- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.458-9.470
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组拟投演说诗(ethopoeia),展现神话人物(奥德修斯、阿喀琉斯、皮鲁斯、得伊达弥亚、赫克托耳、帕里斯、阿尔泰亚、阿尔刻斯提斯、珀琉斯与赫拉)在归乡、征战、封神以及冥府和解等关键情境下的代言与心声。
Anonymi Epigrammatici τί ἂν εἴποι Ὀδυσσεὺς ἐπιβὰς τῆς Ἰθάκης χαῖρʼ Ἰθάκη· μετʼ ἄεθλα, μετʼ ἄλγεα πικρὰ θαλάσσης ἀσπασίως τεὸν οὖδας ἱκάνομαι, ὄφρα νοήσω Λαέρτην, ἄλοχόν τε καὶ ἀγλαὸν υἱέα μοῦνον σὸς γὰρ ἔρως1 κατέθελξεν ἐμὸν νόον. οἶδα καὶ αὐτός, ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων.
无名氏(奥德修斯踏上伊萨卡时会说些什么) 别来无恙,伊萨卡!历经种种磨难,历经大海的凄苦, 我欣喜地踏上你的土地,好去探望 拉厄耳忒斯、我的妻子,以及我那光彩夺目的独子; 因为对你的思念迷住了我的心魂。我自己也深知, 世上没有什么比故土与父母更加甘美。
Anonymi Epigrammatici τί ἂν εἴποι Ἀχιλλεὺς ὁρῶν τὸν Ὀδυσσέα ἐν ᾄδῇ ἀτρεκέως πάντων πολυμήχανός ἐστιν Ὀδυσσεύς ζωὸς ἐὼν ἐνόησεν ἃ μὴ θέμις ἐστὶν ἰδέσθαι, νερτέριον κευθμῶνα καὶ ἄλγεα πικρὰ θανόντων. πῶς δʼ ἔτλη προλιπεῖν ἱερὸν φάος; ἢ τίς ἀνάγκη ἤγαγεν οὐκ ἐθέλοντα; δόλων ἀκόρητος ἐτύχθη ἐν χθονὶ καὶ πελάγεσσι καὶ ἐν νεκύεσσιν Ὀδυσσεύς.
无名氏(阿喀琉斯在冥府见到奥德修斯时会说些什么) 千真万确,奥德修斯乃是众人中最富机变之人; 他尚且活着,便见到了不容得见的景象—— 冥府幽深的隐秘,以及死者凄苦的悲痛。 他怎敢抛舍神圣的光明?又是何等强制力量 违背其意愿将他引至此处?无论是在大地上、 在沧海中,还是在死者之间,奥德修斯都成了一个计谋无休无止之人。
Anonymi Epigrammatici τί ἂν εἴποι Ἀχιλλεὺς ὁρῶν τὰ ὅπλα κείμενα μῆτερ, τεύχεα ταῦτα καὶ ἀγλαὰ δῶρα κομίζεις ἀγχεμάχῳ σέο παιδί, τὰ μὴ πάρος ἔδρακεν ἀνήρ· οἶδα δὲ νῦν ὅτι Παλλὰς ἐφʼ Ἕκτορι χεῖρα κορύσσει ἡμετέρην, καὶ Τρωσὶν ἀεικέα λοιγὸν ἐγείρει.
无名氏(阿喀琉斯见到陈列的铠甲时会说些什么) 母亲啊,您为奋勇肉搏的孩儿带来了这副铠甲 与辉煌的馈赠,此前未有凡人曾得一见; 如今我知道,帕拉斯正驱使着我们的手臂直指赫克托耳, 并正向特洛伊人降下残酷的毁灭。
Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους ὁ Πύρρος ἐπιβὰς Τροίας μόχθος ἐμοῦ γενετῆρος ἀμύμονος οὐ τέλος εὗρεν αὐτὰρ ἐγὼ Τρώεσσι φόνον πάντεσσι κορύσσων ἤλυθον· ἠνορέῃ γὰρ ὑπέρτερον εὖχος ἀείρω, καὶ Πρίαμον βασιλῆα, καὶ οὓς προλέλοιπεν Ἀχιλλεύς, πάντας ὁμοῦ κατὰ μῶλον ἐμὸν μένος οἶδεν ὀλέσσαι, καὶ Τροίης πτολίεθρον ἀρήιον ἐξαλαπάξω, καὶ Δαναοῖς δεκέτηρον ἐμὸν δόρυ μόχθον ἀνύσσει.
无名氏(皮鲁斯踏上特洛伊时会说些什么) 我那无可挑剔的父亲的劳苦未获圆满; 但我已然到来,向所有的特洛伊人备起杀戮; 因为我凭着武勇扬起了更为崇高的威名, 我的勇气懂得在战阵的喧嚣中,将普里阿摩斯国王 与阿喀琉斯遗留下的所有人一并歼灭; 我将攻陷特洛伊那属于战神的城堡, 我的长矛将为达那奥斯人终结这十年的辛劳。
Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους Δηϊδάμεια τοῦ Πύρρου πορθήσαντος τὴν Τροίαν πᾶσαν ἐμῆς κραδίης χαλεπὴν ἀπέπαυσας ἀνίην, ὑμετέρου γενετῆρος Ἀχιλλέος εἵνεκα πότμου, ὃν Τροίη στονόεσσα κατέκτανεν. ἀλλὰ σὺ πᾶσαν Ἴλιον ἐξαλάπαξας· ἐελδομένοισι δʼ Ἀχαιοῖς ἄφθιτον ὤπασας εὖχος, μὴ δεκέτηρος ἐνυοῦς πᾶσιν μαρναμένοις Δαναοῖς χρόνος εὗρεν ἀνύσσαι.2
无名氏(皮鲁斯攻陷特洛伊时得伊达弥亚会说些什么) 你已将我心中因你的父亲阿喀琉斯的厄运 而生的全部沉重痛苦彻底平息, 正是令人哀叹的特洛伊将他杀害。然而你荡平了 整座伊利昂;你为翘首以盼的阿开奥斯人 带来了不朽的荣耀, 那是长达十年的战事未曾为竭力搏杀的达那奥斯全军所成就的荣耀。
Anonymi Epigrammatici τί ἂν εἴποι Ἕκτωρ ὁρῶν τὸν Ἀχιλλέα ἐν τοῖς ὅπλοις Πηλείδην κοτέουσα πάλιν θώρηξεν Ἀθήνη ἔντεσιν ἀθανάτοις. ἦ ῥίγιον ἔσσεται ἄλγος αἰνομόροις Τρώεσσι, καὶ Ἕκτορι, καὶ γενετῆρι, ὁππόταν ἔντεα ταῦτα θεὸς πόρεν ἀνέρι τῷδε.
无名氏(赫克托耳见到身着铠甲的阿喀琉斯时会说些什么) 满腔怒火的雅典娜,再次以不朽的战具 武装起珀琉斯之子。真正透骨的苦痛 将降临在厄运缠身的特洛伊人、赫克托耳以及生身之父身上, 既然神明已将这副铠甲赐予了此人。
Anonymi Epigrammatici τί ἂν εἴποι Πάρις τρωθέντος Μενελάου ἔρρετε οἱ ξύμπαντες, ἐλεγχέες, Αἰγιαλῆες, ἄρτι θανὼν Μενέλαος ἐμὸν μέγα κῦδος ἀέξει.
无名氏(墨涅拉俄斯负伤时帕里斯会说些什么) 全都滚开吧,你们这些受人唾骂的海滨之徒! 刚刚咽气的墨涅拉俄斯正增添着我巨大的威名。
Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους Ἀλθαία παρακαλοῦσα τὸν Μελέαγρον τέκνον ἐμόν, γενεῆς ἐπιλήθεαι, οὐδʼ ἀλεγίζῃ πατρίδος ὀλλυμένης, βριαρὴν δʼ ἀπόειπες ἀκωκήν, αἰσχύνων Καλυδῶνα καὶ Οἰνέα καὶ ναετῆρας.
无名氏(阿尔泰亚劝诫墨勒阿革洛斯时会说些什么) 我的孩子,你忘却了自己的宗族,也不在乎 正在沦亡的祖国,反倒舍弃了刚猛的锋刃, 令卡吕冬、俄纽斯以及城邦的臣民蒙羞。
Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους Ἄλκηστις, τοῦ Ἀδμήτου ζεύξαντος λέοντα καὶ κάπρον εἰς τὸ ὄχημα ἠνορέης κλυτὰ ἔργα τεὴν ἔστεψαν ἀπήνην, καὶ νύμφην βοόωσιν ἀριστοπόνοις ὑμεναίοις.
无名氏(阿德墨托斯将狮子与野猪套在车前时阿尔刻斯提斯会说些什么) 你那武勇的壮举装点了你的车驾, 正以饱含卓越功业的婚礼赞歌,高声迎候着新娘。
Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους ὁ Πηλεὺς ἀκούων ὅτι ἀπόμαχός ἐστιν Ἀχιλλεύς Πηλιάδες σκοπιαί, κουροτρόφοι, εἴπατε παιδί, ὃν Χείρων ἐδίδαξεν ἀριστεύειν ἐνὶ χάρμῃ, μῆνιν ἀπορρῖψαι καὶ λοίγιον ἔχθος Ἀχαιοῖς.
无名氏(珀琉斯听说阿喀琉斯脱离战斗时会说些什么) 养育少年的珀利翁峰峦啊,请转告我的孩子, 转告那位喀戎曾教会他在战场上拔得头筹的人, 让他抛弃怒火,放下对阿开奥斯人的毁灭性仇恨。
Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους ἡ Ἥρα ἀποθεωθέντος Ἡρακλέους σῆς ἀρετῆς ἱδρῶτι καλὴν ἀπέδωκεν ἀμοιβὴν σὸς γενέτης, Ἥρακλες, ἐπεὶ πόνος ἄσπετον εὖχος ἀνδράσιν οἶδεν ἄγειν μετʼ ἀπείρονα κύκλον ἀέθλων.
无名氏(赫拉克勒斯封神时赫拉会说些什么) 赫拉克勒斯啊,你的生身之父为你的英勇汗水 奉上了美好的酬报;因为在无穷无尽的试炼循环之后, 辛劳懂得为凡人带来无边的尊荣。
Anonymi Epigrammatici εἰς τὸ αὐτό σοὶ χάριν ἐξετέλεσσε πόνος καὶ ἀθέσφατος ἱδρώς, χῶρον ἔχειν πολύολβον, ὃν οὐ πάρος ἔλλαχεν ἀνήρ.
无名氏(同题) 辛劳与不可言喻的汗水为你成就了恩惠: 使你得享这极富福乐的居所,此前未曾有凡人得获此地。
Anonymi Epigrammatici τί ἂν εἴποι Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα φιλιωθῆναι3 οὐ θέμις ἐν φθιμένοισιν ἔχειν κότον ἄλγεα γαίης καλλείψας ἀγάπαζε τεὸν φίλον οὐ γὰρ Ὀδυσσεὺς ἤλιτεν εἰς σὲ θέλων, βριαρὴ δὲ σ’ ἔπεφνεν Ἀθήνη, Ζεύς τε πατήρ, καὶ Μοῖρα, καὶ ἠεροφοῖτις Ἐρινύς. αἴθε δὲ τεύχεα ῥῖψεν ἐς ἁλμυρὰ βένθεα πόντου δῖα Θέτις, καὶ νεῖκος ἀπέσβεσε σεῖο μενοινῆς.
无名氏(阿喀琉斯为与埃阿斯和好而会说些什么) 身处亡灵之间而怀抱怨恨是不合天道的。放下 凡尘的痛苦,接纳你的挚友吧;因为奥德修斯 并非有意冒犯于你,而是强悍的雅典娜诛杀了你, 还有父神宙斯、命运女神莫伊拉以及在昏暗中巡游的复仇女神厄里倪斯。 但愿高贵的忒提斯当初将那副铠甲抛入大海的咸涩深渊, 从而熄灭了你心中郁结的争执。
- 9.458σὸς γὰρ ἔρως
物主形容词 σός 在此作宾格性用法(“对你的思念”),而非主格性(“你的爱”),表示奥德修斯对故乡伊萨卡的渴慕之情。
- 9.462μὴ δεκέτηρος ἐνυοῦς πᾶσιν μαρναμένοις Δαναοῖς χρόνος εὗρεν ἀνύσσαι
由否定词 μὴ 引导的关系性或限定性从句,修饰前文的 ἄφθιτον ... εὖχος。在此相当于 ὃ οὐ,意为“那长达十年的战事未曾为竭力搏杀的达那奥斯全军所成就的(不朽荣耀)”。
- 9.470πρὸς τὸν Αἴαντα φιλιωθῆναι
标题中的不定式结构。不定过去时被动态不定式 φιλιωθῆναι(“与……和解/重修旧好”)与介词短语 πρὸς τὸν Αἴαντα 搭配,从属于 τί ἂν εἴποι,表示言说的目的(“为了与埃阿斯和好而会说些什么”)。
