Humanitext Reader

荷马诗颂 · 荷马诗颂 3:致阿波罗 §483-546

德尔菲尼乌斯祭坛与对克里特人的诫命

第 8 段,共 8 段 · 希腊语

内容简介

阿波罗命令克里特人将船只搁浅,筑起祭坛并尊他为德尔菲尼乌斯,他们依言而行。到达帕尔纳索斯的神殿后,克里特人担忧在这片荒凉土地上如何谋生,阿波罗向他们保证,靠着朝圣者带来的丰厚祭品,他们将衣食无忧,并告诫他们要恪守神圣的律法。

§483ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι, §484βουλάς τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι §485αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
你们将领受我那深受万人尊崇的神殿,你们亦将知晓不朽神明的旨意,因着他们的意志你们将永远、始终在所有的日子里受到尊崇。
§486ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα· §487ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας, §488νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε, §489ἐκ δὲ κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης §490καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι θαλάσσης· §491πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες §492εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
来吧,正如我所说,快快遵从:首先解开牛皮缆绳,降下船帆,然后将疾驰的船只拖上陆地,从匀称的船上取出财宝与索具,并在海浪拍打的岸边筑起一座祭坛;燃起烈火,在其上奉献白大麦,然后站立在祭坛四周,虔诚祈祷。
§493ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ §494εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα, §495ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς §496αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
犹如我最初在雾气茫茫的海洋上,化作海豚的模样,跃上疾驰的船只一般,你们亦当称我为德尔菲尼乌斯而祈祷;而这祭坛自身将永远被称为德尔菲尼乌斯,且永远注视着一切。
§497δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ §498καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
随后在疾驰的黑船旁进餐,向统治奥林匹斯的不朽福神奉献奠酒。
§499αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε, §500ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν, §501εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν.
然而,当你们满足了对甘美食物的渴望,便同我一起出发,齐声歌唱“伊埃·派埃翁”,直至你们到达那将要领受丰饶神殿的地方。
<milestone type="endquote"> §502ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
” <milestone type="endquote"> 他这样说了;而他们确实非常留心听从并遵从了。
§503ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας, §504ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες· §505ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
他们首先降下了船帆,解开了牛皮缆绳,用前支索放低桅杆,安放在桅托上;随后他们自己也登上了海浪拍打的岸边。
§506ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντο §507ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· §508καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης· §509πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες §510εὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.
他们把那艘疾驰的船只从海中拖上陆地,安放在高处的沙滩上,并在船底垫起长长的支柱;又在海浪拍打的岸边筑起了一座祭坛;燃起烈火,在其上奉献白大麦,犹如他所命令的那样,他们围立在祭坛旁祈祷。
§511δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ §512καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
随后他们在疾驰的黑船旁用晚餐,向统治奥林匹斯的不朽福神奉献奠酒。
§513αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §514βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, §515φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, §516καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο §517Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον, §518οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα §519ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
然而,当他们满足了对饮酒与食物的渴望,他们便出发前行;而宙斯之子、君王阿波罗走在前面引导他们,手中抱着金琴,弹奏着动听的曲调,迈着优美而豪迈的步伐;而那些克里特人踏地作响地跟在后面,向着皮托进发,齐声歌唱“伊埃·派埃翁”,恰如克里特人的赞美歌手,穆萨女神已将甜美如蜜的歌声注入他们的胸膛。
§520ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο §521Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον §522οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι· §523δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
他们不知疲倦地徒步登上了山冈,很快便抵达了帕尔纳索斯和那片令人向往的土地,在此他们将要居住下来,并受到万人的尊崇;他领着他们,展示了极其神圣的内殿和丰饶的神殿。
§524τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· §525τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· §526<milestone type="startquote"> ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης §527ἤγαγες·
他们的内心在亲切的胸膛中翻腾激荡;克里特人的首领也向他提问,开口说道: <milestone type="startquote"> “主啊,既然你把我们带到了远离亲友和祖国土地的遥远地方——这想必是合乎你心意的事吧—— 那么如今我们又当如何谋生?
οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ· §528πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
我们请求您指示这一点。
§529οὔτε τρυγηφόρος ἥδε γʼ ἐπήρατος οὔτʼ εὐλείμων, §530ὥστʼ ἀπό τʼ εὖ ζώειν καὶ ἅμʼ ἀνθρώποισιν ὀπάζειν.
这片迷人的土地既不产葡萄,也无肥美的草场,无法让我们赖以丰衣足食,同时也无法用来接待世人。
<milestone type="endquote"> §531τοὺς δʼ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων· §532<milestone type="startquote"> νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας §533βούλεσθʼ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·
” <milestone type="endquote"> 宙斯之子阿波罗向他们微笑,开口说道: <milestone type="startquote"> “愚蠢又可怜的人类啊,你们心里只想寻求沉重的忧虑、艰辛的劳作和困境。
§534ῥηίδιον ἔπος ὔμμʼ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω, §535δεξιτερῇ μάλʼ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν, §536σφάζειν αἰεὶ μῆλα· τὰ δʼ ἄφθονα πάντα παρέσται, §537ὅσσα τʼ ἐμοί κʼ ἀγάγωσι περικλυτὰ φῦλʼ ἀνθρώπων·
我要对你们说一句简单的话,并将它置于你们的心坎:你们每个人右手里紧握着屠刀,不断地宰杀羊只;这一切都将丰足地呈现,凡是那声名显赫的人类部族为我牵来的一切。
§538νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλʼ ἀνθρώπων §539ἐνθάδʼ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.
你们要守护好神殿,接纳聚集在此的人类部族,并要特别遵循我的指引。
§539a[δείκνυσθε θνητοῖσι· σὺ δὲ φρεσὶ δέξο θέμιστα.
[向凡人展示规章;而你当在心中领受法度。
§539bεἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλʼ ἀλογήσει] §540ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον §541ὕβρις θʼ, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων, §542ἄλλοι ἔπειθʼ ὑμῖν σημάντορες ἄνδρες ἔσονται, §543τῶν ὑπʼ ἀναγκαίῃ δεδμήσεσθʼ ἤματα πάντα.
若有人因愚昧而不服从,反而予以漠视] 无论那是虚妄的言辞,还是虚妄的行径,抑或是凡人常有的狂妄,那么此后必有他人成为你们的统治者,在他们的强迫下,你们将永远屈服,直至永远。
§544εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
这一切都已对你言明;你当在心中谨记。
<milestone type="endquote"> §545καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ· §546αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
” <milestone type="endquote"> 祝你平安,宙斯与勒托之子;而我既会铭记你,也会传唱另一首歌。

词汇与语法注释

  1. §487λύσαντε βοείας — 分词 `λύσαντε` 是双数主格阳性,与同行的双数动词 `κάθετον` 相呼应,尽管这里是对克里特人这一群体(复数)说话。这展示了史诗中双数与复数混用的现象。
  2. §493ὡς μὲν... ὣς — 关联结构,其中第493行的 `ὡς μέν`(正如)引导比较从句,而第495行带有重音的 `ὣς`(这样)引导主句。
  3. §526εἰ δὴ... ἤγαγες· — 第526行由 `εἰ` 引导的条件从句没有直接的归结主句,而是紧接着第527行的 `οὕτω που...`。这是一种省略或感叹式的表达,意为“既然你确实把我们带到了这里(我们也只能接受)”。
  4. §543τῶν ὑπʼ ἀναγκαίῃ — `τῶν` 是属格关系代词,先行词为前一行的“其他统治者”(`ἄλλοι σημάντορες ἄνδρες`)。它由被动意义的动词 `δεδμήσεσθʼ`(被屈服)支配,而 `ὑπʼ ἀναγκαίῃ`(在强迫之下)则是带与格的独立介词短语。

引用这一段

荷马诗颂, 荷马诗颂 3:致阿波罗 §483-546. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg003.humanitext-grc2:483-546

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。