§7.25.1ταῦτα μέν νυν οὕτω ἐποίεε, παρεσκευάζετο δὲ καὶ ὅπλα ἐς τὰς γεφύρας βύβλινά τε καὶ λευκολίνου, ἐπιτάξας Φοίνιξί τε καὶ Αἰγυπτίοισι, καὶ σιτία τῇ στρατιῇ καταβάλλειν, ἵνα μὴ λιμήνειε ἡ στρατιὴ μηδὲ τὰ ὑποζύγια ἐλαυνόμενα ἐπὶ τὴν Ἑλλάδα·
他正在这样进行着这些准备,同时,他也命令腓尼基人和埃及人准备用于架桥的纸草缆绳和白亚麻缆绳,并安排囤积军队所需的粮食,以免军队和拉车的牲畜在向希腊进军时遭受饥荒。
§7.25.2ἀναπυθόμενος δὲ τοὺς χώρους καταβάλλειν ἐκέλευε ἵνα ἐπιτηδεότατον εἴη, ἄλλα ἄλλῃ ἀγινέοντας ὁλκάσι τε καὶ πορθμηίοισι ἐκ τῆς Ἀσίης πανταχόθεν.
在打听清楚之后,他下令将粮食储藏在最便利的地方,让人们用商船和渡船,从亚洲各地将不同的物资运往不同的地方。
τὸν δὲ ὦν πλεῖστον ἐς Λευκὴν ἀκτὴν καλεομένην τῆς Θρηίκης ἀγίνεον, οἳ δὲ ἐς Τυρόδιζαν τὴν Περινθίων, οἳ δὲ ἐς Δορίσκον, οἳ δὲ ἐς Ἠιόνα τὴν ἐπὶ Στρυμόνι, οἳ δὲ ἐς Μακεδονίην διατεταγμένοι.
其中最大的一部分物资,他们运到了色雷斯被称为“白岸”的地方,另一些人运到百林托斯人的蒂罗迪扎,另一些人运到多里斯科斯,另一些人运到斯特里门河畔的埃翁,还有一些人则根据各自的分派运往马其顿。