§1.23.1Περίανδρος δὲ ἦν Κυψέλου παῖς οὗτος ὁ τῷ Θρασυβούλῳ τὸ χρηστήριον μηνύσας· ἐτυράννευε δὲ ὁ Περίανδρος Κορίνθου·
这位向色拉西布洛斯透露神谕的佩里安德,是库普塞洛斯的儿子,他当时是科林斯的僭主。
τῷ δὴ λέγουσι Κορίνθιοι (ὁμολογέουσι δέ σφι Λέσβιοι) ἐν τῷ βίῳ θῶμα μέγιστον παραστῆναι, Ἀρίονα τὸν Μηθυμναῖον ἐπὶ δελφῖνος ἐξενειχθέντα ἐπὶ Ταίναρον, ἐόντα κιθαρῳδὸν τῶν τότε ἐόντων οὐδενὸς δεύτερον, καὶ διθύραμβον πρῶτον ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν ποιήσαντά τε καὶ ὀνομάσαντα καὶ διδάξαντα ἐν Κορίνθῳ.
据科林斯人说(莱斯博斯人也对此表示赞同),在佩里安德的一生中发生了一件极大的奇迹:美索姆纳的阿里翁被一只海豚托运到了泰纳龙。 这位阿里翁在当时所有的齐特拉琴歌手中无出其右,并且在凡是我们所知道的人当中,他是第一个在科林斯创作、命名并传授狄提兰托斯的人。