← 希腊诗选

希腊诗选 卷四

§12.246-12.258

美少年花冠与集末尾符的独白

本节收录了斯特拉同关于爱上一对兄弟、日常调情及韶华易逝的短诗,继而呈现了梅莱阿格罗斯以诸美少年之花编织花冠与象征集子终结的尾符自述之诗,最后以斯特拉同声明其诗作乃代各色同好者抒怀的结语作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
246

​Straton ζεῦγος ἀδελφειῶν με φιλεῖ. οὐκ οἶδα τίνʼ αὐτῶν δεσπόσυνον κρίνω· τοὺς δύο γὰρ φιλέω. χὠ μὲν ἀποστείχει, ὁ δʼ ἐπέρχεται· ἔστι δὲ τοῦ μὲν κάλλιστον τὸ παρόν, τοῦ δὲ τὸ λειπόμενον.1

斯特拉同一对兄弟爱上了我。我不知该判定他们何者为我的主宰;因为两人我都喜爱。一个方才离去,另一个便又到来;对于前者,最美乃是当下之貌,而对于后者,最美乃是流连之态。

​Straton οἷον ἐπὶ Τροίῃ ποτʼ ἀπὸ Κρήτης, Θεόδωρε, Ἰδομενεὺς θεράποντʼ ἤγαγε Μηριόνην, τοῖον ἔχω σε φίλον περιδέξιον. ἦ γὰρ ἐκεῖνος ἄλλα μὲν ἦν θεράπων, ἄλλα δʼ ἑταιρόσυνος·2 καὶ σὺ τὰ μὲν βιότοιο πανήμερος ἔργα τέλει μοι· νύκτα δὲ ˘ πειρῶμεν, ναὶ Δία, Μηριόνην.

斯特拉同正如当年伊多墨纽斯从克里特带领侍从墨里奥涅斯前往特洛伊那般,塞奥多洛斯啊,我也拥有你这位八面玲珑的友人。盖因那人某些时候是侍者,某些时候则是同生共死的伴侣;愿你日间为我操持生活俗务,而到了夜晚,指着宙斯起誓,且让我们试一试墨里奥涅斯罢!

​Straton τίς δύναται γνῶναι τὸν ἐρώμενον εἰ παρακμάζει, πάντα συνὼν αὐτῷ μηδʼ ἀπολειπόμενος; τίς δύνατʼ οὐκ ἀρέσαι τὴν σήμερον, ἐχθὲς ἀρέσκων; εἰ δʼ ἀρέσει, τί παθὼν αὔριον οὐκ ἀρέσει;3

斯特拉同若朝夕与之相伴、未尝片刻离弃,又有谁能察觉所爱之人芳华已逝?昨日既令人欣悦,今日又岂能不讨人欢心?今日若依然可心,他又何至于到了明日便不得所爱?

​Straton Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα παιδὸς ἐφʼ ὑαλέην ὄψιν ὑπερπέτασαι; οὐ παύσῃ βομβεῦσα, καὶ ἀνθολόγοισι θέλουσα ποσσὶν ἐφάψασθαι χρωτὸς ἀκηροτάτου; ἔρρʼ ἐπὶ σοὺς μελίπαιδας ὅποι ποτέ, δραπέτι, σίμβλους μή σε δάκω· κἠγὼ κέντρον ἔρωτος ἔχω.

斯特拉同牛尸中生出的蜜蜂啊,你究竟在何处望见了我的蜜糖,竟在少年如琉璃般明澈的面庞上盘旋飞舞?你还不快止住嗡鸣,休想用采花之足去触碰那毫无蜂蜡污浊的娇肤!逃亡之徒啊,快快滚回你养育蜜蛹的蜂巢去罢,免得我将你咬碎;我亦自有一根爱欲之刺!

250

​Straton νυκτερινὴν ἐπίκωμος ἰὼν μεταδόρπιον ὥρην ἄρνα λύκος θυρέτροις εὗρον ἐφεσταότα, υἱὸν Ἀριστοδίκου τοῦ γείτονος· ὃν περιπλεχθεὶς ἐξεφίλουν ὅρκοις πολλὰ χαριζόμενος. νῦν δʼ αὐτῷ τί φέρων δωρήσομαι; οὔτʼ ἀπάτης γὰρ ἄξιος, Ἑσπερίης οὔτʼ ἐπιορκοσύνης.

斯特拉同欢宴之后,乘着夜阑人静的时分游荡,我这匹恶狼竟在门前发现了一只驻足的羔羊,那便是我邻人阿里斯托迪科斯的爱子;我将他紧紧相拥,信誓旦旦、百般承应并热烈吻他。而今我又该奉上何物相赠?因他既不该遭受欺瞒,亦不配领受这夜色中的背誓负约。

​Straton πρόσθε μὲν ἀντιπρόσωπα φιλήματα καὶ τὰ πρὸ πείρας εἴχομεν ἦς γὰρ ἀκμήν, Δίφιλε, παιδάριον. νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων ὕστερον· ἔστω γὰρ πάντα καθʼ ἡλικίην.

斯特拉同从前我们相对而吻,享尽欢会前的诸般前戏,迪菲洛斯啊,只因那时你尚是个稚子;而今我却在向你哀求后庭之欢,趁着这些亦未曾流逝之前;盖因凡事皆须合乎时令年纪。

​Straton Ἐμπρήσω σε, θύρη, τῇ λαμπάδι, καὶ τὸν ἔνοικον συμφλέξας μεθύων, εὐθὺς ἄπειμι φυγάς, καὶ πλώσας Ἀδριανὸν ἐπʼ οἴνοπα πόντον, ἀλήτης φωλήσω γε θύραις νυκτὸς ἀνοιγομέναις.

斯特拉同门扉啊,我定要用火把将你付之一炬,趁着醉意将门内的居客与你一并烧尽,随即化作逃犯远走高飞;泛舟航过酒色的亚得里亚海,做个漂泊四方的流浪汉,隐栖在唯有夜间方始敞开的门扉之下。

​Straton δεξιτερὴν ὀλίγον δὸς ἐπὶ χρόνον, οὐχ ἵνα παύσῃς κεἲ μʼ ὁ καλὸς χλεύην ἔσχε χοροιτυπίης. ἀλλʼ, εἰ μὴ πλευρῇ παρεκέκλιτο πατρὸς ἀκαίρως, οὐκ ἂν δή με μάτην εἶδε μεθυσκόμενον.

斯特拉同伸出右手片刻罢,并非为了叫你止住〔我的〕舞步,哪怕那俊美少年曾将我当作笑柄。然而,若非他偏不逢时地倚卧在父亲身侧,绝不会白白见我这般酩酊大醉。

​Straton ἐκ ποίου ναοῦ, πόθεν ὁ στόλος οὗτος Ἐρώτων, πάντα καταστίλβων; ἄνδρες, ἀμαυρὰ βλέπω. τίς τούτων δοῦλος, τίς ἐλεύθερος; οὐ δύναμʼ εἰπεῖν. ἄνθρωπος τούτων κύριος; οὐ δύναται. εἰ δʼ ἐστίν, μείζων πολλῷ Διός, ὃς Γανυμήδην ἔσχε μόνως, θεὸς ὢν πηλίκος· ὃς δὲ πόσους;

斯特拉同这支使得万物生辉的爱神小队,究竟出自哪座神殿,来自何方?诸位啊,我的眼目已然眩晕昏暗。他们之中何人为奴,何人自由?我实难分辨。凡人岂能做他们的主子?绝无可能!若果真如此,他便远胜宙斯;那位至尊大神亦不过独占了一位伽倪墨得斯,而此人竟占有了多少少年?

255

​Straton οὐδʼ αὐτή σ’ ἡ λέξις, ἀκοινώνητε, διδάσκει, ἐξ ἐτύμου φωνῆς ῥήμασιν ἑλκομένη; πᾶς φιλόπαις λέγεται, Διονύσιε, κοὐ φιλοβούπαις. πρὸς τοῦτʼ ἀντειπεῖν μή τι πάλιν δύνασαι; Πύθιʼ ἀγωνοθετῶ, σὺ δʼ Ὀλύμπια·4 χοὒς ἀποβάλλων ἐκκρίνω, τούτους εἰς τὸν ἀγῶνα δέχῃ.

斯特拉同不知趣的人啊,难道这词语本身,从其真义所引出的字句,竟没有给你启发?狄奥尼修斯啊,世人都被称为“好少年者”,而非“好硕汉者”!对此你难道还能反驳不成?我主持的是皮托竞技,你主持的却是奥林匹亚竞技;凡被我摈弃剔除者,你却尽数迎入赛场之中。

​Meleager πάγκαρπόν σοι, Κύπρι, καθήρμοσε, χειρὶ τρυγήσας παίδων ἄνθος, Ἔρως ψυχαπάτην στέφανον. ἐν μὲν γὰρ κρίνον ἡδὺ κατέπλεξεν Διόδωρον, ἐν δʼ Ἀσκληπιάδην, τὸ γλυκὺ λευκόιον. ναὶ μὴν Ἡράκλειτον ἐπέπλεκεν, ὡς ἀπʼ ἀκάνθης † εἳς ῥόδον, οἰνάνθη δʼ ὥς τις ἔθαλλε Δίων χρυσάνθη δὲ κόμαισι κρόκον Θήρωνα συνῆψεν ἐν δʼ ἔβαλʼ ἑρπύλλου κλωνίον Οὐλιάδην, ἁβροκόμην δὲ Μυΐσκον, ἀειθαλὲς ἔρνος ἐλαίης ἱμερτοὺς δʼ Ἀρέτου κλῶνας ἀπεδρέπετο. ὀλβίστη νήσων ἱερὰ Τύρος, ἣ τὸ μυρόπνουν ἄλσος ἔχει παίδων Κύπριδος ἀνθοφόρον.

梅莱阿格罗斯塞浦路斯女神啊,爱神亲手采撷少年之芳华,为你编织了一具硕果丰盈、诱惑人心的花冠。他将狄奥多罗斯编作甜美的百合,将阿斯克勒庇阿德斯编作甘馨的白罗兰;更将赫拉克利托斯如生于荆棘的蔷薇般编入,而狄翁则宛若葡萄花般绽放;他又将金发的泰龙如番红花般编系其中,投入了犹如百里香嫩枝的乌利亚德斯,编入了秀发柔美的米伊斯科斯这株常青的橄榄幼枝,并采下了阿里图斯那惹人爱怜的枝条。圣洁的提尔在诸岛中最为福祉绵长,它拥有这片散发着芬芳、孕育着塞浦路斯少年之花的树林。

​Meleager ἁ πύματον καμπτῆρα καταγγέλλουσα κορωνίς, ἑρκοῦρος γραπταῖς πιστοτάτα σελίσιν,5 φαμὶ τὸν ἐκ πάντων ἠθροισμένον εἰς ἕνα μόχθον ὑμνοθετᾶν βύβλῳ τᾷδʼ ἐνελιξάμενον ἐκτελέσαι Μελέαγρον, ἀείμνηστον δὲ Διοκλεῖ ἄνθεσι συμπλέξαι μουσοπόλον στέφανον. οὖλα δʼ ἐγὼ καμφθεῖσα δρακοντείοις ἴσα νώτοις, σύνθρονος ἵδρυμαι τέρμασιν εὐμαθίας.

梅莱阿格罗斯我这宣告赛程终末转折处的尾符,书写页册最忠诚的守卫者,宣告梅莱阿格罗斯已将众赞歌作者的劳作聚萃为一,卷入此册之内而告大成,并为狄奥克勒斯用繁花编织就了一顶流芳百世的侍奉诗神之花冠。而我这蜷曲如蛇背的身躯,已端坐在博雅渊深之学的终点之座上。

​Straton ἦ τάχα τις μετόπισθε κλύων ἐμὰ παίγνια ταῦτα, πάντας ἐμοὺς δόξει τοὺς ἐν ἔρωτι πόνους· ἄλλα δʼ ἐγὼν ἄλλοισιν ἀεὶ φιλόπαισι χαράσσω γράμματʼ, ἐπεί τις ἐμοὶ τοῦτʼ ἐνέδωκε θεός.

斯特拉同想必日后有人听闻了我这些嬉戏之作,会以为这所有的情海煎熬皆系我一人所受;然而我不过是在为各色各样的好少年者不断题刻各色诗篇,因有某位神明将这番才赋赐予了我。

语法注5 条
  1. 12.246τὸ λειπόμενον

    名词化的中性分词,意为“离去者/留下者”。与前句的 ὁ μὲν ἀποστείχει(“一者离去”)相呼应,指那位青春芳华即将逝去、带有留恋余韵之美的少年。

  2. 12.247ἄλλα μὲν ἦν θεράπων, ἄλλα δʼ ἑταιρόσυνος

    ἄλλα μὲν ... ἄλλα δέ 为副词性宾格(关系宾格),表示“在某些方面……在另一些方面……”。说明墨里奥涅斯对伊多墨纽斯而言,在某些事务上是从属的侍从,在另一些事务上则是对等的战友。

  3. 12.248τί παθὼν αὔριον οὐκ ἀρέσει;

    习语 τί παθών(字面意为“遭遇了何事?”)意为“究竟出于何故?”。它紧随前句构成反问句,指出绝不可能发生任何变故使得所爱之人到了明日便不再讨人喜爱。

  4. 12.255Πύθιʼ ἀγωνοθετῶ, σὺ δʼ Ὀλύμπια

    Πύθια 与 Ὀλύμπια 均为动词 ἀγωνοθετέω(“主持竞技”)的同族宾格(内在宾格)。因皮托竞技重在少年组(παῖδες)比赛,而奥林匹亚竞技则以成年男子(ἄνδρες)为主,诗人借此竞技典故比喻自己钟情少年与对方嗜好壮汉的悬殊旨趣。

  5. 12.257ἑρκοῦρος γραπταῖς πιστοτάτα σελίσιν

    名词 ἑρκοῦρος(“护栏守卫者”)充当与主语阴性名词 κορωνίς(“卷尾符”)一致的阴性主格补足语,并支配与格 γραπταῖς σελίσιν(“书写之页”)。卷末标记符号在此被拟人化为整部诗卷最忠贞的看护者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.246-12.258