§5.102.1καὶ Σάρδιες μὲν ἐνεπρήσθησαν, ἐν δὲ αὐτῇσι καὶ ἱρὸν ἐπιχωρίης θεοῦ Κυβήβης·
萨尔迪斯就这样被烧毁了,其中也包括当地女神库柏柏的神殿。
τὸ σκηπτόμενοι οἱ Πέρσαι ὕστερον ἀντενεπίμπρασαν τὰ ἐν Ἕλλησι ἱρά.
波斯人后来以此为借口,放火烧毁了希腊人的神殿作为报复。
τότε δὲ οἱ Πέρσαι οἱ ἐντὸς Ἅλυος ποταμοῦ νομοὺς ἔχοντες, προπυνθανόμενοι ταῦτα, συνηλίζοντο καὶ ἐβοήθεον τοῖσι Λυδοῖσι.
那时,在哈里斯河以西拥有领地的波斯人,预先听闻了这些消息,便聚集起来去救援吕底亚人。
§5.102.2καὶ κως ἐν μὲν Σάρδισι οὐκέτι ἐόντας τοὺς Ἴωνας εὑρίσκουσι, ἑπόμενοι δὲ κατὰ στίβον αἱρέουσι αὐτοὺς ἐν Ἐφέσῳ.
随后,不知怎的,他们发现伊奥尼亚人已不在萨尔迪斯;于是他们循着足迹追踪,在以弗所追上了他们。
καὶ ἀντετάχθησαν μὲν οἱ Ἴωνες, συμβαλόντες δὲ πολλὸν ἑσσώθησαν.
伊奥尼亚人虽然列阵迎战,但在交战中惨遭大败。
§5.102.3καὶ πολλοὺς αὐτῶν οἱ Πέρσαι φονεύουσι ἄλλους τε ὀνομαστούς, ἐν δὲ δὴ καὶ Εὐαλκίδην στρατηγέοντα Ἐρετριέων, στεφανηφόρους τε ἀγῶνας ἀναραιρηκότα καὶ ὑπὸ Σιμωνίδεω τοῦ Κηίου πολλὰ αἰνεθέντα·
波斯人杀死了他们之中的许多人,包括其他名望之士,其中特别包括埃雷特里亚人的将军尤阿尔基德斯,他曾在冠冕竞技会中赢得多项胜利,并曾受到刻阿斯岛的西摩尼得斯的大力歌颂。
οἳ δὲ αὐτῶν ἀπέφυγον τὴν μάχην, ἐσκεδάσθησαν ἀνὰ τὰς πόλιας.
至于那些在战斗中逃脱的人,则散落到了各个城市之中。