- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.471-9.482
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节收录了关于奥德修斯归来、阿喀琉斯重新武装、海伦及其他神话情境的拟作诗(性格独白),随后是朱利安关于睡过头迟到的短诗,以及阿加西亚斯记述芝诺皇帝在双陆棋(tabula)中掷出灾难性骰点的一首名作。
Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους Νέστωρ ἀκούσας Ὀδυσσέα ἐπανελθόντα ἐσθλὸς ἀνὴρ φύγε πόντον ἀπηνέα καὶ μετὰ μόχθον ἐς πάτρην ἀφίκανεν;, ἐμοῦ δέ κε φέρτερος εἴη,1 εὖ δεδαὼς πτόλιάς τε καὶ ἤθεα καὶ νόον ἀνδρῶν.
无名氏 (涅斯托耳听说奥德修斯归来时会说些什么) 那位勇毅的男儿摆脱了无情的大海,并在劳碌之后 回到了祖国;他或许比我还要强胜, 因为他深谙各地的城邑、风俗与人心。
Anonymi Epigrammatici πολλὰ καμὼν νόστησεν ἀνὴρ τλήθυμος Ὀδυσσεύς, ἀλλʼ ἔμπης κλέος ἔσχεν ἀνὰ χθόνα καὶ κατὰ πόντον ἀνδράσιν ἐσσομένοισιν ἀεὶ πτολίπορθος Ὀδυσσεύς.
无名氏 历经诸多苦难,坚毅的奥德修斯回到了故土, 然而攻城略地的奥德修斯,依然在大地之上与沧海之中, 永远为后世的人们赢得了不朽的威名。
Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους ὁ Ἀγαμέμνων καθοπλισθέντος Ἀχιλλέως Ἴλιος ὀφρυόεσσα κατήριπεν, ἄρτι δὲ πᾶσαν ληιδίην Δαναοῖσι θεὸς πόρεν, ὁππότʼ Ἀχιλλεύς, μῆνιν ἀπορρίψας, φθισήνορα χεῖρα κορύσσει.
无名氏 (阿喀琉斯全副武装时阿伽门农会说些什么) 巍峨的伊利昂已经崩塌,如今神明已将整座城池 作为战利品赐予了达那奥斯人,因为阿喀琉斯 抛却了怒火,正为毁灭万人的臂膀备齐重甲。
Anonymi Epigrammatici τί ἂν εἴποι Εἰδοθέα ἰδοῦσα τὴν Ἑλένην ἐν Φάρῳ οἰκτείρω σὸν κάλλος, ἐπεὶ Διός ἐσσι γενέθλη. εἰσορόω γὰρ ἄγαλμα διοτρεφές· ἀτρεκέως δὲ Τρωσί τε καὶ Δαναοῖσι μάχη δεκέτηρος ἐτύχθης. ποῦ Διὸς αἰγιόχοιο, τεοῦ γενετῆρος, ἀρωγαί; ἔμπης δʼ ἔρχεο θᾶσσον, ἀπήμονα νόστον ἑλοῦσα Εἰδοθέης ἰότητι, κακῆς ἐπὶ νῶτα θαλάσσης.
无名氏 (厄多忒亚在法罗斯岛见到海伦时会说些什么) 我怜悯你的美貌,因为你是宙斯的后嗣。 因为我所凝视的乃是宙斯所育的美之雕像;而千真万确的是, 你竟成了特洛伊人与达那奥斯人长达十年的战火。 佩带埃癸斯神盾的宙斯——你的生身之父,他的襄助又在何处? 然而快些启程吧,凭着厄多忒亚的心意, 平安踏上归程,渡过险恶沧海的脊背。
Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους Ἑλένη ὁρῶσα τὸν Μενέλαον καὶ τὸν Πάριδα μονομαχοῦντας Εὐρώπης Ἀσίης τε δορισθενέες βασιλῆες, ὑμῖν ἀμφοτέροισιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς,2 τίς κεν ἐμὲ τλήθυμος ἕλοι δύστηνον ἀκοίτης· Ζεὺς δὲ πατὴρ δικάσειεν, ἄνευθε δὲ Κυπρογενείης, μὴ πάλιν ἄλλος ἕλῃ με γαμοκλόπος, αἶσχος Ἀχαιοῖς.
无名氏(海伦目睹墨涅拉俄斯与帕里斯单挑时会说些什么) 欧罗巴与亚细亚骁勇善矛的君王们啊, 如今对你们二人而言,事情已逼近剃刀的边缘: 究竟哪位坚忍的丈夫能够赢得可悲的我? 但愿父神宙斯能作出决断,避开塞浦路斯降生的女神, 免得再有另一名偷窃婚姻之徒将我掳去,令阿开奥斯人蒙羞。
Anonymi Epigrammatici τί ἂν εἴποι Ἕκτωρ, τοῦ Πατρόκλου μὴ δυνηθέντος βαστάσαι τὸ δόρυ Ἀχιλλέως Ἐζημίωσας ἀσθενῶν τὸν Ἕκτορα· φέρεις γὰρ ἡμῖν ἐλλιπῆ σκυλεύματα.
无名氏 (帕特罗克洛斯拿不动阿喀琉斯的长矛时赫克托耳会说些什么) 你因软弱无力而亏欠了赫克托耳; 因为你为我们带来的只是一副残缺的战利品。
Anonymi Epigrammatici τί ἂν εἴποι ἡ Θέτις, τοῦ Τηλέφου σκελισθέντος ὑπὸ τῆς ἀμπέλου Ἄμπελε, τί πράξωμεν, ὅταν Δαφναῖος Ἀπόλλων πτόρθον ἐμὸν κλίνῃ διʼ Ἀλεξάνδροιο βελέμνων;
无名氏 (忒勒福斯被葡萄藤绊倒时忒提斯会说些什么) 葡萄藤啊,当达佛涅的阿波罗借助亚历山大的飞矢 折弯我的枝条时,我们又该如何是好?
Anonymi Epigrammatici τί ἂν εἴποι ὁ Πρίαμος, τοῦ Ἑλένου διδόντος βουλὴν τοῖς Ἕλλησιν, ἵνα ληφθῇ Τροία τὰ δῶρα λαμπρὰ προσφέρεις τῇ πατρίδι.
无名氏(赫勒诺斯为使特洛伊陷落而向希腊人献策时普里阿摩斯会说些什么) 你献给祖国的礼物可真是无比辉煌啊!
Anonymi Epigrammatici τί ἂν εἴποι Περσεὺς μετὰ τὴν ἀναίρεσιν τοῦ κήτους, τῆς Ἀνδρομέδας μὴ θελούσης αὐτὸν λαβεῖν σεῖο νόον πέτρωσεν ἀμείλιχα δέσμια πέτρης, καὶ λίθον ἐκτελέσειε τεὸν δέμας ὄμμα Μεδούσης.
无名氏(斩杀海怪后,因安德洛墨达不愿接纳他,珀耳修斯会说些什么) 礁石那无情的束缚已将你的心灵化作坚石; 愿美杜莎的目光也将你的身躯彻底变成顽石!
Anonymi Epigrammatici τί ἂν εἴποι Ἱπποδάμεια μετὰ τὴν ἀναίρεσιν τοῦ Οἰνομάου, Πέλοπος μὴ θελήσαντος αὐτὴν λαβεῖν α. ἀπεστράφης νῦν, ὡς λαβὼν ἐξουσίαν β. ταύτῃ γὰρ οὐ πέφυκε συντρέχειν Ἔρως· ἔρως γὰρ ἄλλην ἀνταμείβεται τρίβον.
无名氏(诛杀俄诺玛俄斯后,因珀罗普斯不愿接纳她,希波达弥亚会说些什么) 甲:你如今掉头而去,仿佛已经大权在握? 乙:因为爱神生来就不愿与这等行径并肩而行; 爱神必将沿着另一条路途作为回报。
Julianus βραδύτερον παρελθόντος ἑσπέριὸς μʼ ἐδάμασσεν ὁμοῦ καὶ πρώιος ὕπνος, ὅς μὲν ἐπιβρίσας, ὃς δέ με μὴ καλέσας· ὧν ἐξ ἀμφοτέρων ὁ μὲν ἐρρέτω, ὃς δὲ παρείη3 ἵλαος, ὡράων μέτρον ἐπιστάμενος.
朱利安 (题迟到者) 黄昏的酣眠与清晨的睡意一同制服了我, 一个沉重地压来,另一个却未将我唤醒; 这两者之中,愿前者归于毁灭,而愿后者 深知时刻的分寸,温和地相伴身旁。
Agathias Scholasticus Οὐτιδανοὶ μερόπων, εἰ καὶ μέγα ῥέξαμεν ἔργον, οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα· οἱ δʼ ἀγαθοί, κἢν μηδέν, ἀναπνεύσωσι δὲ μοῦνον, ὡς Λίβυς εἶπεν ἀνήρ, τοῦτʼ ἀδάμαντι μένει. δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα, παίγνιον ἀφράστων ἐκτελέοντα κύβων, τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτʼ ἀπὸ λευκοῦ, τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου, ἑπτὰ μὲν ἕκτος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σοῦμμος δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ· ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο, μουνάδα δʼ ἄλλην ψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος. ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι, καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία· δίζυγες Ἀντίγονον διεκόσμεον ἀλλὰ καὶ αὐτῷ ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ, ὀκτωκαιδεκάτῳ πανομοίιος· εἰσέτι δʼ ἄλλας εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου. αὐτάρ ἄναξ λευκοῖο λαχὼν σημήια πεσσοῦ, καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα, τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπʼ ἠθμοῦ, πύργου δουρατέου κλίμακι κευθομένῃ], δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν4 αὐτίκα δʼ ὀκτὼ ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας, τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.
阿加西亚斯·斯科拉斯蒂库斯 有声的人类之中微不足道的我们,即便立下赫赫大功, 也不会长久进入任何人的记忆; 然而高贵之人,哪怕一事无成,仅是吐出一口叹息, 正如利比亚的那位哲人所言,这叹息也将如金刚石般长存。 因为曾几何时,治理城邦的君王芝诺 在弈弄变化莫测的骰戏时, 曾陷入这样一局精巧的残局:从行进在 回程道路上的白棋一方看来, 第六个点位上有七枚,第九个点位有一枚;而最高的那个点位 占有两枚,与第十个点位相等; 排在最高点位之后的点位占有两枚,而二点点位 则庇护着最后那个孤单的一枚棋子。 然而黑棋方面,在第八个位置留下了两枚, 在第十一个位置留下了同样数目的棋子; 在第十二个位置周围,另有两枚相同的棋子格外醒目, 在第十三个位置上停着单单一枚; 成对的两枚棋子点缀着安提柯点位,而且在第十五个点位上 也保留着相同的格局,在第十八个点位上亦全然一致; 甚至距末端第四个点位上,还保有另外成双的两枚。 然而君王抽得了白棋的运数, 并未察觉那即将降临的罗网, 从骰盅中猝然掷出三枚骰子, 顺着木塔隐秘的阶梯滚落, 摇出了二、六、五三个点数;刹那间, 原本分置的八枚棋子全都变成了落单的孤子。 人人都当远离双陆棋盘,因为就连帝王本身, 也未能逃脱棋局那不可理喻的命运。
- 9.471ἐμοῦ δέ κε φέρτερος εἴη
由小词 κε(即 ἄν)与希求法 εἴη 构成的潜在希求表达,表示委婉的推断:“他或许会胜过我”。比较属格 ἐμοῦ 修饰比较级形容词 φέρτερος。
- 9.475ὑμῖν ἀμφοτέροισιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
源自荷马史诗的著名成语“立于剃刀边缘”(参见《伊利亚特》10.173),意指局势千钧一发。与格 ὑμῖν ἀμφοτέροισιν 为关涉与格(“对你们二人而言”),引出后文说明危机内容的间接疑问从句 τίς κεν ... ἕλοι(“谁将获得……”)。
- 9.481ὧν ἐξ ἀμφοτέρων ὁ μὲν ἐρρέτω, ὃς δὲ παρείη
相关结构 ὁ μέν ... ὃς δέ 中,关系代词词干 ὃς 替代了指示代词(即通常的 ὁ δέ),用来对照承接前述的两种睡眠(ὧν ἐξ ἀμφοτέρων)。在谓语上,前者搭配第三人称祈使语气(ἐρρέτω,“去死吧”),后者搭配表愿望的希求语气(παρείη,“愿其常伴”)。
- 9.482δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν
古代双陆棋(tabula)中从骰塔(pyrgus)掷出骰子点数的专业表述。及物动词不定过去时 κατήγαγεν(源自 κατάγω,“降下、引下”)以并列的三个数词 δοιά(二)、ἕξ(六)、πέντε(五)作为直接宾语。
