§5.25.1μετὰ δὲ τὰς σπονδὰς καὶ τὴν ξυμμαχίαν τῶν Λακεδαιμονίων καὶ τῶν Ἀθηναίων, αἳ ἐγένοντο μετὰ τὸν δεκέτη πόλεμον ἐπὶ Πλειστόλα μὲν ἐν Λακεδαίμονι ἐφόρου, Ἀλκαίου δ’ ἄρχοντος Ἀθήνησι, τοῖς μὲν δεξαμένοις αὐτὰς εἰρήνη ἦν, οἱ δὲ Κορίνθιοι καὶ τῶν ἐν Πελοποννήσῳ πόλεών τινες διεκίνουν τὰ πεπραγμένα, καὶ εὐθὺς ἄλλη ταραχὴ καθίστατο τῶν ξυμμάχων πρὸς τὴν Λακεδαίμονα.
\n在拉刻代蒙人与雅典人缔结和约与同盟之后——这些是在十年战争后,当普莱斯托拉斯在拉刻代蒙任监察官、阿尔开乌斯在雅典任执政官时成立的——对于那些接受这些条约的人来说是有和平的;但科林斯人和一些伯罗奔尼撒城市企图动摇已达成的协议,并且盟友中立即兴起了反对拉刻代蒙的新动乱。
§5.25.2καὶ ἅμα καὶ τοῖς Ἀθηναίοις οἱ Λακεδαιμόνιοι προϊόντος τοῦ χρόνου ὕποπτοι ἐγένοντο ἔστιν ἐν οἷς οὐ ποιοῦντες ἐκ τῶν ξυγκειμένων ἃ εἴρητο.
\n\n与此同时,随着时间的推移,拉刻代蒙人也引起了雅典人的怀疑,因为他们在某些方面没有履行协定中所规定的条款。
§5.25.3καὶ ἐπὶ ἓξ ἔτη μὲν καὶ δέκα μῆνας ἀπέσχοντο μὴ ἐπὶ τὴν ἑκατέρων γῆν στρατεῦσαι, ἔξωθεν δὲ μετ’ ἀνοκωχῆς οὐ βεβαίου ἔβλαπτον ἀλλήλους τὰ μάλιστα· ἔπειτα μέντοι καὶ ἀναγκασθέντες λῦσαι τὰς μετὰ τὰ δέκα ἔτη σπονδὰς αὖθις ἐς πόλεμον φανερὸν κατέστησαν.
\n\n在六年零十个月里,他们虽然克制自己不侵入对方的领土,但在不稳固的休战状态下,他们暗中给彼此造成了极大的伤害;然而,此后他们被迫废除了那场十年战争后缔结的和约,再次陷入了公开的战争。