶνα. "
ある人々を「火からひったくるようにして」救い出し、また他の人々を、肉によって「汚された下着」さえも忌み嫌いながら、恐れをもって憐れみなさい。
§1.24Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει
つまずかないようにあなたがたを守り、歓喜のうちに、傷のない者として自らの栄光の前に立たせることができる方、私たちの救い主である唯一の神に、私たちの主イエス・キリストを通して、すべての世に先立って、今も、また永遠のすべての世に至るまで、栄光、威厳、支配力、そして権威がありますように。
§1.25μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.
アメン。