§4.20.1πέρην δὲ τοῦ Γέρρου ταῦτα δὴ τὰ καλεύμενα βασιλήια ἐστὶ καὶ Σκύθαι οἱ ἄριστοί τε καὶ πλεῖστοι καὶ τοὺς ἄλλους νομίζοντες Σκύθας δούλους σφετέρους εἶναι·
格罗斯河的对岸,正是所谓的“王领”,居住着最优秀且人数最多的斯基泰人,他们将其他斯基泰人视为自己的奴隶。
κατήκουσι δὲ οὗτοι τὸ μὲν πρὸς μεσαμβρίην ἐς τὴν Ταυρικήν, τὸ δὲ πρὸς ἠῶ ἐπί τε τάφρον, τὴν δὴ οἱ ἐκ τῶν τυφλῶν γενόμενοι ὤρυξαν, καὶ ἐπὶ τῆς λίμνης τῆς Μαιήτιδος τὸ ἐμπόριον τὸ καλέεται Κρημνοί· τὰ δὲ αὐτῶν κατήκουσι ἐπὶ ποταμὸν Τάναϊν.
他们的领土向南延伸至陶里卡,向东延伸至盲人的子嗣所挖的那条壕沟,以及迈奥蒂斯湖畔被称为克雷姆尼的商埠;他们领土的东部一直延伸到塔奈斯河。
§4.20.2τὰ δὲ κατύπερθε πρὸς βορέην ἄνεμον τῶν βασιληίων Σκυθέων οἰκέουσι Μελάγχλαινοι, ἄλλο ἔθνος καὶ οὐ Σκυθικὸν.
在王族斯基泰人以北的高处,居住着黑衣人,这是另一个并非斯基泰人的部族。
Μελαγχλαίνων δὲ τὸ κατύπερθε λίμναι καὶ ἔρημος ἐστὶ ἀνθρώπων, κατʼ ὅσον ἡμεῖς ἴδμεν.
而在黑衣人以北的更远之处,据我们所知,则是湖泊与无人居住的荒野。