Humanitext Reader

荷马诗颂 · 荷马诗颂 28:致雅典娜 §1-18

雅典娜全副武装的诞生与天地惊骇

第 1 段,共 1 段 · 希腊语

内容简介

本段描绘了雅典娜身披全副武装从宙斯头部诞生的神迹,以及她惊人的登场给自然界、诸神乃至太阳运行带来的巨大震撼与停滞。

§1Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν §2γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν, §3παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, §4Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
我开始歌唱帕拉斯·雅典娜,这位荣耀的女神,她有着明亮的眼睛、足智多谋、拥有一颗冷酷无情的心,令人敬畏的处女、城邦的守护者、勇猛的力量者,特里托革尼亚。
§5σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν, §6χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας §7ἀθανάτους·
深谋远虑的宙斯亲自从他神圣的头颅中孕育了她,当时她身披战具,那是金光闪闪、璀璨夺目的武具;目睹这一切的所有不死神明都心生敬畏。
ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο §8ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου, §9σείσασ’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος §10δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα §11σμερδαλέον ἰάχησεν· ἐκινήθη δ’ ἄρα πόντος, §12κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ’ ἅλμη §13ἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς §14ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη §15εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη §16Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.
而她,在手持埃癸斯神盾的宙斯面前,急忙从那不朽的头颅上跳下,挥舞着锋利的标枪;伟大的奥林匹斯山震颤不已,在那明眸女神的威势下显得极其可怕;而大地的周围发出可怕的鸣响;大海随之翻腾,伴着暗紫色的波涛汹涌澎湃;海水突然喷涌而出;许珀里翁的光辉之子让他的疾驰骏马驻足了许久,直到这位少女帕拉斯·雅典娜从她那不朽的肩膀上卸下神圣的武装;于是,深谋远虑的宙斯心生欢喜。
§17καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο· §18αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
因此,向您致敬,手持埃癸斯神盾的宙斯之子;而我,既会记住您,也会记住另一首赞歌。

词汇与语法注释

  1. §2ἀμείλιχον ἦτορ ἔχουσαν — 宾格分词短语。在句法上,它与前置的形容词(γλαυκῶπιν, πολύμητιν)一同修饰 §1 中主动词的直接宾语 Παλλάδ’ Ἀθηναίην(宾格),用以描述所歌咏的雅典娜的属性。
  2. §6σέβας δ’ ἔχε πάντας ὁρῶντας — 名词 σέβας(“畏惧、敬畏”)为中性单数主格,作句子的主语。动词 ἔχε 为未完成过去时(史诗方言中省去增音的形式,相当于 εἶχε)。直译为“畏惧抓住了所有看见(此景)的人”,以主动句生动地表现了诸神对雅典娜降临的震撼反应。
  3. §13στῆσεν — 动词 ἵστημι 的弱不定过去时(第一不定过去时)主动第一人称单数形式(等同于 ἔστησεν)。与具有不及物意义(“站立”)的强不定过去时不同,此形式具有及物(使役)意义,意为“使……停止、驻足”,支配其后的直接宾语 ἵππους(“马匹”),表明太阳神之子因震惊于雅典娜的威仪而停下了马车。
  4. §18σεῖο — 第二人称单数代名词属格的史诗方言形式(相当于雅典方言的 σοῦ)。由于动词 μνήσομ’(μνήσομαι,“我将记住、提及”)支配属格,因而使用该格。随后的短语 ἄλλης ἀοιδῆς(“其他的歌”)同样是由该动词支配的属格。

引用这一段

荷马诗颂, 荷马诗颂 28:致雅典娜 §1-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg028.humanitext-grc2:1-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。