原文中文翻译
§1γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον,
§2πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν,
§3ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντον
§4ἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.
我将歌唱大地,万物之母,基石稳固的女神,最年长者,她抚育着地上的一切,无论是行于神圣陆地之上的,还是行于海上的,以及飞翔于空中的一切;这些都因你的富饶而得到抚育。
§5ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι,
§6πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαι
§7θνητοῖς ἀνθρώποισιν·
因你,人们得以子嗣兴旺、五谷丰登,尊贵的女神,赐予凡人生命或将其夺回,都取决于你。
ὃ δʼ ὄλβιος, ὅν κε σὺ θυμῷ
§8πρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι.
凡是你心中乐意眷顾并尊崇的人,便是幸福的;他拥有一切丰饶之物。
§9βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατʼ ἀγροὺς
§10κτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν·
他们的土地因孕育生命而果实累累,在田野里牲畜兴旺,家中塞满了财宝。
§11αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα
§12κοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ·
他们以良好的法度治理那美女如云的城邦,巨大的幸福与财富如影随形。
§13παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι
§14παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ
§15παίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης,
§16οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον.
孩子们在朝气蓬勃的欢乐中自豪地嬉戏,少女们怀着愉悦的心情在花丛般的舞蹈中尽情跳跃,在柔嫩的草地上嬉戏,这些都是你所尊崇的人,崇高的女神,慷慨的神灵。
§17χαῖρε, θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος,
§18πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε·
§19αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
欢欣吧,众神之母,繁星点点的乌拉诺斯之妻,请乐意恩赐顺遂心愿的生活,以作为这歌声的回报;而我,不仅会记住你,也会记住其他的歌谣。