§3.18.1ἡ δὲ τράπεζα τοῦ ἡλίου τοιήδε τις λέγεται εἶναι, λειμὼν ἐστὶ ἐν τῷ προαστείῳ ἐπίπλεος κρεῶν ἑφθῶν πάντων τῶν τετραπόδων, ἐς τὸν τὰς μὲν νύκτας ἐπιτηδεύοντας τιθέναι τὰ κρέα τοὺς ἐν τέλεϊ ἑκάστοτε ἐόντας τῶν ἀστῶν, τὰς δὲ ἡμέρας δαίνυσθαι προσιόντα τὸν βουλόμενον.
所谓“太阳餐桌”据说具有如下性质:在郊外有一片草地,上面放满了各种四足动物煮熟的肉。 在夜间,城邦中当时在职的官员们会特意将肉放在那里;而在白天,任何愿意的人都可以走上前来尽情享用。
φάναι δὲ τοὺς ἐπιχωρίους ταῦτα τὴν γῆν αὐτὴν ἀναδιδόναι ἑκάστοτε.
当地人则声称,这些肉每次都是大地自己长出来的。