← 希腊诗选

希腊诗选 卷二

§7.679-7.694

塞浦路斯总督约翰的悼词与革西俄斯的讽喻

在索弗洛尼乌斯赞颂塞浦路斯总督约翰的诗作之后,是帕拉达斯讽刺瘸腿文人革西俄斯的一组讽刺短诗,讥嘲其因野心勃勃、盲信占星术而自取灭亡。后半部分则依次收录了基督徒阿佩利阿诺斯、足智多谋的皮忒阿斯、为夫殉难的卡利克拉忒亚、格斗名将格律孔、溺亡的钓者格勒尼斯以及助人成事的英雄菲洛普拉格蒙的墓志铭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
679

​Sophronius α. Τύμβε, τίς ἢ πόθεν, ἦν δʼ ἔτι παῖς τίνος, ἔργα καὶ ὄλβον, νεκρός, ὃν ἔνδον ἔχεις, ἔννεπε, κευθόμενον. β. οὗτος Ἰωάννης, Κύπριος γένος, υἱὸς ἐτύχθη εὐγενέος Στεφάνου· ἦν δὲ νομεὺς Φαρίης. κτήμασι μὲν πολύολβος ὅλων πλέον ὧν τρέφε Κύπρος, ἐκ πατέρος πατέρων, ἐξ ὁσίων τε πόνων ἔργα δὲ θέσκελα πάντα λέγειν, ἅπερ ἐν χθονὶ τεῦξεν, οὐδʼ ἐμοῦ ἐστι νόου, οὐδʼ ἑτέρων στομάτων πάντα γὰρ ἄνδρα παρῆλθε φαεινοτάταις ἀρετῇσι δόξαντα κρατέειν ταῖς ἀρεταῖς ἑτέρων. τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη, εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτης.

索弗洛尼乌斯 (问)“坟墓啊,请说出你所藏纳的死者是谁,来自何方,是谁人之子,生前有何作为与资财?” (答)“此人名叫约翰,塞浦路斯人,出身高贵的斯特凡诺斯之子;他曾是法罗斯的牧者(总督)。在产业上,他承自祖辈并凭正直劳作所得,比塞浦路斯所抚育的一切人更为富有。至于他在地上所建树的神妙功业,非我的思虑与他人的口舌所能道尽;因他以极其耀眼的德行,超越了所有曾被认为凭德行凌驾他人的凡夫。而这座城邦所获得的一切壮美之物,皆是他至高仁爱之心的点缀。”

680

​Sophronius ἀρχὸς Ἰωάννης Φαρίης ἀρετῶν ἱερήων ἐνθάδε νῦν μετὰ τέρμα φίλῃ παρὰ πατρίδι κεῖται· θνητὸν γὰρ λάχε σῶμα, καὶ εἰ βίον ἄφθιτον ἕξει, ἀθανάτους πρήξεις τε κατὰ χθόνα ῥέξεν ἀπείρους.

索弗洛尼乌斯 神圣德行的首领、法罗斯总督约翰,在生命终结之后,如今安卧在挚爱的祖国身旁;因他领受了必死的躯体,纵然他将拥有不朽的生命,且在地上立下了无数不朽的伟业。

​Palladas οὐκ ἀπεδήμησας τιμῆς χάριν, ἀλλὰ τελευτῆς· καὶ χωλός περ ἐὼν ἔδραμες εἰς ἀίδην, Γέσσιε Μοιράων τροχαλώτερε· ἐκ προκοπῆς γὰρ ἧς εἶχες κατὰ νοῦν, ἐξεκόπης βιότου.1

帕拉达斯 你远行并非为了名位,而是为了死期;尽管是个跛子,你却奔向了冥府,比命运三女神更为迅捷的革西俄斯啊!因为从你心头所谋求的晋升之中,你竟被斩断了性命。

​Palladas Γέσσιος οὐ τέθνηκεν ἐπειγόμενος παρὰ Μοίρης· αὐτὸς τὴν Μοῖραν προὔλαβεν εἰς ἀίδην.

帕拉达斯 革西俄斯并非被命运所迫而死;是他自己在奔赴冥府的路上先行超越了命运。

​Palladas μηδὲν ἄγαν τῶν ἑπτὰ σοφῶν ὁ σοφώτατος εἶπεν ἀλλὰ σὺ μὴ πεισθείς, Γέσσιε, ταῦτʼ ἔπαθες· καὶ λόγιός περ ἐὼν ἀλογώτατον ἔσχες ὄνειδος, ὡς ἐπιθυμήσας οὐρανίης ἀνόδου. οὕτω Πήγασος ἵππος ἀπώλεσε Βελλεροφόντην, βουληθέντα μαθεῖν ἀστροθέτους κανόνας· ἀλλʼ ὁ μὲν ἵππον ἔχων καὶ θαρσαλέον σθένος ἥβης, Γέσσιος οὐδὲ χεσεῖν εὔτονον ἦτορ ἔχων.

帕拉达斯 “凡事莫过甚”,七贤中最睿智者如是说;然而革西俄斯啊,你因不遵此言,遂遭此劫。尽管才学渊博,你却因妄图升入九霄,招致了极其荒唐的耻辱。飞马珀伽索斯便是这般毁了柏勒洛丰,因他妄想窥探群星排列的法则;然而前者尚有神驹与青春的胆魄力量,革西俄斯却连排泄的刚劲心力都不曾具备。

​Palladas μηδεὶς ζητήσῃ μερόπων ποτὲ καὶ θεὸς εἶναι, μηδʼ ἀρχὴν μεγάλην, κόμπον ὑπερφίαλον.2 Γέσσιος αὐτὸς ἔδειξε· κατηνέχθη γὰρ ἐπαρθείς, θνητῆς εὐτυχίης μηκέτʼ ἀνασχόμενος.

帕拉达斯 凡人切莫妄求成为神明,亦莫贪图显赫的权位——那狂妄的夸耀。革西俄斯亲自证明了此理;因他飞扬跋扈之后便骤然坠落,不再甘心于凡人的福分。

685

​Palladas ζητῶν ἐξεῦρες βιότου τέλος εὐτυχίης τε, ἀρχὴν ζητήσας πρὸς τέλος ἐρχομένην. ἀλλʼ ἔτυχες τιμῆς, ὦ Γέσσιε, καὶ μετὰ μοῖραν σύμβολα τῆς ἀρχῆς ὕστατα δεξάμενος.

帕拉达斯 通过探寻,你寻得了生命与福分的终局,因你所追逐的权位本就奔向其末日。然而革西俄斯啊,你在死厄之后依然获得了尊荣,领受了权位的最后象征。

​Palladas Γέσσιον ὡς ἐνόησεν ὁ Βαύκαλος ἄρτι θανόντα χωλεύοντα πλέον, τοῖον ἔλεξεν ἔπος· “Γέσσιε, πῶς, τί παθὼν κατέβης δόμον Ἄϊδος εἴσω γυμνός, ἀκήδεστος, σχήματι καινοτάφῳ;” τὸν δὲ μέγʼ ὀχθήσας προσέφη καὶ Γέσσιος εὐθύς· Βαύκαλε, τὸ στρῆνος καὶ θάνατον παρέχει.

帕拉达斯 当鲍卡洛斯瞥见刚死不久、愈发跛行严重的革西俄斯时,便吐露了这般话语: “革西俄斯啊,你究竟经历了何事,竟赤身裸体、未得安葬、以新丧残骸之貌走入了哈得斯的府邸?” 革西俄斯亦深为恼恨,随即答道: “鲍卡洛斯啊,骄奢放纵甚至能带来死亡。”

​Palladas τὴν Ἀμμωνιακὴν ἀπάτην ὅτε Γέσσιος ἔγνω τοῦ ξενικοῦ θανάτου ἐγγύθεν ἐρχόμενος, τὴν ἰδίαν γνώμην κατεμέμψατο, καὶ τὸ μάθημα, καὶ τοὺς πειθομένους ἀστρολόγοις ἀλόγοις.

帕拉达斯 当革西俄斯客死异乡的厄运临近之时,他识破了阿蒙神谕的骗局,遂深自痛悔自己的决断、这门学问,以及那些盲信荒谬占星术士之徒。

​Palladas οἱ δύο Κάλχαντες τὸν Γέσσιον ὤλεσαν ὅρκοις, τῶν μεγάλων ὑπάτων θῶκον ὑποσχόμενοι. ὦ γένος ἀνθρώπων ἀνεμώλιον, αὐτοχόλωτον, ἄχρι τέλους βιότου μηδὲν ἐπιστάμενον.

帕拉达斯 两位卡尔卡斯以誓言毁了革西俄斯,许以伟大执政官的宝座。唉,这如疾风般空洞虚妄、自寻烦恼、直至生命终结亦一无所知的世人种族!

​Anonymi Epigrammatici ἐνθάδε σῶμα λέλοιπεν Ἀπελλιανὸς μέγʼ ἄριστος ψυχὴν δʼ ἐν χείρεσσιν ἑὴν παρακάτθετο Χριστῷ.

无名诗人 极尽高贵的阿佩利阿诺斯将躯体留在了此地;而他的灵魂则托付在了基督的掌中。

690

​Anonymi Epigrammatici οὐδὲ θανὼν κλέος ἐσθλὸν ἀπώλεσας ἐς χθόνα πᾶσαν, ἀλλʼ ἔτι σῆς ψυχῆς ἀγλαὰ πάντα μένει, ὅσσ’ ἔλαχὲς τʼ ἔμαθές τε, φύσει μῆτιν πανάριστε· τῷ ῥα καὶ ἐς μακάρων νῆσον ἔβης, Πυθέα.

无名诗人 纵然身死,你也未曾在全地失去美好的声名;天生在智谋上最为杰出的皮忒阿斯啊,你所获得与学到的一切,你灵魂中所有璀璨的光华依然常存;正因如此,你步入了福人之岛。

​Anonymi Epigrammatici Ἄλκηστις νέη εἰμί· θάνον δʼ ὑπὲρ ἀνέρος ἐσθλοῦ, Ζήνωνος, τὸν μοῦνον ἐνὶ στέρνοισιν ἐδέγμην, ὃν φωτὸς γλυκερῶν τε τέκνων προὔκρινʼ ἐμὸν ἦτορ, οὔνομα Καλλικράτεια, βροτοῖς πάντεσσιν ἀγαστή.

无名诗人 我是当世的新阿尔克斯提斯;我为高尚的丈夫芝诺而死,他是我胸怀中接纳的唯一伴侣,我心视他重于天日与爱子。我的名字叫卡利克拉忒亚,令所有凡人赞叹。

​Philippus γλύκων, τὸ Περγαμηνὸν Ἀσίδι κλέος, ὁ παμμάχων κεραυνός, ὁ πλατὺς πόδας, ὁ καινὸς Ἄτλας, αἳ τʼ ἀνίκατοι χέρες ἔρροντι· τὸν δὲ πρόσθεν οὔτʼ ἐν Ἰταλοῖς, οὔθʼ Ἑλλάδι προωστόν, οὔτʼ ἐν Ἀσίδι,3 ὁ πάντα νικῶν Ἀίδης ἀνέτραπεν.

斐利普 格律孔,帕加马在亚细亚的荣光,潘克拉辛搏击的霹雳,宽掌健步者,当世的新阿特拉斯,以及他无敌的双臂,如今已然消逝。先前无论在意大利、希腊抑或亚细亚皆无人能将其撼动,如今却被战胜一切的哈得斯彻底掀翻。

​Apollonides Γλῆνιν παρῃονῖτις ἀμφέχω χερμάς, πικρῇ κατασπασθέντα κύματος δίνῃ, ὅτʼ ἰχθυάζετʼ ἐξ ἄκρης ἀπορρῶγος· χῶσαν δὲ μʼ ὅσσος λαὸς ἦν συνεργήτης, Πόσειδον, οὓς σὺ σῷζε, καὶ γαληναίην αἰὲν διδοίης ὁρμιηβόλοις θῖνα.

阿波罗尼得斯 作为海滨乱石堆的我,掩埋着从陡峭的断崖上垂钓时被卷入苦涩浪涛漩涡的格勒尼斯。所有与他为伴劳作的人们将我堆起。波塞冬啊,愿你护佑他们,并永远赐予垂钓者风平浪静的海滩。

​Adaeus ἢν παρίῃς ἥρωα, Φιλοπρήγμων δὲ καλεῖται, πρόσθε Ποτιδαίης κείμενον ἐν τριόδῳ, εἰπεῖν οἷον ἐπʼ ἔργον ἄγεις πόδας·4 εὐθὺς ἐκεῖνος εὑρήσει σὺν σοὶ πρήξιος εὐκολίην.

阿达埃俄斯 若你经过波提代亚城前横卧在三岔路口、被称为“好管闲事者”的英雄身旁,便当道明你正迈步奔赴何种差事;他定会立时与你一同寻得功成的顺遂之道。

语法注4 条
  1. 7.681ἐκ προκοπῆς γὰρ ἧς εἶχες κατὰ νοῦν, ἐξεκόπης βιότου

    利用名词 προκοπή(进步、晋升)与动词 ἐκκόπτω(砍断、剥夺)共用词根(-κοπ-)形成的文字游戏。名词 βιότου 是动词 ἐξεκόπης 的分离属格,意为“从生命中被斩断”。

  2. 7.684μηδʼ ἀρχὴν μεγάλην, κόμπον ὑπερφίαλον

    该宾格短语与 καὶ θεὸς εἶναι 并列,作为由带有否定词 μή 的虚拟语气命令动词 ζητήσῃ 所统辖的宾语。κόμπον ὑπερφίαλον 作为 ἀρχὴν μεγάλην 的同位语。

  3. 7.692τὸν δὲ πρόσθεν οὔτʼ ἐν Ἰταλοῖς, οὔθʼ Ἑλλάδι προωστόν, οὔτʼ ἐν Ἀσίδι

    具有指示/关系性质的宾格代词 τὸν 作主句谓语动词 ἀνέτραπεν(主语为 Ἀίδης)的直接宾语。三个地点状语短语(οὔτʼ ἐν Ἰταλοῖς, οὔθʼ Ἑλλάδι, οὔτʼ ἐν Ἀσίδι)修饰动词性形容词 προωστόν(可被推动/击退的),整体构成“先前在此三地皆不可撼动的他”之意。

  4. 7.694εἰπεῖν οἷον ἐπʼ ἔργον ἄγεις πόδας

    在紧接条件从句 ἢν παρίῃς ἥρωα... 的主句中,不定式 εἰπεῖν 用作祈使语气(以不定式代命令式)。间接疑问从句 οἷον ἐπʼ ἔργον ἄγεις πόδας 作 εἰπεῖν 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.679-7.694