§1.21.1Μιλήσιοι μέν νυν οὕτω λέγουσι γενέσθαι.
米利都人便是如此叙述此事的。
Ἀλυάττης δέ, ὡς οἱ ταῦτα ἐξαγγέλθη, αὐτίκα ἔπεμπε κήρυκα ἐς Μίλητον βουλόμενος σπονδὰς ποιήσασθαι Θρασυβούλῳ τε καὶ Μιλησίοισι χρόνον ὅσον ἂν τὸν νηὸν οἰκοδομέῃ.
而阿吕亚特斯在听闻这一通报后,立时派遣一名使臣前往米利都,意欲与色拉西布洛斯及米利都人缔结一项停战协定,期限等同于他重建神殿所需的时间。
ὃ μὲν δὴ ἀπόστολος ἐς τὴν Μίλητον ἦν, Θρασύβουλος δὲ σαφέως προπεπυσμένος πάντα λόγον, καὶ εἰδὼς τὰ Ἀλυάττης μέλλοι ποιήσειν, μηχανᾶται τοιάδε· §1.21.2ὅσος ἦν ἐν τῷ ἄστεϊ σῖτος καὶ ἑωυτοῦ καὶ ἰδιωτικός, τοῦτον πάντα συγκομίσας ἐς τὴν ἀγορὴν προεῖπε Μιλησίοισι, ἐπεὰν αὐτὸς σημήνῃ, τότε πίνειν τε πάντας καὶ κώμῳ χρᾶσθαι ἐς ἀλλήλους.
那名使臣正向着米利都进发,而色拉西布洛斯已然预先确切得知了全部消息,并且知晓阿吕亚特斯打算如何行动,于是便谋划了如下计策:他将城中所有的粮食,无论是他个人的还是私人的,全部集中到广场上,并向米利都人发出通告:一旦他自己发出信号,届时所有人都要痛饮,并互相尽情狂欢。