§3.60.1ἐμήκυνα δὲ περὶ Σαμίων μᾶλλον, ὅτι σφι τρία ἐστὶ μέγιστα ἁπάντων Ἑλλήνων ἐξεργασμένα, ὄρεός τε ὑψηλοῦ ἐς πεντήκοντα καὶ ἑκατὸν ὀργυιάς, τούτου ὄρυγμα κάτωθεν ἀρξάμενον, ἀμφίστομον.
我之所以对萨摩斯人做较长篇幅的叙述,是因为在所有希腊人中,他们完成了三项最伟大的工程。 其一是一座高约一百五十奥尔居亚的高山,在此山中有一条自下而始、两端开通的隧道。
§3.60.2τὸ μὲν μῆκος τοῦ ὀρύγματος ἑπτὰ στάδιοι εἰσί, τὸ δὲ ὕψος καὶ εὖρος ὀκτὼ ἑκάτερον πόδες.
隧道的长度为七斯塔德,其高度和宽度各为八英尺。
διὰ παντὸς δὲ αὐτοῦ ἄλλο ὄρυγμα εἰκοσίπηχυ βάθος ὀρώρυκται, τρίπουν δὲ τὸ εὖρος, διʼ οὗ τὸ ὕδωρ ὀχετευόμενον διὰ τῶν σωλήνων παραγίνεται ἐς τὴν πόλιν ἀγόμενον ἀπὸ μεγάλης πηγῆς.
贯穿整条隧道,还挖有另一条深二十库比特、宽三英尺的水道,水由管道输送,从一处巨大的泉源引出,通过该水道流向城市。
§3.60.3ἀρχιτέκτων δὲ τοῦ ὀρύγματος τούτου ἐγένετο Μεγαρεὺς Εὐπαλῖνος Ναυστρόφου.
这条隧道的建筑师是麦加拉人、瑙斯特罗福斯之子尤帕利努斯。
τοῦτο μὲν δὴ ἓν τῶν τριῶν ἐστι, δεύτερον δὲ περὶ λιμένα χῶμα ἐν θαλάσσῃ, βάθος καὶ εἴκοσι ὀργυιέων· μῆκος δὲ τοῦ χώματος μέζον δύο σταδίων.
这确是三项工程中的第一项;第二项是环绕港口的海外防波堤,其深度达二十奥尔居亚,而防波堤的长度在两斯塔德以上。
§3.60.4τρίτον δέ σφι ἐξέργασται νηὸς μέγιστος πάντων νηῶν τῶν ἡμεῖς ἴδμεν· τοῦ ἀρχιτέκτων πρῶτος ἐγένετο Ῥοῖκος Φιλέω ἐπιχώριος.
第三项是他们建造了一座神庙,这是我们所知道的所有神庙中最大的一座;其最初的建筑师是当地人、菲莱乌斯之子罗伊科斯。
τούτων εἵνεκεν μᾶλλόν τι περὶ Σαμίων ἐμήκυνα.
由于这些原因,我对萨摩斯人的叙述才稍微长了一些。