§7.29.1ὃ μὲν ταῦτα ἔλεγε, Ξέρξης δὲ ἡσθεὶς τοῖσι εἰρημένοισι εἶπε
ξεῖνε Λυδέ, ἐγὼ ἐπείτε ἐξῆλθον τὴν Περσίδα χώρην, οὐδενὶ ἀνδρὶ συνέμιξα ἐς τόδε ὅστις ἠθέλησε ξείνια προθεῖναι στρατῷ τῷ ἐμῷ, οὐδὲ ὅστις ἐς ὄψιν τὴν ἐμὴν καταστὰς αὐτεπάγγελτος ἐς τὸν πόλεμον ἐμοὶ ἠθέλησε συμβαλέσθαι χρήματα, ἔξω σεῦ.
他说了这些话,而薛西斯对他的话感到高兴,说道: “吕底亚的宾客啊,自从我离开波斯国土以来,直到今天,除了你之外,我还没有遇到过一个人愿意为我的军队提供款待,也没有一个人主动来到我面前,自愿为战争向我捐助资金。
σὺ δὲ καὶ ἐξείνισας μεγάλως στρατὸν τὸν ἐμὸν καὶ χρήματα μεγάλα ἐπαγγέλλεαι.
而你既盛情款待了我的军队,又许诺了巨额的资金。
§7.29.2σοὶ ὦν ἐγὼ ἀντὶ αὐτῶν γέρεα τοιάδε δίδωμι· ξεῖνόν τέ σε ποιεῦμαι ἐμὸν καὶ τὰς τετρακοσίας μυριάδας τοι τῶν στατήρων ἀποπλήσω παρʼ ἐμεωυτοῦ δοὺς τὰς ἑπτὰ χιλιάδας, ἵνα μή τοι ἐπιδεέες ἔωσι αἱ τετρακόσιαι μυριάδες ἑπτὰ χιλιάδων, ἀλλὰ ᾖ τοι ἀπαρτιλογίη ὑπʼ ἐμέο πεπληρωμένη.
因此,为了回报这些,我给你如下的奖赏:我使你成为我的宾客,并且我将从我这里拿出七千枚,为你凑足四百万枚斯塔特金币,免得你的四百万枚还差七千枚,而是让你拥有一笔由我补足的整数。
§7.29.3ἔκτησό τε αὐτὸς τά περ αὐτὸς ἐκτήσαο, ἐπίστασό τε εἶναι αἰεὶ τοιοῦτος·
你自己保有所取得的财产,并要懂得始终保持如此的心态。
οὐ γάρ τοι ταῦτα ποιεῦντι οὔτε ἐς τὸ παρεὸν οὔτε ἐς χρόνον μεταμελήσει.
因为只要你这样做,无论是现在还是将来,你都绝不会感到后悔。 ”