§4.197.1οὗτοι μὲν εἶσὶ τοὺς ἡμεῖς ἔχομεν Λιβύων ὀνομάσαι, καὶ τούτων οἱ πολλοὶ βασιλέος τοῦ Μήδων οὔτε τι νῦν οὔτε τότε ἐφρόντιζον οὐδέν.
这些就是我们在利比亚人中能够指名道姓的人,他们中的大多数人,无论现在还是过去,都根本不把米底亚国王放在眼里。
§4.197.2τοσόνδε δὲ ἔτι ἔχω εἰπεῖν περὶ τῆς χώρης ταύτης, ὅτι τέσσερα ἔθνεα νέμεται αὐτὴν καὶ οὐ πλέω τούτων, ὅσον ἡμεῖς ἴδμεν, καὶ τὰ μὲν δύο αὐτόχθονα τῶν ἐθνέων τὰ δὲ δύο οὔ, Λίβυες μὲν καὶ Αἰθίοπες αὐτόχθονες, οἳ μὲν τὰ πρὸς βορέω οἳ δὲ τὰ πρὸς νότου τῆς Λιβύης οἰκέοντες, Φοίνικες δὲ καὶ Ἕλληνες ἐπήλυδες.
关于这片土地,我还想说的是,据我们所知,有四个民族居住在这里,而且不多于这个数目;其中两个民族是土著,另外两个则不是。 利比亚人和埃塞俄比亚人是土著,前者居住在利比亚北部,后者居住在南部;而腓尼基人和希腊人则是外来移民。