§1.159.1ἀπικομένων δὲ ἐς Βραγχίδας ἐχρηστηριάζετο ἐκ πάντων Ἀριστόδικος ἐπειρωτῶν τάδε. ὦναξ, ἦλθε παρʼ ἡμέας ἱκέτης Πακτύης ὁ Λυδός, φεύγων θάνατον βίαιον πρὸς Περσέων· οἳ δέ μιν ἐξαιτέονται, προεῖναι Κυμαίους κελεύοντες.
当他们抵达布兰希代时,阿里斯托迪科斯代表所有人,向神谕求问如下:“王啊,吕底亚人帕克提埃斯为了逃避波斯人给他的暴死,作为求庇护者来到了我们这里;而波斯人要求交出他,命令库墨人将他放行。
§1.159.2ἡμεῖς δὲ δειμαίνοντες τὴν Περσέων δύναμιν τὸν ἱκέτην ἐς τόδε οὐ τετολμήκαμεν ἐκδιδόναι, πρὶν ἂν τὸ ἀπὸ σεῦ ἡμῖν δηλωθῇ ἀτρεκέως ὁκότερα ποιέωμεν.
但我们惧于波斯人的势力,至今未敢交出这位求庇护者,直到您向我们明确昭示,我们究竟应该采取哪条路。
ὃ μὲν ταῦτα ἐπειρώτα, ὃ δʼ αὖτις τὸν αὐτόν σφι χρησμὸν ἔφαινε, κελεύων ἐκδιδόναι Πακτύην Πέρσῃσι.
”他这样询问,而神明则再次向他们显现相同的神谕,命令他们将帕克提埃斯交给波斯人。
§1.159.3πρὸς ταῦτα ὁ Ἀριστόδικος ἐκ προνοίης ἐποίεε τάδε· περιιὼν τὸν νηὸν κύκλῳ ἐξαίρεε τοὺς στρουθοὺς καὶ ἄλλα ὅσα ἦν νενοσσευμένα ὀρνίθων γένεα ἐν τῷ νηῷ.
对此,阿里斯托迪科斯出于有意的预谋,采取了以下行动:他环绕神殿走了一圈,把麻雀以及在神殿内筑巢的其他所有鸟类的雏鸟都取了出来。
ποιέοντος δὲ αὐτοῦ ταῦτα λέγεται φωνὴν ἐκ τοῦ ἀδύτου γενέσθαι φέρουσαν μὲν πρὸς τὸν Ἀριστόδικον, λέγουσαν δὲ τάδε
ἀνοσιώτατε ἀνθρώπων, τί τάδε τολμᾷς ποιέειν;
当他正这样做时,据说从内殿里传出一个声音,直接对阿里斯托迪科斯说道:“最不敬的人啊,你怎敢做出这样的事?
τοὺς ἱκέτας μου ἐκ τοῦ νηοῦ κεραΐζεις;
你竟敢从我的神殿里抢夺我的求庇护者吗?
§1.159.4Ἀριστόδικον δὲ οὐκ ἀπορήσαντα πρὸς ταῦτα εἰπεῖν
ὦναξ, αὐτὸς μὲν οὕτω τοῖσι ἱκέτῃσι βοηθέεις, Κυμαίους δὲ κελεύεις τὸν ἱκέτην ἐκδιδόναι;
” 阿里斯托迪科斯毫不慌张地回答说:“王啊,您自己既然如此庇护您的求庇护者,却为何命令库墨人交出他们的求庇护者呢?
τὸν δὲ αὖτις ἀμείψασθαι τοῖσιδε
ναὶ κελεύω, ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε, ὡς μὴ τὸ λοιπὸν περὶ ἱκετέων ἐκδόσιος ἔλθητε ἐπὶ τὸ χρηστήριον.
”神明再次回答他说:“是的,我命令你们这么做,为的是让你们因作恶而更快地灭亡,免得你们今后再为交出求庇护者的事来求问神谕。 ”