- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.228-12.245
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯特拉同等人的少年爱警句诗,围绕少年青春与美貌的流逝、对负心少年的嘲讽、肉体衰老与欲望的冲突,以及巧妙嵌入喜剧篇名的文字游戏等主题展开讽刺与谐谑的吟咏。
Straton παῖδα μὲν ἠλιτόμηνον ἐς ἄφρονα καιρὸν ἁμαρτεῖν, τῷ πείθοντι φέρει πλεῖον ὕβρισμα φίλῳ. ἤδη δʼ ἐν νεότητι παρήλικα παιδικὰ πάσχειν, τῷ παρέχοντι πάλιν τοῦτο δὶς αἰσχρότερον. ἔστι δʼ ὅτʼ ἀμφοτέροις τὸ μὲν οὐκέτι, Μοῖρι, τὸ δʼ οὔπω ἀπρεπές,1 οἷον ἐγὼ καὶ σὺ τὸ νῦν ἔχομεν.
斯特拉同 年岁未足的孩子在懵懂尚幼的岁月中失足, 给劝诱他的友人招致更大的非难; 但在青春韶华已过之时仍去承受娈童之欢, 对于委身顺从者而言,反倒是加倍的可耻。 然而莫伊里斯啊,有时对双方来说,一者已不再、另一者尚不致 失却体统,正如当下的你我一般。
Straton ὡς ἀγαθὴ θεός ἐστι, διʼ ἣν ὑπὸ κόλπον, Ἄλεξι, πτύομεν, ὑστερόπουν ἁζόμενοι Νέμεσιν. ἣν σὺ μετερχομένην οὐκ ἔβλεπες, ἀλλʼ ἐνόμιζες ἕξειν τὸ φθονερὸν κάλλος ἀειχρόνιον. νῦν δὲ τὸ μὲν διόλωλεν ἐλήλυθε δʼ ἡ τριχάλεπτος δαίμων χοἰ θέραπες νῦν σε παρερχόμεθα.
斯特拉同 那是何等良善的女神,阿莱克西斯啊,正是为了她,我们才向怀中 啐唾沫,敬畏着那虽迟必至的复仇女神涅墨西斯! 当她步步逼近时你视而不见,反而以为 自己将永远占有那令人嫉羡的美色。 而今美貌已然逝去,那使人生出杂毛的 神祇降临了;昔日的追随者们,如今皆与你擦肩而过。
Callimachus τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει, τετράκι μισοίης· εἰ δὲ φιλεῖ, φιλέοις· ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, Οὐράνιε Ζεῦ, καὶ σὺ ποτʼ ἠράσθης. οὐκέτι μακρὰ λέγω.
卡利马科斯 那肤色微黑却极尽俊美的塞奥克利托斯,倘若他恨我, 愿你四倍地恨他;倘若他爱我,愿你垂爱于他! 是的,凭着那秀发如云的伽倪墨得斯起誓,天上的宙斯啊, 你也曾陷入爱河。我不再多言。
Straton Εὐκλείδῃ φιλέοντι πατὴρ θάνεν ἆ μάκαρ αἰεί, καὶ πρὶν ἐς ὅττι θέλοι χρηστὸν ἔχων πατέρα καὶ νῦν εὔφρονα νεκρόν. ἐγὼ δʼ ἔτι λάθρια παίζω· φεῦ μοίρης τε κακῆς καὶ πατρὸς ἀθανάτου.
斯特拉同 正值热恋的欧克莱德斯死了父亲。啊,永远有福之人! 昔日他拥有一位凡他所愿皆宽厚随顺的父亲, 如今又得了一具安然祥和的遗体。而我却仍在偷偷摸摸地嬉戏: 唉,可悲的命运,以及长生不死的父亲!
Scythinus ὀρθὸν νῦν ἕστηκας ἀνώνυμον οὐδὲ μαραίνῃ, ἐντέτασαι δʼ ὡς ἂν μή ποτε παυσόμενον2 ἀλλʼ ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτόν, πάντα διδούς ἃ θέλω, νεκρὸν ἀπεκρέμασο. τείνεο, καὶ ῥήσσου, καὶ δάκρυε πάντα ματαίως, οὐχ ἕξεις ἔλεον χειρὸς ἀφʼ ἡμετέρης.
斯库提诺斯 如今你倒笔挺直立、不可名状,毫无萎顿之态, 绷紧得仿佛永不停歇; 然而当涅墨塞诺斯将整个身躯依偎在我身旁、 将我所渴求的一切尽数应允之时,你却如死尸般颓然耷拉! 去绷紧罢,去炸裂罢,枉自垂下万般泪水罢, 从我们手中,你休想得到半点怜悯!
Marcus cornelius fronto τὴν ἀκμὴν Θησαυρὸν ἔχειν, κωμῳδέ, νομίζεις,3 οὐκ εἰδὼς αὐτὴν Φάσματος ὀξυτέρην. ποιήσει σ’ ὁ χρόνος Μισούμενον, εἶτα Γεωργόν, καὶ τότε μαστεύσεις τὴν Περικειρομένην.
马库斯·科尔奈利乌斯·弗隆托 喜剧伶人啊,你以为把青春韶华当作了一笔“宝藏”, 却不知它比一阵“幻影”消逝得更快。 岁月定会使你沦为“受厌恶者”,继而变为“农夫”, 到了那时,你便不得不去苦苦找寻那“被剪下秀发的女子”。
Straton εἰ κάλλει καυχᾷ, γίνωσχʼ ὅτι καὶ ῥόδον ἀνθεῖ· ἀλλὰ μαρανθὲν ἄφνω σὺν κοπρίοις ἐρίφη. ἄνθος γὰρ καὶ κάλλος ἴσον χρόνον ἐστὶ λαχόντα· ταῦτα δʼ ὁμῇ φθονέων ἐξεμάρανε χρόνος.
斯特拉同 你若自矜美貌,须知名花蔷薇亦曾盛开; 可一旦凋零,便忽地与粪土秽物弃置一处。 盖因花朵与美色分得了同等的寿数; 而岁月出于嫉妒,将它们一同摧残枯槁。
Straton εἰ μὲν γηράσκει τὸ καλόν, μετάδος, πρὶν ἀπέλθῃ εἰ δὲ μένει, τί φοβῇ τοῦθʼ ὃ μένει διδόναι;
斯特拉同 倘若美貌终将老去,便在它离去前与人分享; 倘若它永驻不灭,你又何惧赠予这永驻之物?
Straton εὐνοῦχός τις ἔχει καλὰ παιδία· πρὸς τίνα χρῆσιν; καὶ τούτοισι βλάβην οὐχ ὁσίην παρέχει. ὄντως ὡς ὁ κύων φάτνῃ ῥόδα, μωρὰ δʼ ὑλακτῶν οὔθʼ αὑτῷ παρέχει τἀγαθὸν, οὔθʼ ἑτέρῳ.
斯特拉同 某位阉官养着几位俊美少年——究竟作何用处? 他竟对他们施加了不道德的伤害。 真如槽头守着蔷薇的恶犬,徒劳愚蠢地吠叫, 既不将好事给予自己,亦不留给旁人。
Straton χαῖρε σύ, μισοπόνηρε πεπλασμένε, χαῖρε, βάναυσε ὁ πρῴην ὀμόσας μηκέτι μὴ διδόναι. μηκέτι νῦν ὀμόσῃς. ἔγνωκα γάρ, οὐδέ με λήθεις· οἶδα τὸ ποῦ, καὶ πῶς, καὶ τίνι, καὶ τὸ πόσου.
斯特拉同 你好啊,道貌岸然装作痛恨恶行之人;你好啊,市井小人, 前几日还发誓决不再屈从委身! 如今切莫再赌咒发誓了。因为我早已察觉,你瞒不过我: 在何处、如何做、给了何人、索价多少,我尽皆知晓!
Straton ἀλλήλοις παρέχουσιν ἀμοιβαδίην ἀπόλαυσιν οἱ κύνεοι πῶλοι μειρακιευόμενοι· ἀμφαλλὰξ δʼ οἱ αὐτοὶ ἀπόστροφα νωτοβατοῦνται, τὸ δρᾶν καὶ τὸ παθεῖν ἀντιπεραινόμενοι. οὐ πλεονεκτεῖται δʼ οὐδʼ ἅτερος· ἄλλοτε μὲν γὰρ ἵσταται ὁ προδιδοὺς ἄλλοτʼ ὄπισθε πάλιν. τοῦτʼ ἐστὶν πάντως τὸ προοίμιον· εἰς γὰρ ἀμοιβήν, ὡς λέγεται, κνήθειν οἶδεν ὄνος τὸν ὄνον.
斯特拉同 他们彼此奉献着轮流享乐的愉悦, 这群模仿着少年模样的不知羞耻的小马驹; 同样是他们,背对背轮番骑跨上对方的身躯, 相互交替履行着主动与被动的角色。 哪一方都不曾吃亏;因为有时 先前委身者直立在前,有时他又再次转到身后。 这完全是那序曲;正如俗话所说, 为了礼尚往来,“驴子懂得替驴子搔痒”。
Straton πέντʼ αἰτεῖς, δέκα δώσω· ἐείκοσι δʼ † ἀντία ἕξεις. ἀρκεῖ σοι χρυσοῦς; ἤρκεσε καὶ Δανάῃ.
斯特拉同 你索要五枚,我便给十枚;若是二十枚,你自当换得对等之物。 一枚金币于你可够?当年对于达那厄,这也已然足够。
Straton ἤδη μοι πολιαὶ μὲν ἐπὶ κροτάφοισιν ἔθειραι, καὶ πέος ἐν μηροῖς ἀργὸν ἀποκρέμαται· ὄρχεις δʼ ἄπρηκτοι, χαλεπὸν δέ με γῆρας ἱκάνει. οἴμοι· πυγίζειν οἶδα, καὶ οὐ δύναμαι.
斯特拉同 如今我的双鬓已然染霜, 阳物在两股间无所作为地耷拉着; 双睾毫无用场,严酷的暮年向我袭来。 唉!我虽深谙其道,却已无能为力。
Straton ἄγκιστρον πεπόηκας, ἔχεις ἰχθὺν ἐμέ, τέκνον· ἕλκε μʼ ὅπου βούλει· μὴ τρέχε, μή σε φύγω.
斯特拉同 你造出了鱼钩,把我当作了游鱼,孩子啊; 随你心意将我牵引至何方罢;只求莫要快跑,免得我脱钩逃离了你。
Straton πρῴην τὴν σαύραν ῥοδοδάκτυλον, Ἄλκιμʼ, ἔδειξας· νῦν αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχεις.
斯特拉同 日前你展示过你那“生着蔷薇色手指”的蜥蜴,阿尔基莫斯啊; 而今你拥有的,竟已是“生着蔷薇色臂膀”的大家伙了。
Straton εἴ με τὸ πυγίζειν ἀπολώλεκε, καὶ διὰ τοῦτο † ἐκτρέφομαι ποδαγρῶν, Ζεῦ, κρεάγραν με πόει.
斯特拉同 倘若交媾使我毁坏,且由于这番缘故 我饱受痛风折磨,宙斯啊,便将我变成一把取肉钩罢!
Straton ἢν ἐσίδω τινὰ λευκόν, ἀπόλλυμαι· ἢν δὲ μελίχρουν, καίομαι· ἢν ξανθὸν δʼ, εὐθὺς ὅλος λέλυμαι.
斯特拉同 若望见一位肤白如雪者,我便神魂颠倒;若是一位蜜色肌肤者, 我便欲火中烧;若是一位金发少年,我顿时浑身酥软瘫绝。
Straton πᾶν ἄλογον ζῷον βινεῖ μόνον οἱ λογικοὶ δὲ τῶν ἄλλων ζῴων τοῦτʼ ἔχομεν τὸ πλέον, πυγίζειν εὑρόντες. ὅσοι δὲ γυναιξὶ κρατοῦνται, τῶν ἀλόγων ζῴων οὐδὲν ἔχουσι πλέον.
斯特拉同 凡属无理性的畜类,皆只会正面交配;而我们有理性之人 发明了后庭之交,方才拥有了凌驾于其他禽兽的 这番长处。然而那些屈从于妇人摆布之人, 相较于无理性的禽兽,毫无半分优势可言。
- 12.228τὸ μὲν οὐκέτι, Μοῖρι, τὸ δʼ οὔπω ἀπρεπές
省略对照结构。呼应第1行与第3行分别陈述的两种过失:即过幼之童误入歧途(ἠλιτόμηνον ἁμαρτεῖν)以及超龄青年承受被动娈童之欢(παρήλικα παιδικὰ πάσχειν)。对于双方(劝诱者与委身者)而言,前者(τὸ μέν)已“不再”有失体统(οὐκέτι [ἀπρεπές],因莫伊里斯已脱稚龄),后者(τὸ δέ)尚“不致”有失体统(οὔπω [ἀπρεπές],因莫伊里斯尚未超龄),以此简练的省略句表明当下对双方而言皆恰逢其时。
- 12.232ὡς ἂν μή ποτε παυσόμενον
ὡς ἄν 接分词主格(中性单数)的结构。在此作为副词性分词短语修饰 ἐντέτασαι,用以描写主语(阳物)的状态,表达主观假设或样态(“仿佛绝不会停歇一般”)。παυσόμενον 为动词 παύομαι 的将来时中间位分词。
- 12.233τὴν ἀκμὴν Θησαυρὸν ἔχειν, κωμῳδέ, νομίζεις
巧妙地将米南德新喜剧的剧名(《宝藏》《幻影》《受厌恶者》《农夫》《截发女子》)作为普通名词或宾语直接编织进句法结构的双关构词。此处 Θησαυρόν 既是剧名,又作为 ἔχειν 的宾语;随后的 Φάσματος 作比较属格,Μισούμενον 与 Γεωργόν 作 ποιήσει 的双重宾格(宾语补足语),Περικειρομένην 则作 μαστεύσεις 的直接宾语。
