§7.111.1σάτραι δὲ οὐδενός κω ἀνθρώπων ὑπήκοοι ἐγένοντο, ὅσον ἡμεῖς ἴδμεν, ἀλλὰ διατελεῦσι τὸ μέχρι ἐμεῦ αἰεὶ ἐόντες ἐλεύθεροι μοῦνοι Θρηίκων·
就我们所知,萨特莱人至今未曾臣服于任何人,而是直到我的时代,始终保持自由,是色雷斯人中唯一如此的。
οἰκέουσί τε γὰρ ὄρεα ὑψηλά, ἴδῃσί τε παντοίῃσι καὶ χιόνι συνηρεφέα, καὶ εἰσὶ τὰ πολέμια ἄκροι.
因为他们居住在覆盖着各种森林和积雪的高山中,并且在战争事务上极其优秀。
§7.111.2οὗτοι οἱ Διονύσου τὸ μαντήιον εἰσὶ ἐκτημένοι·
正是他们拥有狄奥尼索斯的神谕所。
τὸ δὲ μαντήιον τοῦτο ἔστι μὲν ἐπὶ τῶν ὀρέων τῶν ὑψηλοτάτων, Βησσοὶ δὲ τῶν Σατρέων εἰσὶ οἱ προφητεύοντες τοῦ ἱροῦ, πρόμαντις δὲ ἡ χρέωσα κατά περ ἐν Δελφοῖσι, καὶ οὐδὲν ποικιλώτερον.
这个神谕所确实位于最高的山峰之上,而萨特莱人中的贝索伊人是该神殿的宣告神谕者,传达神谕的女祭司就和在德尔斐一样,并没有更复杂的地方。