- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.48-11.60
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
从阿那克里翁定制酒杯和欧埃诺斯论节制饮酒开始,诸位诗人咏叹了情欲、青春与生命的短暂、老年的痛饮,并将美酒奉为超越繁重劳作与世俗荣华的至上之乐。
Anacreon τὸν ἄργυρον τορεύσας Ἥφαιστέ μοι ποίησον πανοπλίαν μὲν οὐχί, ποτήριον δὲ κοῖλον ὅσον δύνῃ βάθυνον. ποίει δέ μοι κατʼ αὐτοῦ μηδʼ ἄστρα, μηδʼ ἁμάξας, μὴ στυγνὸν Ὠρίωνα, ἀλλʼ ἀμπέλους χλοώσας, καὶ βότρυας γελῶντας, σὺν τῷ καλῷ Λυαίῳ.
阿那克里翁 赫淮斯托斯啊,请为我雕琢白银, 切莫打造全身的甲胄, 而是造一只凹陷的杯盏, 尽你所能造得幽深。 切莫在杯面上为我刻上 繁星,切莫刻上车星, 亦莫刻上阴森的猎户座, 而是刻上青葱的葡萄藤, 以及微笑的葡萄串, 并伴着俊美的吕艾俄斯。 欧埃诺斯
Euenus Βάκχου μέτρον ἄριστον, ὃ μὴ πολύ, μηδʼ ἐλάχιστον· ἔστι γάρ ἢ λύπης αἴτιος ἢ μανίης. χαίρει κιρνάμενος δὲ τρισὶν Νύμφαισι τέταρτος·1 τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος· εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν Ἔρωτας, βαπτίζει δʼ ὕπνῳ γείτονι τοῦ θανάτου.
巴克科斯最适宜的分量,既非过量,亦非极少; 因它乃是悲伤或癫狂的起因。 当他作为第四者与三位宁芙调和时最为欢悦; 彼时他对洞房花烛亦最为相称; 可若他狂暴肆虐,便会驱散爱神, 将人沉溺于与死亡比邻的酣睡之中。
Automedon εὐδαίμων, πρῶτον μὲν ὁ μηδενὶ μηδὲν ὀφείλων· εἶτα δʼ ὁ μὴ γήμας τὸ τρίτον, ὅστις ἄπαις. ἢν δὲ μανεὶς γήμῃ τις, ἔχει χάριν, ἢν κατορύξῃ εὐθὺς τὴν γαμετήν, προῖκα λαβὼν μεγάλην. ταῦτʼ εἰδὼς σοφὸς ἴσθι μάτην δʼ Ἐπίκουρον ἔασον ποῦ τὸ κενὸν ζητεῖν,2 καὶ τίνες αἱ μονάδες.
奥托墨冬 幸福之人,首推那不欠任何人分文之徒; 其次是未曾娶妻之人;第三则是膝下无子之人。 若有人发疯娶了妻,只要收下丰厚妆奁后 立时将妻子下葬,那便算得一件美事。 明了此理,便当明哲;且任凭伊壁鸠鲁徒然去寻索 虚空位于何处,以及单子(微粒)究竟为何物。
Anonymi Epigrammatici τῆς ὥρας ἀπόλαυε· παρακμάζει ταχὺ πάντα· ἓν θέρος ἐξ ἐρίφου τρηχὺν ἔθηκε τράγον.
佚名短诗作者 尽情享用青春的盛年吧;万物皆迅速凋零; 短短一个夏天,便让羊羔变成了粗野的牡羊。
Anonymi Epigrammatici Παιδείῳ, Θρασύβουλε, σαγηνευθεὶς ὑπʼ ἔρωτι ἀσθμαίνεις, δελφὶς ὥς τις ἐπʼ αἰγιαλοῦ κύματος ἱμείρων δρέπανον δέ σοι οὐδὲ τὸ Περσέως ἀρκεῖ ἀποτμῆξαι δίκτυον ᾧ δέδεσαι.
佚名短诗作者 斯拉叙布洛斯啊,被对少年的爱欲之网所擒, 你剧烈喘息,宛如沙滩上 渴望波浪的游豚;然而即便用珀耳修斯的弯镰, 亦不足以割断紧缚着你的罗网。
Anonymi Epigrammatici τὸ ῥόδον ἀκμάζει βαιὸν χρόνον ἢν δὲ παρέλθῃ, ζητῶν εὑρήσεις οὐ ῥόδον, ἀλλὰ βάτον.
佚名短诗作者 玫瑰绽放唯有片刻时光;若这时光逝去, 你纵然寻索,所寻见的亦非玫瑰,而唯有荆棘。
Palladas γηραλέον με γυναῖκες ἀποσκώπτουσι, λέγουσαι εἰς τὸ κάτοπτρον ὁρᾶν λείψανον ἡλικίης. ἀλλʼ ἐγὼ εἰ λευκὰς φορέω τρίχας, εἴτε μελαίνας, οὐκ ἀλέγω, βιότου πρὸς τέλος ἐρχόμενος. εὐόδμοις δὲ μύροισι καὶ εὐπετάλοις στεφάνοισι καὶ Βρομίῳ παύω φροντίδας ἀργαλέας.
帕拉达斯 妇人们嘲笑我年迈,唤我 照照镜子,瞧瞧岁月的残存碎片。 然而不论我是顶着白发,还是生着黑发, 当我步向生命的终点时,我全然不在乎; 借着芬芳的香膏、繁茂的花冠 以及布罗米俄斯的美酒,我遣散了痛苦的愁绪。
Palladas δὸς πιέειν, ἵνα Βάκχος ἀποσκεδάσειε μερίμνας, ἂψ ἀναθερμαίνων ψυχομένην κραδίην.
帕拉达斯 给我酒喝吧,好让巴克科斯驱散忧虑, 重新温暖那日渐冰凉的心灵。
Anonymi Epigrammatici πῖνε καὶ εὐφραίνου· τί γάρ αὔριον, ἢ τί τὸ μέλλον, οὐδεὶς γινώσκει. μὴ τρέχε, μὴ κοπία, ὡς δύνασαι, χάρισαι, μετάδος, φάγε, θνητὰ λογίζου· τὸ ζῆν τοῦ μὴ ζῆν οὐδὲν ὅλως ἀπέχει. πᾶς ὁ βίος τοιόσδε, ῥοπὴ μόνον ἂν προλάβῃς, σοῦ,3 ἂν δὲ θάνῃς, ἑτέρου πάντα, σὺ δʼ οὐδὲν ἔχεις.
佚名短诗作者 畅饮开怀吧;因为明日如何,未来怎样, 无人知晓。莫奔忙,莫辛劳; 尽你所能,施恩,分享,饱食,思忖终有一死之身; 活着与未曾活着,全然没有分别。 整个人生皆是如此:唯有当你抢先握住的那一瞬,才归你所有; 而一旦亡故,一切皆属旁人,你则一无所有。
Agathias Scholasticus γαστέρα μὲν σεσάλακτο4 γέρων εὐώδεϊ Βάκχῳ Οἰνοπίων, ἔμπης δʼ οὐκ ἀπέθηκε δέπας· ἀλλʼ ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρί, ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ. οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδʼ ἀπʼ ἀριθμοῦ τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας. πῖνε, γέρον, καὶ ζῆθι· μάτην δʼ ἄρα θεῖος Ὅμηρος τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.
阿加提亚斯·斯克拉斯提科斯 老翁俄诺皮翁腹中虽已灌满飘香的巴克科斯之酒, 却仍不肯放下手中的酒杯; 反倒犹自口渴,怪责起自己的手, 抱怨它从调酒缸中什么也没舀出。 而年轻人们早已鼾声大作,甚至没有气力 辨别清点那些仍在被饮用的酒杯。 痛饮吧,老翁,好好活着;看来神圣的荷马 称白发苍苍的晚年终将被青春耗竭,完全是一派妄言。
Macedonius II ἤθελον οὐ χρυσόν τε καὶ ἄστεα μυρία γαίης, οὐδʼ ὅσα τὰς Θήβας εἶπεν Ὅμηρος ἔχειν ἀλλʼ ἵνα μοι τροχόεσσα κύλιξ βλύσσειε Λυαίῳ, χείλεος ἀενάῳ νάματι λουομένου, καὶ γεραρῶν συνέπινε λάλος χορός, οἱ δὲ περισσοὶ ἀνέρες ἐργατίναι κάμνον ἐφʼ ἡμερίσιν. οὗτος ἐμοὶ πολὺς ὄλβος, ἀεὶ φίλος· οὐδʼ ἀλεγίζω τῶν χρυσέων ὑπάτων, τὴν φιάλην κατέχων.
马其顿尼乌斯二世 我从未希冀黄金与大地上数不胜数的城池, 亦未希冀荷马所言忒拜城所拥有的一切财富; 唯愿那滚圆的酒杯为我涌流吕艾俄斯的美酒, 让我的唇吻受着不绝泉流的滋润, 愿健谈的长者之队同聚畅饮,而余下众多的 农夫劳工们,则在栽培的葡萄藤下辛劳流汗。 这于我便是巨大且永恒喜爱的财富;手握这只酒盏, 我绝不把身佩黄金的执政官们放在眼里。
Macedonius II Χανδοπόται, βασιλῆος ἀεθλητῆρες Ἰάκχου, ἔργα κυπελλομάχου στήσομεν εἰλαπίνης, Ἰκαρίου σπένδοντες ἀφειδέα δῶρα Λυαίου· ἄλλοισιν μελέτω Τριπτολέμοιο γέρα, ᾗχι βόες, καὶ ἄροτρα, καὶ ἱστοβοεύς, καὶ ἐχέτλη, καὶ στάχυς, ἁρπαμένης ἴχνια Φερσεφόνης. εἴ ποτε δὲ στομάτεσσι βαλεῖν τινα βρῶσιν ἀνάγκη, ἀσταφὶς οἰνοπόταις ἄρκιος ἡ Βρομίου.
马其顿尼乌斯二世 豪饮之徒啊,王者伊阿克科斯的勇士们, 我们要以酒杯为兵刃,摆开盛宴之战, 倾注伊卡里俄斯之友吕艾俄斯毫不吝惜的恩赐; 且让旁人去操心特里普托勒摩斯的功业, 那儿有耕牛、犁具、犁辕、犁把, 以及麦穗——被掠走的珀耳塞福涅之足迹。 假若何时必须向口中投送些许食物, 对饮酒者而言,布罗米俄斯的葡萄干便已足够。
Paulus Silentiarius σπείσομεν οἰνοποτῆρες ἐγερσιγέλωτι Λυαίῳ· ὤσομεν ἀνδροφόνον φροντίδα ταῖς φιάλαις, σιτοδόκῳ δʼ ἄγραυλος ἀνὴρ βαρύμοχθος ἰάλλοι γαστρὶ μελαμπέπλου μητέρα Φερσεφόνης· ταυροφόνων δʼ ἀμέγαρτα καὶ αἱμαλέα κρέα δόρπων θηρσὶ καὶ οἰωνοῖς λείψομεν ὠμοβόροις· ὀστέα δʼ αὖ νεπόδων ταμεσίχροα χείλεσι φωτῶν εἰξάτω οἷς Ἀίδης φίλτερος ἠελίου· ἡμῖν δʼ ὀλβιόδωρον ἀεὶ μέθυ καὶ βόσις ἔστω καὶ ποτὸν ἀμβροσίην δʼ ἄλλος ἔχειν ἐθέλοι.
保卢斯·西伦蒂亚里乌斯 饮酒之辈啊,让我们向唤醒笑颜的吕艾俄斯奠酒; 让我们用酒盏推开噬人性命的忧虑, 且让田间辛劳的农夫将黑袍珀耳塞福涅的母亲 送入他容纳谷物的肚腹中去吧; 屠牛之宴上令人不悦且血腥的肉块, 就留给啖食生肉的野兽与飞禽吧; 至于割裂肌肤的鱼骨,且让给那些视哈得斯 甚于太阳之人的唇吻吧; 而于我们,愿赐予福祉的美酒永远是食粮 与饮品;至于神馔仙馐,就任凭旁人去希冀吧。
- 11.49τρισὶν Νύμφαισι τέταρτος
序数词 τέταρτος 作表语(同位语)使用,意为酒与三位宁芙(代表三份水)调和,作为第四个成分加入。这是表达古希腊经典的“三份水配一份酒”调配比例的句法惯用表达。
- 11.50μάτην δʼ Ἐπίκουρον ἔασον ποῦ τὸ κενὸν ζητεῖν
命令动词 ἔασον 带宾语及不定式结构(Ἐπίκουρον ... ζητεῖν),意为“任凭伊壁鸠鲁去探寻……”。副词 μάτην 既可修饰不定式 ζητεῖν(“徒劳地寻索”),亦可修饰主谓结构(“当作无益之事而随他去”);结合上下文语境与词序,指斥此类哲学探求全然无益。
- 11.56ῥοπὴ μόνον ἂν προλάβῃς, σοῦ
省去了系动词 ἐστί 的紧缩句。ῥοπὴ μόνον(仅仅瞬间的倾斜/片刻)为主语,表示所有的属格 σοῦ 作表语,内嵌条件从句 ἂν προλάβῃς(“若你抢先抓住”),意为“唯有你抢先占有的片刻才属于你”。
- 11.57γαστέρα μὲν σεσάλακτο
动词 σεσάλακτο 是 σαλάσσω(摇荡、填满)的直陈式过去完成时中被动态第三人称单数。γαστέρα 既可视为关系宾格/动作所及身体部位的宾格(“就腹部而言已被装得晃荡”),亦可视为中动态直接支配的宾语(“使自己的肚腹满溢震颤”)。
