§4.46.1κατὰ δὲ τὸν αὐτὸν χρόνον, καθ’ ὃν ταῦτα ἐγίγνετο, καὶ Εὐρυμέδων καὶ Σοφοκλῆς, ἐπειδὴ ἐκ τῆς Πύλου ἀπῆραν ἐς τὴν Σικελίαν ναυσὶν Ἀθηναίων, ἀφικόμενοι ἐς Κέρκυραν ἐστράτευσαν μετὰ τῶν ἐκ τῆς πόλεως ἐπὶ τοὺς ἐν τῷ ὄρει τῆς Ἰστώνης Κερκυραίων καθιδρυμένους, οἳ τότε μετὰ τὴν στάσιν διαβάντες ἐκράτουν τε τῆς γῆς καὶ πολλὰ ἔβλαπτον.
就在这些事情发生的同时,欧里梅敦和索福克勒斯率领雅典船只从皮洛斯启程前往西西里,在抵达克基拉后,他们与城内的人一同出征,去攻打那些在伊斯托内山上安顿下来的克基拉人;这些人当时在内乱之后渡海过来,控制了该地并造成了极大的危害。
§4.46.2προσβαλόντες δὲ τὸ μὲν τείχισμα εἷλον, οἱ δὲ ἄνδρες καταπεφευγότες ἁθρόοι πρὸς μετέωρόν τι ξυνέβησαν ὥστε τοὺς μὲν ἐπικούρους παραδοῦναι, περὶ δὲ σφῶν τὰ ὅπλα παραδόντων τὸν Ἀθηναίων δῆμον διαγνῶναι.
他们发动攻击并攻占了堡垒,而那些人则成群逃往一处高地,达成了协议:交出他们的辅助部队,至于他们自己,则在交出武器之后,由雅典人民决定其命运。
§4.46.3καὶ αὐτοὺς ἐς τὴν νῆσον οἱ στρατηγοὶ τὴν Πτυχίαν ἐς φυλακὴν διεκόμισαν ὑποσπόνδους, μέχρι οὗ Ἀθήναζε πεμφθῶσιν, ὥστ᾽, ἐάν τις ἁλῷ ἀποδιδράσκων, ἅπασι λελύσθαι τὰς σπονδάς.
于是将领们在休战协定下将他们护送到普提希亚岛进行看管,直到他们被送往雅典;协定规定,如果有人在逃跑时被捕,则所有人的协定均告废除。
§4.46.4οἱ δὲ τοῦ δήμου προστάται τῶν Κερκυραίων, δεδιότες μὴ οἱ Ἀθηναῖοι τοὺς ἐλθόντας οὐκ ἀποκτείνωσι, μηχανῶνται τοιόνδε τι· §4.46.5τῶν ἐν τῇ νήσῳ πείθουσί τινας ὀλίγους, ὑποπέμψαντες φίλους καὶ διδάξαντες ὡς κατ᾽ εὔνοιαν δὴ λέγειν ὅτι κράτιστον αὐτοῖς εἴη ὡς τάχιστα ἀποδρᾶναι, πλοῖον δέ τι αὐτοὶ ἑτοιμάσειν· μέλλειν γὰρ δὴ τοὺς στρατηγοὺς τῶν Ἀθηναίων παραδώσειν αὐτοὺς τῷ δήμῳ τῶν Κερκυραίων.
然而,克基拉平民的领袖们担心雅典人不会处死这些送去的人,便想出了这样一个计策:他们秘密派去一些朋友,唆使他们假装出于好意对岛上的少数几个人说,他们最好尽快逃跑,而他们自己会准备一艘船;因为雅典的将领们正准备把他们交给克基拉平民。