§7.108.1Ξέρξης δὲ ἐκ τοῦ Δορίσκου ἐπορεύετο ἐπὶ τὴν Ἑλλάδα, τοὺς δὲ αἰεὶ γινομένους ἐμποδὼν συστρατεύεσθαι ἠνάγκαζε· ἐδεδούλωτο γάρ, ὡς καὶ πρότερόν μοι δεδήλωται, ἡ μέχρι Θεσσαλίης πᾶσα καὶ ἦν ὑπὸ βασιλέα δασμοφόρος, Μεγαβάζου τε καταστρεψαμένου καὶ ὕστερον Μαρδονίου.
薛西斯从多里斯克斯向希腊进军,并强迫一路上遇到的所有人随军出征;因为,正如我此前已经说明的那样,直到色萨利的整个地区都已被奴役,并且由于迈加巴佐斯以及后来的马尔多尼奥斯的征服,成为了向国王纳贡的臣民。
§7.108.2παραμείβετο δὲ πορευόμενος ἐκ Δορίσκου πρῶτα μὲν τὰ Σαμοθρηίκια τείχεα, τῶν ἐσχάτη πεπόλισται πρὸς ἑσπέρης πόλις τῇ οὔνομα ἐστὶ Μεσαμβρίη.
他在从多里斯克斯进军的途中,首先经过了萨莫色雷斯人的城堡,其中建在最西端的一座城市名叫梅桑布里亚。
ἔχεται δὲ ταύτης Θασίων πόλις Στρύμη, διὰ δὲ σφέων τοῦ μέσου Λίσος ποταμὸς διαρρέει, ὃς τότε οὐκ ἀντέσχε τὸ ὕδωρ παρέχων τῷ Ξέρξεω στρατῷ ἀλλʼ ἐπέλιπε.
与此相邻的是萨索斯人的城市斯特里梅;流经它们之间的是利索斯河,这条河在当时未能提供足够的水供薛西斯的军队饮用,而是枯竭了。
§7.108.3ἡ δὲ χώρη αὕτη πάλαι μὲν ἐκαλέετο Γαλλαϊκή, νῦν δὲ Βριαντική· ἔστι μέντοι τῷ δικαιοτάτῳ τῶν λόγων καί αὕτη Κικόνων.
这个地区古时被称为加莱卡,现在被称为布里安蒂卡;然而,按照最准确的说法,这里也是属于奇科涅斯人的地方。