§3.12.1θῶμα δὲ μέγα εἶδον πυθόμενος παρὰ τῶν ἐπιχωρίων·
我在听当地人提起后,亲眼看见了一个巨大的奇迹。
τῶν γὰρ ὀστέων περικεχυμένων χωρὶς ἑκατέρων τῶν ἐν τῇ μάχῃ ταύτῃ πεσόντων (χωρὶς μὲν γὰρ τῶν Περσέων ἔκειτο τὰ ὀστέα, ὡς ἐχωρίσθη κατʼ ἀρχάς, ἑτέρωθι δὲ τῶν Αἰγυπτίων), αἱ μὲν τῶν Περσέων κεφαλαί εἰσι ἀσθενέες οὕτω ὥστε, εἰ θέλεις ψήφῳ μούνῃ βαλεῖν, διατετρανέεις, αἱ δὲ τῶν Αἰγυπτίων οὕτω δή τι ἰσχυραί, μόγις ἂν λίθῳ παίσας διαρρήξειας.
因为在这场战斗中战死的双方骨头是分开散落的(因为波斯人的骨头堆在一处,正如最初被分开的那样,而埃及人的骨头在另一处),波斯人的颅骨非常脆弱,以至于你若只想用一颗小石子扔过去,就会将它击穿;而埃及人的颅骨则极其坚硬,即使拿石头用力砸,也只能勉强将其打破。
§3.12.2αἴτιον δὲ τούτου τόδε ἔλεγον, καὶ ἐμέ γʼ εὐπετέως ἔπειθον, ὅτι Αἰγύπτιοι μὲν αὐτίκα ἀπὸ παιδίων ἀρξάμενοι ξυρῶνται τὰς κεφαλὰς καὶ πρὸς τὸν ἥλιον παχύνεται τὸ ὀστέον.
他们说这是因为以下缘故,而我也轻易地被说服了:埃及人从幼年起就立刻开始剃发,由于在阳光下曝晒,其颅骨便变得厚实。
§3.12.3τὠυτὸ δὲ τοῦτο καὶ τοῦ μὴ φαλακροῦσθαι αἴτιον ἐστί· Αἰγυπτίων γὰρ ἄν τις ἐλαχίστους ἴδοιτο φαλακροὺς πάντων ἀνθρώπων.
这同一个原因也是他们不秃顶的缘故;因为在所有人类之中,你极少能看到埃及人有秃顶的。
§3.12.4τούτοισι μὲν δὴ τοῦτο ἐστὶ αἴτιον ἰσχυρὰς φορέειν τὰς κεφαλάς, τοῖσι δὲ Πέρσῃσι ὅτι ἀσθενέας φορέουσι τὰς κεφαλὰς αἴτιον τόδε· σκιητροφέουσι ἐξ ἀρχῆς πίλους τιάρας φορέοντες.
对埃及人来说,这就是他们拥有坚硬头部的原因;而对波斯人而言,他们头部脆弱的原因则是:他们从一开始就戴着被称为提亚拉的毡帽,在阴凉处保护头部。
ταῦτα μέν νυν τοιαῦτα·
关于这些事便如以上所述。
εἶδον δὲ καὶ ἄλλα ὅμοια τούτοισι ἐν Παπρήμι τῶν ἅμα Ἀχαιμένεϊ τῷ Δαρείου διαφθαρέντων ὑπὸ Ἰνάρω τοῦ Λίβυος.
不过,在帕普雷米斯,对于那些与大流士之子阿契美尼斯一同被利比亚人伊纳罗斯所杀之人的骨头,我也看到了与此相似的其他现象。