Humanitext Reader

希罗多德 · 历史 §1.56.1-1.56.3

克罗伊斯探求希腊强邦与希腊两大部族的历史

第 56 段,共 1577 段 · 希腊语

内容简介

克罗伊斯将神谕中的“骡子国王”误解为不可能发生之事而感到安心,并着手寻找最强大的希腊城邦结盟。他发现雅典(土著的佩拉斯吉人)和拉刻代蒙(频繁迁徙的希腊人/多利安人)最为杰出,并追溯了后者的迁徙史。

§1.56.1τούτοισι ἐλθοῦσι τοῖσι ἔπεσι ὁ Κροῖσος πολλόν τι μάλιστα πάντων ἥσθη, ἐλπίζων ἡμίονον οὐδαμὰ ἀντʼ ἀνδρὸς βασιλεύσειν Μήδων, οὐδʼ ὦν αὐτὸς οὐδὲ οἱ ἐξ αὐτοῦ παύσεσθαι κοτὲ τῆς ἀρχῆς.
克罗伊斯对这些送达的诗句感到最为高兴,他满心希望骡子绝不会代替男人统治米底人,因此他自己和他的子孙也绝不会失去权力。
μετὰ δὲ ταῦτα ἐφρόντιζε ἱστορέων τοὺς ἂν Ἑλλήνων δυνατωτάτους ἐόντας προσκτήσαιτο φίλους,
此后,他便通过调查,思索可以把希腊人中最强大的哪些人争取为盟友。
§1.56.2ἱστορέων δὲ εὕρισκε Λακεδαιμονίους καὶ Ἀθηναίους προέχοντας τοὺς μὲν τοῦ Δωρικοῦ γένεος τοὺς δὲ τοῦ Ἰωνικοῦ.
在调查中,他发现拉刻代蒙人和雅典人最为杰出,前者属于多利安人,后者属于爱奥尼亚人。
ταῦτα γὰρ ἦν τὰ προκεκριμένα, ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικὸν τὸ δὲ Ἑλληνικὸν ἔθνος.
因为自古以来这两个民族最为卓越,一为佩拉斯吉民族,一为希腊民族。
καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε, τὸ δὲ πολυπλάνητον κάρτα.
前者从未向任何地方迁徙,而后者则极其居无定所。
§1.56.3ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν Φθιῶτιν, ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην, καλεομένην δὲ Ἱστιαιῶτιν· ἐκ δὲ τῆς Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων, οἴκεε ἐν Πίνδῳ Μακεδνὸν καλεόμενον· ἐνθεῦτεν δὲ αὖτις ἐς τὴν Δρυοπίδα μετέβη καὶ ἐκ τῆς Δρυοπίδος οὕτω ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη.
因为在国王丢卡利翁时代,它居住在弗提奥提斯地区;而在海伦之子多罗斯时代,则居住在奥萨山和奥林匹斯山麓、被称为希斯提哀奥提斯的地区;在被卡德摩斯人驱逐出希斯提哀奥提斯后,它居住在品都斯山脉,被称为马凯德努人;从此地它又迁往德里奥皮斯,并以此种方式从德里奥皮斯来到伯罗奔尼撒,被称为多利安人。

词汇与语法注释

  1. 1.56.1αὐτὸς οὐδὲ οἱ ἐξ αὐτοῦ — 不定式 παύσεσθαι 的主语。通常在间接引语的不定式结构(AcI)中主语应为宾格,但此处由于指代主节主语克罗伊斯本人(及其子孙),根据古典希腊语语法规则,采用了主格(αὐτός)。
  2. 1.56.1τοὺς ἂν Ἑλλήνων δυνατωτάτους ἐόντας προσκτήσαιτο — 作为动词 ἐφρόντιζε 的宾语,相当于间接疑问从句的结构。τοὺς ... ἐόντας 是分词短语,充当宾语(“希腊人中最强大的人”),而 ἄν 加上 προσκτήσαιτο 构成了次要时态(在过去时动词 ἐφρόντιζε 之后)下的潜在希求法。整句意为“在希腊人中最强大的那些人中,他可以争取哪些人作为盟友”。
  3. 1.56.2τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε, τὸ δὲ πολυπλάνητον — 分别指代前文提到的“佩拉斯吉民族(雅典人)”和“希腊民族(拉刻代蒙人)”(τὸ μὲν 指前者,τὸ δὲ 指后者)。根据希罗多德的观点,雅典人是从未迁徙的原住民(佩拉斯吉人),而拉刻代蒙人(多利安-希腊人)则频繁迁徙。

引用这一段

希罗多德, 历史 §1.56.1-1.56.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.56.1-1.56.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。