Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.53.1-7.53.4

吉利普斯受挫与叙拉古的火船攻击

第 774 段,共 917 段 · 希腊语

内容简介

吉利普斯企图攻击败退的雅典船只,但被第勒尼安人击退至沼泽。随后在增援部队的交战中,雅典人保住了大部分船只,而叙拉古人则发动了火船袭击。

§7.53.1ὁ δὲ Γύλιππος ὁρῶν τὰς ναῦς τῶν πολεμίων νικωμένας καὶ ἔξω τῶν σταυρωμάτων καὶ τοῦ ἑαυτῶν στρατοπέδου καταφερομένας, βουλόμενος διαφθείρειν τοὺς ἐκβαίνοντας καὶ τὰς ναῦς ῥᾷον τοὺς Συρακοσίους ἀφέλκειν τῆς γῆς φιλίας οὔσης, παρεβοήθει ἐπὶ τὴν χηλὴν μέρος τι ἔχων τῆς στρατιᾶς.
另一方面,吉利普斯眼见敌人的船只被击败,并被冲刷到他们的桩栅和营地之外,为了消灭登岸的敌人,也为了让叙拉古人更容易把这些船只拖走(因为这片土地对他们来说是友好的),便率领一部分军队赶往突堤增援。
§7.53.2καὶ αὐτοὺς οἱ Τυρσηνοί (οὗτοι γὰρ ἐφύλασσον τοῖς Ἀθηναίοις ταύτῃ) ὁρῶντες ἀτάκτως προσφερομένους, ἐπεκβοηθήσαντες καὶ προσπεσόντες τοῖς πρώτοις τρέπουσι καὶ ἐσβάλλουσιν ἐς τὴν λίμνην τὴν Λυσιμέλειαν καλουμένην.
而第勒尼安人(因为他们在此地为雅典人把守)看见吉利普斯等人秩序混乱地逼近,便冲出来迎击,袭向先头部队,将他们击退并赶入了名为利西美利亚的沼泽中。
§7.53.3ὕστερον δὲ πλέονος ἤδη τοῦ στρατεύματος παρόντος τῶν Συρακοσίων καὶ ξυμμάχων καὶ οἱ Ἀθηναῖοι ἐπιβοηθήσαντες καὶ δείσαντες περὶ ταῖς ναυσὶν ἐς μάχην τε κατέστησαν πρὸς αὐτοὺς καὶ νικήσαντες ἐπεδίωξαν καὶ ὁπλίτας τε οὐ πολλοὺς ἀπέκτειναν καὶ τὰς ναῦς τὰς μὲν πολλὰς διέσωσάν τε καὶ ξυνήγαγον κατὰ τὸ στρατόπεδον, δυοῖν δὲ δεούσας εἴκοσιν οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ἔλαβον αὐτῶν καὶ τοὺς ἄνδρας πάντας ἀπέκτειναν.
随后,由于叙拉古人及其盟友已有更多的军队赶到,雅典人也赶来增援,并因担心自己的船只而与对方展开交战;雅典人获胜并追击,杀死了人数不多的重装步兵。 他们救回了大部船只并聚集在营地旁,但叙拉古人及其盟友还是夺取了其中的十八艘,并杀死了所有的船员。
§7.53.4καὶ ἐπὶ τὰς λοιπὰς ἐμπρῆσαι βουλόμενοι ὁλκάδα παλαιὰν κληματίδων καὶ δᾳδὸς γεμίσαντες (ἦν γὰρ ἐπὶ τοὺς Ἀθηναίους ὁ ἄνεμος οὔριος) ἀφεῖσαν [τὴν ναῦν] πῦρ ἐμβαλόντες.
此外,为了烧毁其余的船只,叙古拉人将一艘旧商船装满柴薪和松脂(因为风正朝着雅典人的方向顺风吹去),放火后任其漂流。
καὶ οἱ Ἀθηναῖοι δείσαντες περὶ ταῖς ναυσὶν ἀντεμηχανήσαντό τε σβεστήρια κωλύματα καὶ παύσαντες τήν τε φλόγα καὶ τὸ μὴ προσελθεῖν ἐγγὺς τὴν ὁλκάδα τοῦ κινδύνου ἀπηλλάγησαν.
雅典人因担心自己的船只,设计了灭火及阻挡的器具,不仅扑灭了火焰,还阻止了商船逼近,从而脱离了危险。

词汇与语法注释

  1. 7.53.1τῆς γῆς φιλίας οὔσης — 属格绝对结构(Genitive Absolute),意为“因为土地是友好的(对叙拉古人而言)”。说明了他们能够较容易拖走船只的有利地形背景。
  2. 7.53.1βουλόμενος διαφθείρειν ... καὶ ... ἀφέλκειν — 分词 βουλόμενος(想要)支配由 καί 连接的两个不定式:διαφθείρειν(消灭)和 ἀφέλκειν(拖走)。在后者(ἀφέλκειν)中,宾格的 τοὺς Συρακοσίους 充当该不定式的逻辑主语。
  3. 7.53.3δυοῖν δὲ δεούσας εἴκοσιν — 直译为“缺二的二十”,即表示数量“十八”。分词 δεούσας(源自 δέω,“缺少”,阴性复数宾格)修饰 εἴκοσιν(二十)。
  4. 7.53.4τὸ μὴ προσελθεῖν ἐγγὺς τὴν ὁλκάδα — 这是一个带冠词的不定式短语(τό ... προσελθεῖν),以 τὴν ὁλκάδα 为逻辑主语,并带有否定词 μή。它作为分词 παύσαντες 的直接宾语,意为“阻止商船逼近”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.53.1-7.53.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.53.1-7.53.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。