- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.34-11.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诸诗在生命苦短与死亡的背景下颂扬日常的愉悦,涉及弃绝奢靡的素朴聚餐、衰老的降临、埃勒乌西斯密仪以及适度节制的饮酒之道。
Philodemus Λευκοΐνους πάλι δὴ καὶ ψάλματα, καὶ πάλι Χίους οἴνους, καὶ πάλι δὴ σμύρναν ἔχειν Συρίην, καὶ πάλι κωμάζειν, καὶ ἔχειν πάλι διψάδα πόρνην οὐκ ἐθέλω· μισῶ ταῦτα τὰ πρὸς μανίην.1 ἀλλά με ναρκίσσοις ἀναδήσατε, καὶ πλαγιαύλων γεύσατε, καὶ κροκίνοις χρίσατε γυῖα μύροις, καὶ Μυτιληναίῳ τὸν πνεύμονα τέγξατε Βάκχῳ, καὶ συζεύξατέ μοι φωλάδα παρθενικήν.
斐洛得摩斯 再次索求白紫罗兰〔花冠〕与拨弦琴音,再次要来希俄斯 美酒,再次要来叙利亚的没药, 再次狂欢欢宴,再次拥抱渴求无度之妓女, 我绝不愿;我憎恨这些驱人发狂之物。 不如用黄水仙编冠戴在我头上,让我聆听 横笛之声,用番红花香膏涂抹我的肢体, 用米蒂利尼的巴克科斯润泽我的肺脏, 并为我配上一位深闺自守的纯朴处女。
Philodemus Κράμβην Ἀρτεμίδωρος, Ἀρίσταρχος δὲ τάριχον, βολβίσκους δʼ ἡμῖν δῶκεν Ἀθηναγόρας, ἡπάτιον Φιλόδημος, Ἀπολλοφάνης δὲ δύο μνᾶς χοιρείου, καὶ τρεῖς ἦσαν ἀπʼ ἐχθὲς ἔτι. ᾠόν, καὶ στεφάνους, καὶ σάμβαλα, καὶ μύρον ἡμῖν λάμβανε, καὶ δεκάτης εὐθὺ θέλω παράγειν.
斐洛得摩斯 阿耳忒弥多罗斯带来了卷心菜,阿里斯塔科斯带来了咸鱼, 雅典那哥拉斯为我们提供了小野洋葱, 斐洛得摩斯带来了一点肝脏,阿波罗法涅斯拿出了两明那 猪肉,另外从昨日起还剩下三明那。 去为我们取来鸡蛋、花冠、凉鞋和香膏, 到了十点整,我便打算直接前往。
Philippus ἡνίκα μὲν καλὸς ἦς, Ἀρχέστρατε, κἀμφὶ παρειαῖς οἰνωπαῖς ψυχὰς ἔφλεγες ἠιθέων, ἡμετέρης φιλίης οὐδεὶς λόγος· ἀλλὰ μετʼ ἄλλων παίζων, τὴν ἀκμὴν ὡς ῥόδον ἠφάνισας. ὡς δʼ ἐπιπερκάζεις μιαρῇ τριχί, νῦν φίλον ἕλκων, τὴν καλάμην δωρῇ, δοὺς ἑτέροις τὸ θέρος.
腓力 当你容貌俊美之时,阿耳刻斯特拉托斯啊,当你那如酒般泛红的 双颊点燃青年们的灵魂之时, 我们的情谊全不被你放在心上;你与其他同伴 嬉戏游乐,将青春的华年如玫瑰般损耗殆尽。 如今你的面庞蒙上了可鄙的髭须,你倒拉着我称兄道弟, 将丰收尽数献给旁人,却把麦茬作为馈赠留给我。
Antipater ἤδη τοι φθινόπωρον, Ἐπίκλεες, ἐκ δὲ Βοώτου ζώνης Ἀρκτούρου λαμπρὸν ὄρωρε σέλας· ἤδη καὶ σταφυλαὶ δρεπάνης ἐπιμιμνήσκονται, καί τις χειμερινὴν ἀμφερέφει καλύβην. σοὶ δʼ οὔτε χλαίνης θερμὴ κροκύς, οὔτε χιτῶνος ἔνδον ἀποσκλήσῃ δʼ ἀστέρα μεμφόμενος.
安提帕特 如今已是深秋,埃庇克勒斯啊,从牧夫座的 腰带间,大角星已升起耀眼的光芒; 如今葡萄串亦想起了收割的镰刀, 人们正为抵御严冬的草庐修补屋顶。 而你既无厚披风温暖的绒毛,内中亦无 短袍;你只能一边怨怪星辰,一边在寒冻中僵毙。
Polemon i ἡ πτωχῶν χαρίεσσα πανοπλίη ἀρτολάγυνος αὕτη, καὶ δροσερῶν ἐκ πετάλων στέφανος, καὶ τοῦτο φθιμένοιο προάστιον ἱερὸν ὀστεῦν ἐγκεφάλου, ψυχῆς φρούριον ἀκρότατον. πῖνε, λέγει τὸ γλύμμα, “καὶ ἔσθιε καὶ περίκεισο ἄνθεα· τοιοῦτοι γινόμεθʼ ἐξαπίνης. ”
波勒蒙一世 这干粮袋与酒瓶乃是穷人华美的全身甲胄, 这花冠乃是由凝露的花瓣织成, 而这乃是死者神圣的边城、头颅之骨, 是灵魂最为崇高的要塞。 “痛饮吧,”雕刻如是说道,“大嚼吧,佩戴上 鲜花吧;转瞬之间,我们便会化作这般模样。”
Macedonius i ἐχθές μοι συνέπινε γυνή, περὶ ἧς λόγος ἔρρει οὐχ ὑγιής. παῖδες, θραύσατε τὰς κύλικας.
马其顿尼乌斯一世 昨日与我同饮的妇人,坊间流传着关于她的 不洁谣言。仆人们,将那些酒杯砸得粉碎!
Antistius Εὐμένεος Κλεόδημος ἔτι βραχύς· ἀλλὰ χορεύει σὺν παισὶν βαιῷ μικρὸς ἔτʼ ἐν θιάσῳ· ἠνίδε καὶ στικτοῖο δορὴν ἐζώσατο νεβροῦ, καὶ σείει ξανθῆς κισσὸν ὑπὲρ κεφαλῆς· ὦνα σύ μιν Καδμεῖε τίθει μέγαν, ὡς ἂν ὁ μύστης ὁ βραχὺς ἡβήτας αὖθις ἄγοι θιάσους.
安提斯提乌斯 欧墨涅斯之子克勒俄得摩斯尚且幼小;但他已身段娇小地 与童子们一道,在小小的信徒队伍中起舞; 看啊,他已系上了斑驳小鹿的皮囊, 在金黄的头颅上摇曳着常春藤; 卡德摩斯的王者啊,请使他茁壮成长,好让这幼小的 入密者日后能率领青年信徒的队伍狂欢。
Philodemus ἑπτὰ τριηκόντεσσιν ἐπέρχονται λυκάβαντες,2 ἤδη μοι βιότου σχιζόμεναι σελίδες· ἤδη καὶ λευκαί με κατασπείρουσιν ἔθειραι, Ξανθίππη, συνετῆς ἄγγελοι ἡλικίης. ἀλλʼ ἔτι μοι ψαλμός τε λάλος κῶμοί τε μέλονται, καὶ πῦρ ἀπλήστῳ τύφετʼ ἐνὶ κραδίῃ. αὐτὴν ἀλλὰ τάχιστα κορωνίδα γράψατε, Μοῦσαι, ταύτην ἡμετέρης, δεσπότιδες, μανίης.
斐洛得摩斯 三十岁之上又添了七个春秋, 我生命的篇页已然逐渐被撕下; 白发已如霜雪般飘落在我的头上, 克珊提佩啊,这是明晓事理之岁月的信使。 但我心中依然系挂着多情的琴韵与欢宴, 贪求不足的胸膛里火焰仍在暗燃。 缪斯们啊,我的女主们,请尽快写下这道 画龙点睛之笔,作为我们这番狂乱的终曲吧。
Crinagoras εἰ καί σοι ἑδραῖος ἀεὶ βίος, οὐδὲ θάλασσαν ἔπλως, χερσαίας τʼ οὐκ ἐπάτησας ὁδούς, ἔμπης Κεκροπίης ἐπιβήμεναι, ὄφρʼ ἂν ἐκείνας Δήμητρος μεγάλας νύκτας ἴδῃς ἱερῶν, τῶν ἄπο κἠν ζωοῖσιν ἀκηδέα, κεὖτʼ ἂν ἵκηαι ἐς πλεόνων,3 ἕξεις θυμὸν ἐλαφρότερον.
克里纳戈拉斯 即便你一生安居定所,从未乘船 航行大海,亦未曾踏足陆地上的遥遥长路, 你也务必踏上刻克洛普斯的大地,好亲眼瞻仰 德墨忒尔神圣密仪的那些伟大之夜; 因这密仪,你在生者之中将免于挂虑,而当步入 幽冥的大多数人之中时,你的灵魂亦将更为轻盈。
Diodorus zonas δός μοι τοὐκ γαίης πεπονημένον ἁδὺ κύπελλον, ἇς γενόμην, καὶ ὑφʼ ᾇ κείσομʼ ἀποφθίμενος.
狄奥多洛斯·佐纳斯 请将那由泥土制成的甘美酒杯赐予我, 我自泥土而生,死后亦将长眠于泥土之下。
Philodemus αὔριον εἰς λιτήν σε καλιάδα, φίλτατε Πείσων, ἐξ ἐνάτης ἕλκει μουσοφιλὴς ἕταρος, εἰκάδα δειπνίζων ἐνιαύσιον· εἰ δʼ ἀπολείψεις οὔθατα καὶ Βρομίου χιογενῆ πρόποσιν, ἀλλʼ ἑτάρους ὄψει4 παναληθέας, ἀλλʼ ἐπακούσῃ Φαιήκων γαίης πουλὺ μελιχρότερα· ἢν δέ ποτε στρέψῃς καὶ ἐς ἡμέας ὄμματα, Πείσων, ἄξομεν ἐκ λιτῆς εἰκάδα πιοτέρην.
斐洛得摩斯 明日,挚爱的皮索啊,一位受缪斯眷顾的密友 自九点起便邀请你前往他质朴的茅舍, 设宴庆祝每年一度的二十日之节。纵然你将缺少 母猪乳房的珍馐与基俄斯岛所产的布罗米俄斯开胃美酒, 但你将见到真挚无欺的同伴,聆听到 远比淮阿喀亚人之地更为甜美的诗篇; 而若你何时亦垂青于我们,皮索啊, 我们定能将这质朴的二十日节庆过得丰盛非凡。
Honestus Αὐτοθελὴς ἥδιστος ἀεὶ πότος· ὃς δὲ κʼ ἀνάγκῃ, ὑβριστὴς οἴνῳ τʼ ἐστὶ καὶ οἰνοπότῃ. τὸν μὲν γὰρ γαίῃ προχέει κρύφα· τὸν δʼ ὑπὸ γαίῃ πολλάκι πρὸς Λήθης ἤγαγε πικρὸν ὕδωρ. πουλυμεθεῖς χαίροιτε· τὸ δʼ ὁππόσον ἡδὺ ποθῆναι, μέτρον ἐμοὶ πάσης ἄρκιον εὐφροσύνης.
霍内斯图斯 出自自愿的畅饮始终最为甘美;而若出于强迫, 便既侮辱了美酒,亦侮辱了饮酒之人。 因为它会将前者暗自倾洒于大地;而又往往 将后者带往地下勒忒河的苦涩泉水之中。 沉湎烂醉之徒啊,离去吧;唯有适意畅饮之量, 于我而言才足以成为一切欢愉的尺度。
Automedon ἄνθρωποι δείλης, ὅτε πίνομεν ἢν δὲ γένηται ὄρθρος, ἐπʼ ἀλλήλους θῆρες ἐγειρόμεθα.
奥托墨冬 暮色四合畅饮之时,我们尚且为人;然而一旦 黎明破晓,我们醒来却已彼此化为野兽。
Anacreon οὔ μοι μέλει τὰ Γύγεω, τοῦ Σαρδίων ἄνακτος, οὔθʼ αἱρέει με χρυσός, οὐκ αἰνέω τυράννους· ἐμοὶ μέλει μύροισι καταβρέχειν ὑπήνην ἐμοὶ μέλει ῥόδοισι καταστέφειν κάρηνα. τὸ σήμερον μέλει μοι τὸ δʼ αὔριον τίς οἶδεν;
阿那克里翁 我不在乎居革斯的财宝, 那萨第斯之王的财富; 黄金诱惑不了我, 我亦不称颂僭主; 我所在意的, 是用香膏浸湿髭须; 我所在意的, 是用玫瑰装点发顶。 今日方是我之挂念; 至于明日,谁人知晓?
- 11.34τὰ πρὸς μανίην
介词 πρός 搭配单数宾格 μανίην,表示倾向、结果或导向(“导向狂乱的事物”),在此作限定性短语,补充修饰前面的代词 ταῦτα。
- 11.41ἑπτὰ τριηκόντεσσιν ἐπέρχονται λυκάβαντες
主语 λυκάβαντες(岁月、年)受 ἑπτά(七)修饰,动词 ἐπέρχονται 支配与格 τριηκόντεσσιν(三十),这是一种诗意表达,意指“三十岁之上又迎来了七年”,即三十七岁。
- 11.42ἐς πλεόνων
意为“归于大多数人(即死者)之中”的希腊语委婉惯用语,省去了如 οἶκον 之类的名词,支配形容词比较级复数属格 πλεόνων。
- 11.44εἰ δʼ ἀπολείψεις ... ἀλλʼ ἑτάρους ὄψει
这是一种相联结构,由条件从句 εἰ δʼ ἀπολείψεις(纵然你将缺少……)引出,主句由 ἀλλά 开头(“然而你将见到……”),构成让步与强烈对比的逻辑呼应。
