← 希腊诗选

希腊诗选 卷三

§9.341-9.358

论诗与颂词及关乎赛会典籍的杂咏

本组铭辞涵盖田园对话、论短诗美德之诗论、鸟雀与耕牛之巧智、献给皇帝与贵族的寿辞、等值字母诗(等数诗)之技巧、全希腊四大赛会以及为柏拉图对话录辨伪等丰富题材。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
341

​Glaucus α. νύμφαι, πευθομένῳ φράσατʼ ἀτρεκές, εἰ παροδεύων Δάφνις τὰς λευκὰς ὧδʼ ἀνέπαυσ’ ἐρίφους. β. ναὶ ναί, Πὰν συρικτά, καὶ εἰς αἴγειρον ἐκείναν σοί τι κατὰ φλοιοῦ γράμμʼ ἐκόλαψε λέγειν1 Πάν, Πάν, πρὸς Μαλέαν, πρὸς ὄρος Ψωφίδιον ἔρχευ· ἱξοῦμαι. α. νύμφαι, χαίρετʼ· ἐγὼ δʼ ὑπάγω.

格劳库斯 甲:宁芙们啊,请向发问的我直言,途经此地的达佛尼斯是否曾在此处歇息他的白山羊? 乙:正是,正是,吹笛的潘神!他在那棵白杨树皮上为你刻下字句,说道: “潘,潘,前往马勒阿,前往普索菲斯人之山;我必前往那里。”甲:宁芙们,别了;我这便离去。

​Parmenion φημὶ πολυστιχίην ἐπιγράμματος οὐ κατὰ Μούσας εἶναι. μὴ ζητεῖτʼ ἐν σταδίῳ δόλιχον· πόλλʼ ἀνακυκλοῦται δολιχὸς δρόμος· ἐν σταδίῳ δὲ ὀξὺς ἐλαυνόμενος πνεύματός ἐστι τόνος.

帕耳墨尼翁 我说铭辞的篇幅过长不合于缪斯。莫在短跑跑道中寻求长跑; 长跑往复回旋多次,但在短跑跑道上,展现的乃是急促驱动的气力紧绷。

​Archias αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχθεὶς κόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης. καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε θώμιγξ, τὸν δὲ μόνον πλεκτῶν αὖθι μεθῆκε λίνων. ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος. ἦ ἄρα πολλὴν καὶ κωφαὶ πτανῶν φροντίδʼ ἔχουσι πάγαι.

阿尔基阿斯 一只乌鸫随同画眉被驱赶越过树篱,落入了如空中云霓般的罗网腹中。 那无法逃脱的绳索将画眉紧紧缚成一团,却独独从编织的罗网中放走了它。 歌咏之士的族类确实神圣!盲目的捕鸟陷阱竟也对他们抱有极大的顾惜。

​Julius Leonidas ἦν ὁπότε γραμμαῖσιν2 ἐμὴν φρένα μοῦνον ἔτερπον, οὐδʼ ὄναρ εὐγενέταις γνώριμος Ἰταλίδαις· ἀλλὰ τανῦν πάντεσσιν ἐράσμιος· ὀψὲ γὰρ ἔγνων ὁππόσον Οὐρανίην Καλλιόπη προφέρει.

尤利乌斯·莱奥尼达斯 曾几何时,我仅以几何线条愉悦己心,连梦中也不为高贵的意大利人所知; 然而如今我为众人所爱;因我虽晚却已省悟,卡利俄佩比乌拉尼亚高明多少。

345

​Julius Leonidas οὐδὲ τοσόνδʼ Ἀθάμας ἐπεμήνατο παιδὶ Λεάρχῳ, ὅσσον ὁ Μηδείης θυμὸς ἐτεκνοφόνα, ζῆλος ἐπεὶ μανίης μεῖζον κακὸν εἰ δὲ φονεύῃ μήτηρ, ἐν τίνι νῦν πίστις ἔτʼ ἐστὶ τέκνων;

尤利乌斯·莱奥尼达斯 阿达玛斯因其子里阿耳科斯而发的狂乱,尚不及美狄亚的心灵对杀戮子女那般炽烈; 因为嫉妒乃是甚于癫狂的祸害。但若连母亲都行杀戮,如今孩童还能信任谁人?

​Julius Leonidas αἶαν ὅλην νήσους τε διιπταμένη σὺ χελιδών, Μηδείης γραπτῇ πυκτίδι νοσσοτροφεῖς· ἔλπῃ δʼ ὀρταλίχων πίστιν σέο τήνδε φυλάξειν Κολχίδα, μηδʼ ἰδίων φεισαμένην τεκέων;

尤利乌斯·莱奥尼达斯 飞越整片大地与诸岛的燕子啊,你竟在画有美狄亚的画板上筑巢育雏? 那连自己的骨肉都不曾顾惜的科尔基斯女子,难道你还指望她会信守对你雏鸟的承诺?

​Julius Leonidas οὐ μόνον εὐάροτον βόες οἴδαμεν αὔλακα τέμνειν, ἀλλʼ ἴδε κἠκ πόντου νῆας ἐφελκόμεθα· ἔργα γὰρ εἰρεσίης δεδιδάγμεθα· καὶ σύ, θάλασσα, δελφῖνας γαίῃ ζεῦξον ἀροτροφορεῖν.

尤利乌斯·莱奥尼达斯 我们耕牛不仅知晓如何开垦易耕的田垄;看啊,我们亦能自海中将船只拖曳而上; 因为我们已被传授了划桨的劳役。海啊,你也把海豚套系在大地上来拉犁吧!

​Julius Leonidas ὁ σταφυλοκλοπίδας Ἑκατώνυμος εἰς Ἀίδαο ἔδραμε, μαστιχθεὶς κλήματι φωριδίῳ.

尤利乌斯·莱奥尼达斯 偷葡萄的赫卡托纽摩斯被自己盗取的葡萄藤抽打,奔向哈得斯而去。

​Julius Leonidas ὕδατά σοι Κοτίλεια γενέθλιον ἦμαρ ὁρῶντι, Καῖσαρ, ἐπιβλύζοι σωρὸν ἀκεσφορίης, ὄφρα σε κόσμος ἅπας πάππον αὐγάζηται, ὡς πατέρα τρισσῆς εἴσιδεν εὐτοκίης.

尤利乌斯·莱奥尼达斯 凯撒啊,当你得见诞辰之日,愿科提利亚的泉水为你涌出无尽的康复, 以便整个天下瞻仰你成为祖父,一如曾经目睹你成为三位优秀子嗣之父。

350

​Julius Leonidas Ἤτριά μοι βύβλων χιονώδεα σὺν καλάμοισιν πέμπεις, Νειλορύτου δῶρον ἀπὸ προβολῆς. μουσοπόλῳ δʼ ἀτελῆ, Διονύσιε, μηκέτι πέμπε ὄργανα· τίς τούτων χρῆσις ἄτερ μέλανος;

尤利乌斯·莱奥尼达斯 狄奥尼修斯,你送来苇笔与白雪般的纸草卷轴,作为尼罗河奔流泛滥的赠礼。 但莫要再向缪斯的侍奉者送来残缺的器具;若无墨汁,这些又有何用?

​Julius Leonidas Λυσίππης ὁ νεογνὸς ἀπὸ κρημνοῦ πάις ἕρπων Ἀστυανακτείης ἤρχετο δυσμορίης· ἡ δὲ μεθωδήγησεν ἀπὸ στέρνων προφέρουσα μαζόν, τὸν λιμοῦ ῥύτορα καὶ θανάτου.

尤利乌斯·莱奥尼达斯 吕西珀初生的孩儿自悬崖边爬行,正逼近阿斯提阿纳克斯的悲惨命运; 然而她自胸口探出乳房,以这拯救饥饿与死亡之物将幼子引回。

​Julius Leonidas Νεῖλος ἑορτάζει παρὰ Θύμβριδος ἱερὸν ὕδωρ, εὐξάμενος θύσειν Καίσαρι σῳζομένῳ· οἱ δʼ ἑκατὸν βουπλῆγες ἑκούσιον αὐχένα ταύρων ᾕμαξαν βωμοῖς Οὐρανίοιο Διός.

尤利乌斯·莱奥尼达斯 尼罗河在台伯河的圣水旁庆祝节日,誓愿为保全凯撒之躯献祭; 百名击牛人令公牛自愿低垂颈项,在天庭宙斯的祭坛前染红鲜血。

​Julius Leonidas καὶ λόγον ἱστορίῃ κοσμούμενον ἠκρίβωσας καὶ βίον ἐν φιλίῃ, Πάππε, βεβαιότατον. τοῦτο δʼ ἑορτάζοντι γενέθλιον ἠριγένειαν δῶρον ὁ Νειλαιεὺς πέμπει ἀοιδοπόλος.

尤利乌斯·莱奥尼达斯 帕普斯啊,你既精研以史为饰的说辞,又在友谊中持守最坚贞的生涯。 对于庆祝黎明诞辰的你,尼罗河畔的歌者特送上这件寿礼。

​Julius Leonidas ὅν πόλεμος δεδιὼς οὐκ ὤλεσε, νῦν ὑπὸ νούσου θλίβομαι, ἐν δʼ ἰδίῳ τήκομʼ ὅλος πολέμῳ. ἀλλὰ διὰ στέρνων ἴθι φάσγανον ὡς γὰρ ἀριστεὺς θνῄξομʼ ἀπωσάμενος καὶ νόσον ὡς πόλεμον.

尤利乌斯·莱奥尼达斯 连战争亦敬畏而未夺去我性命的我,如今却被病痛压垮,在自己的战争中全身日渐衰萎。 利剑啊,贯穿我的胸膛吧!因我将如勇士一般死去,击退病痛一如击退战争。

355

​Julius Leonidas οὐράνιον μίμημα γενεθλιακαῖσιν ἐν ὥραις τοῦτʼ ἀπὸ Νειλογενοῦς δέξο Λεωνίδεω, Ποππαία, Διὸς εὖνι, Σεβαστιάς· εὔαδε γάρ σοι δῶρα τὰ καὶ λέκτρων ἄξια καὶ σοφίης.

尤利乌斯·莱奥尼达斯 宙斯的佳偶、奥古斯塔波珀娅啊,在诞辰时刻,请接受来自尼罗河所生莱奥尼达斯的这份天上造物的摹仿品; 因这般配于你的寝榻亦相称于你的才智的礼物,已深获你的欢心。

​Julius Leonidas Οἴγνυμεν ἐξ ἑτέρης πόμα πίδακος, ὥστʼ ἀρύσασθαι ξεῖνον μουσοπόλου γράμμα Λεωνίδεω· δίστιχα γὰρ ψήφοισιν ἰσάζεται.3 ἀλλὰ σύ, Μῶμε, ἔξιθι, κεἰς ἑτέρους ὀξὺν ὀδόντα βάλε.

尤利乌斯·莱奥尼达斯 我们开启另一泉源的甘泉,好让人汲取侍奉缪斯的莱奥尼达斯新颖的篇章; 因为联句在数字点算中皆相等。莫摩斯啊,走开吧,去把尖锐的毒牙投向他人!

​Anonymi Epigrammatici τέσσαρὲς εἰσιν ἀγῶνες ἀνʼ Ἑλλάδα, τέσσαρες ἱροί, οἱ δύο μὲν θνητῶν, οἱ δύο δʼ ἀθανάτων Ζηνός, Λητοΐδαο, Παλαίμονος, Ἀρχεμόροιο. ἆθλα δὲ τῶν, κότινος, μῆλα, σέλινα, πίτυς.

佚名 全希腊共有四项赛会,四项皆为神圣,其中两项属于凡人,两项属于不朽诸神: 分属宙斯、勒托之子、帕莱蒙与阿尔刻摩洛斯。其奖品为野橄榄、苹果、芹菜与松枝。

​Anonymi Epigrammatici εἴ με Πλάτων οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες. Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω· ἀλλὰ νόθον μʼ ἐτέλεσσε Παναίτιος. ὃς ῥʼ ἐτέλεσσε καὶ ψυχὴν θνητήν, κἀμὲ νόθον τελέσει.4

佚名 若柏拉图未曾撰写我,世上便曾有两个柏拉图。我承载着苏格拉底对谈的一切精华; 然而帕奈提奥斯却断定我为伪作。他既已断定灵魂亦会朽灭,自然也会断定我为伪作。

语法注4 条
  1. 9.341σοί τι κατὰ φλοιοῦ γράμμʼ ἐκόλαψε λέγειν

    动词 ἐκόλαψε(刻下)的直接宾语为 γράμμʼ(文字),不定式 λέγειν 作说明性不定式(或表结果/目的),引出刻写的内容(意即“刻下文字,说道……”)。

  2. 9.344γραμμαῖσιν

    此处的 γραμμαῖσιν 并非指文字,而是指几何学中的“线条、图表”。后文将乌拉尼亚(代表天文/数学)与卡利俄佩(代表诗歌)对照,清楚表明作者是从几何学研究转向了诗歌创作。

  3. 9.356δίστιχα γὰρ ψήφοισιν ἰσάζεται

    此句说明了希腊化及罗马时期流行的“等值字母诗”(ἰσόψηφος)技巧。ψήφοισιν(以筹码/算值)指希腊字母所代表的数值之和,意指每个联句(δίστιχον)所有字母数值相加的结果完全相等。

  4. 9.358ὃς ῥʼ ἐτέλεσσε καὶ ψυχὴν θνητήν, κἀμὲ νόθον τελέσει

    关系代词 ὃς 搭配小品词 ῥα(即 ἄρα),构成带有因果与讽刺语气的结构(“既然他正是那个宣判灵魂朽灭的人,自然也会判定我为伪作”)。此处讽刺斯多亚派哲学家帕奈提奥斯因否定灵魂不灭而将柏拉图的《斐多篇》斥为伪作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.341-9.358