← 希腊诗选

希腊诗选 卷三

§9.359-9.363

人生的辩难神话哀歌与迎春赞歌

波希迪波斯感叹人世苦难而主张不生或速死,梅特罗多罗斯则以人生处处皆美善作答;随后是利奥哲学家类似谜语的戏拟集句诗、将阿尔斐俄斯与阿瑞图萨的神话交织以希腊战乱流血的哀歌,以及梅勒阿戈尔赞美春回大地的抒情长诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
359

​Posidippus ποίην τις βιότοιο τάμῃ τρίβον; εἰν ἀγορῇ μὲν νείκεα καὶ χαλεπαὶ πρήξιες· ἐν δὲ δόμοις φροντίδες· ἐν δʼ ἀγροῖς καμάτων ἅλις· ἐν δὲ θαλάσσῃ τάρβος· ἐπὶ ξείνης δʼ, ἢν μὲν ἔχῃς τι, δέος· ἢν δʼ ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος ἔσσεαι· οὐ γαμέεις; ζῇς ἔτʼ ἐρημότερος· τέκνα πόνοι, πήρωσις ἄπαις βίος· αἱ νεότητες ἄφρονες, αἱ πολιαὶ δʼ ἔμπαλιν ἀδρανέες. ἦν ἄρα1 τοῖν δισσοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι μηδέποτʼ, ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.

波希迪波斯 人该踏上哪一条人生之道?广场上有纷争与劳人的讼事;家庭中有 烦忧;田野间充斥劳苦;大海上有 恐惧;在异国,若有资财则心怀戒惕,若贫乏则倍尝艰辛。婚娶了吗?你不会 无忧无虑;未婚娶吗?你生活得更加孤单。儿女是累赘;无子的生活残缺不全。青春 轻率愚鲁,而白发反倒虚弱无力。由此看来,两事之中唯有一选:要么从未 出生,要么生下便立刻死去。

360

​Metrodorus παντοίην βιότοιο τάμοις τρίβον εἰν ἀγορῇ μὲν κύδεα καὶ πινυταὶ πρήξιες· ἐν δὲ δόμοις ἄμπαυμʼ ἐν δʼ ἀγροῖς φύσιος χάρις· ἐν δὲ θαλάσσῃ κέρδος. ἐπὶ ξείνης, ἢν μὲν ἔχῃς τι, κλέος· ἢν δʼ ἀπορῇς, μόνος οἶδας. ἔχεις γάμον; οἶκος ἄριστος ἔσσεται· οὐ γαμέεις; ζῇς ἔτʼ ἐλαφρότερος. τέκνα πόθος, ἄφροντις ἄπαις βίος· αἱ νεότητες ῥωμαλέαι, πολιαὶ δʼ ἔμπαλιν εὐσεβέες. οὐκ ἄρα τῶν δισσῶν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι μηδέποτʼ, ἢ τὸ θανεῖν πάντα γὰρ ἐσθλὰ βίῳ.

梅特罗多罗斯 踏上人生的各种道途吧!广场上有荣耀与明达的事业;家庭中有 安憩;田野间有自然的恩泽;大海上有 利润;在异国,若有资财则名声显赫,若贫乏则唯你自知。婚娶了吗?家室将 至臻完美;未婚娶吗?你生活得更为轻松。 儿女是期盼的寄托;无子的生活了无牵挂。青春 充满活力,而白发反倒虔敬庄严。由此看来,绝非在两者之中任择其一——要么从未 出生,要么死去;因为生命中的一切皆为美善。

​Leo Philosophus μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνήρ νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι, γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος. πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· αὐτὰρ ἔπειτα οὐρόν τε προέηκεν ἀπήμονά τε λιαρόν τε.

哲学家利奥 我的母亲啊,无情的母亲,心性残暴的母亲!我深感痛苦于凡人男子给我的伤口,他在黑夜之中、当其他凡人沉睡之时刺伤了我—— 他赤身露体,没有头盔亦无盾牌,亦不曾握有长矛。 整把剑都被鲜血染得温热;但在此之后,他排出了无害而温热的尿液。

​Anonymi Epigrammatici ἱμερόεις Ἀλφειέ, Διὸς στεφανηφόρον ὕδωρ, ὃς διὰ Πισαίων πεδίων κεκονιμένος ἕρπεις, ἡσύχιος τὸ πρῶτον, ἐπὴν δʼ ἐς πόντον ἵκηαι, ὀξὺς ἀμετρήτοιο πεσὼν ὑπὸ κῦμα θαλάσσης, νυμφίος αὐτοκέλευθος ἑῶν ὀχετηγὸς ἐρώτων, ἐς Σικελὴν Ἀρέθουσαν ἐπείγεαι ὑγρὸς ἀκοίτης, ἡ δέ σε κεκμηῶτα καὶ ἀσθμαίνοντα λαβοῦσα, φῦκος ἀποσμήξασα καὶ ἄνθεα πικρὰ θαλάσσης, χείλεα μὲν στομάτεσσι συνήρμοσεν· οἷα δὲ νύμφη νυμφίον ἀμφιχυθεῖσα περίπλοκον ἡδέι δεσμῷ κείμενον ἐν κόλποισιν Ὀλύμπιον εὔνασεν ὕδωρ καὶ φονίῃ ῥαθάμιγγι λιβὰς κατεκίρνατο πηγή. οὐδὲ Συρακοσίης ἔτι σοι μέλεν ἵμερος εὐνῆς· πορφυρέῃ δʼ ἀνέκοπτες ὕδωρ πεπιεσμένον αἰδοῖ, φειδόμενος καὶ πόντον ὁμοῦ καὶ λέκτρα μιῆναι. πολλάκι δʼ εὐναίων ὀάρων βεβιημένος ὁρμῇ, αὐτὴν ἐς φιλότητα χυτῆς ἀλόχοιο περήσας, ἑστήκεις ἄχραντον ὁρῶν Ἀρεθούσιον ὕδωρ· ἡ δέ σε παπταίνουσα Πελωριάδος κατὰ πέτρης δάκρυσι κυμαίνοντα, κατοικτείρουσα καὶ αὐτὴ εὐειδὴς Ἀρέθουσα φίλους ἀνεκόπτετο μαζούς, καὶ δρόσος οἷα ῥόδοισιν ἐτήκετο· μυρομένῳ δὲ Πισαίῳ ποταμῷ Σικελὴ προσεμύρετο πηγή. οὐδὲ Δίκην ἔλαθεν πανδερκέα φοίνιος ἀνὴρ Ἑλλάδος ἀμώων ἄγαμον στάχυν, ᾧ ἔπι2 πολλαὶ ἡρώων ἄλοχοι, μινυώρια τέκνα τεκοῦσαι μαψιδίως ὠδῖνας ἀνεκλαύσαντο γυναῖκες.

佚名 动人的阿尔斐俄斯啊,宙斯的授冠之水,你蒙尘匍匐流经比萨的平原, 起初安详,而一旦抵达大海,便急速潜入无垠重洋的波涛之下, 作为自行择路的新郎,引导着自己的爱之激流,化作湿润的夫君奔向西西里的阿瑞图萨。 她接纳了疲惫喘息的你,拭去海藻与苦涩的海沫, 将嘴唇贴合你的双唇;又如新娘一般,以甜蜜交织的羁绊拥抱新郎, 让你这奥林匹亚之水安歇于怀抱之中。 泉流却混入了血腥的飞沫; 你不再挂念叙拉古婚榻的渴望,而是被深红的羞惭所迫止住了水流, 不忍让大海与婚榻同时蒙受玷污。 你屡屡受到同榻共语的冲动驱使,渡往涌流妻子的情爱之中, 却伫立着凝望阿瑞图萨未受染指的泉水; 她自佩洛里斯岩崖下望见你泛起泪涛,亦心生怜悯, 美丽的阿瑞图萨亲自捶打心爱的胸房,如玫瑰上的露珠般消融; 面对啜泣的比萨之河,西西里的泉水同声哀泣。 那收割希腊未婚麦穗的血腥之人,终究未能逃过洞察万物的正义女神——因他之故,众多 英雄的妻子生下短命的骨肉,徒然为生产的阵痛而痛哭流涕。

​Meleager χείματος ἠνεμόεντος ἀπʼ αἰθέρος οἰχομένοιο, πορφυρέη μείδησε φερανθέος εἴαρος ὥρη. γαῖα δὲ κυανέη χλοερὴν ἐστέψατο ποίην, καὶ φυτὰ θηλήσαντα νέοις ἐκόμησε πετήλοις. οἱ δʼ ἁπαλὴν πίνοντες ἀεξιφύτου δρόσον Ἠοῦς λειμῶνες γελόωσιν, ἀνοιγομένοιο ῥόδοιο. χαίρει καὶ σύριγγι νομεὺς ἐν ὄρεσσι λιγαίνων, καὶ πολιοῖς ἐρίφοις ἐπιτέρπεται αἰπόλος αἰγῶν. ἤδη δὲ πλώουσιν ἐπʼ εὐρέα κύματα ναῦται πνοιῇ ἀπημάντῳ Ζεφύρου λίνα κολπώσαντος. ἤδη δʼ εὐάζουσι φερεσταφύλῳ Διονύσῳ, ἄνθεϊ βοτρυόεντος ἐρεψάμενοι τρίχα κισσοῦ, ἔργα δὲ τεχνήεντα βοηγενέεσσι3 μελίσσαις καλὰ μέλει, καὶ σίμβλῳ ἐφήμεναι ἐργάζονται λευκὰ πολυτρήτοιο νεόρρυτα κάλλεα κηροῦ πάντῃ δʼ ὀρνίθων γενεὴ λιγύφωνον ἀείδει, ἀλκυόνες περὶ κῦμα, χελιδόνες ἀμφὶ μέλαθρα, κύκνος ἐπʼ ὄχθαισιν ποταμοῦ, καὶ ὑπʼ ἄλσος ἀηδών. εἰ δὲ φυτῶν χαίρουσι κόμαι, καὶ γαῖα τέθηλεν, συρίζει δὲ νομεὺς, καὶ τέρπεται εὔκομα μῆλα, καὶ ναῦται πλώουσι, Διώνυσος δὲ χορεύει, καὶ μέλπει πετεεινά, καὶ ὠδίνουσι μέλισσαι, πῶς οὐ χ;χρὴ καὶ ἀοιδὸν ἐν εἴαρι καλὸν ἀεῖσαι;

梅勒阿戈尔 多风的凛冬自穹苍离去,繁花盛开之春的明媚时节露出了微笑。 深暗的大地戴上了青草的冠冕,萌发的草木披上了新叶的长发。 吸吮着养育草木的黎明柔露,草地在玫瑰绽放间欢笑。 牧人在山间吹奏清亮的排箫而欣喜,牧山羊人因纯白的小山羊而愉悦。 水手们如今乘风破浪航行于宽阔的波涛之上,因西风无害的气息鼓满了风帆。 人们向负荷葡萄的狄奥尼索斯高呼“埃沃伊”,以结串的常春藤花朵装点发丝。 牛躯所生的蜜蜂专心于灵巧精美的劳作,栖于蜂巢之上,构筑 多孔新流出的莹白秀美的蜂蜡。 鸟群在各处发出嘹亮的鸣唱:翠鸟盘旋于波浪之上,燕子环绕着屋宇, 天鹅在河岸边,夜莺则在树林下啼啭。 若草木的发丝欢欣,大地盛开,牧人吹笛,毛发丰美的羊群雀跃, 水手航行,狄奥尼索斯起舞,飞禽鸣啭,蜜蜂正忙于阵痛般的劳作, 歌者在春日里又怎能不唱出优美的歌声?

语法注3 条
  1. 9.359ἦν ἄρα

    未完成过去时 ἦν 与推论小词 ἄρα 连用,构成哲学性未完成式(philosophical imperfect),用以根据前文对人生诸般苦难的列举引出必然的逻辑结论或确认的真理:“由此看来,(事实)乃是……”。

  2. 9.362ᾧ ἔπι

    关系代词 ᾧ(先行词为前行的 φοίνιος ἀνὴρ)与后置介词 ἔπι(ἐπί 倒调形)结合,表示原因或契机:“因其缘故”或“针对其行径”,引出后文众英雄之妻悲号痛哭的起因。

  3. 9.363βοηγενέεσσι

    复合形容词 βοηγενής(“由牛所生的”)的与格复数形式,化用了古代地中海世界广泛流传的“牛生蜂”(bougonia)传说,即蜜蜂可在宰杀倒毙的公牛尸骸中自然化生繁殖的民间观念。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.359-9.363