← 希腊诗选

希腊诗选 卷二

§7.661-7.678

贤士诗人幼女与海难者的墓志铭

本篇收录了一组悼念相学者欧斯忒涅斯、夭折女童佩里斯忒拉、乳母克勒塔、讽刺诗人阿耳基洛科斯、遇难水手普罗马科斯、以及勒安德罗斯与赫洛等人的墓志铭,抒发对生死航行、德行与不朽的感慨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
661

​Leonidas Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής, δεινὸς ἀπʼ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν. εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα, χὐμνοθέτης ἐν τοῖς δαιμονίως φίλος ὤν. πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεῶθʼ ὁ σοφιστής,1 καίπερ ἄκικυς ἐὼν, εἶχʼ ἄρα κηδεμόνας.

列奥尼达斯 这是欧斯忒涅斯的纪念碑;这位智者通晓相术, 精于仅凭眼神便能洞悉人的心意。 当他流落异乡客居之时,同伴们厚葬了他, 其中的颂歌诗人更是将他爱若神明。 对于死者所宜享有的万般待遇,智者 尽管羸弱无力,却终究拥有照料这一切的守护者。

​Leonidas ἡ παῖς ᾤχετʼ ἄωρος ἐν ἑβδόμῳ ἥδʼ ἐνιαυτῷ εἰς ἀίδην, πολλῆς ἡλικίης προτέρη, δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν, νήπιον ἀστόργου γευσάμενον θανάτου. αἰαῖ, λυγρὰ παθοῦσα Περιστέρη, ὡς ἐν ἑτοίμῳ ἀνθρώποις δαίμων θῆκε τὰ δεινότατα.

列奥尼达斯 这女孩在七岁韶华之时,便过早地 离世走向冥府,先于那漫长的青春年华, 可怜的孩子,因思念那刚满二十个月的弟弟, 那尝受了无情死味的幼婴。 唉,饱受苦难的佩里斯忒拉啊!神灵将 最为可怖的厄运降诸世人,竟是何等轻而易举! 列奥尼达斯

​Leonidas ὁ μικκὸς τόδʼ ἔτευξε τᾷ Θραΐσσᾳ Μήδειος τὸ μνᾶμʼ ἐπὶ τᾷ ὁδῷ, κἠπέγραψε “Κλείτας. ” ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντʼ ἐκείνων ὧν τὸν κῶρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.

年幼的墨狄俄斯在路旁为这色雷斯妇人 修建了这座坟墓,并刻下了“克勒塔”。 妇人将因抚育那孩子的辛劳而获得 应有的报答。岂非如此?她至今仍被称为忠厚有益之人。

​Leonidas Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος διῆλθε κἠπὶ νύκτα καὶ ποτʼ ἀῶ. ἦ ῥά νιν αἱ Μοῦσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων, ὡς ἐμμελής τʼ ἔγεντο κἠπιδέξιος ἔπεά τε ποιεῖν, πρὸς λύραν τʼ ἀείδειν.2

列奥尼达斯 且驻足凝视阿耳基洛科斯,那昔日的讽刺诗 诗人,其无尽的名声 既穿透了黑夜,亦传达到了黎明。 缪斯诸女神与提洛岛的阿波罗确实宠爱他, 因他在吟作诗句与依琴伴唱两端, 竟是这般调律优雅且技巧精湛。

665

​Leonidas μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃ νηί· κρατεῖ παντὸς δούρατος εἷς ἄνεμος. ὤλεσε καὶ Πρόμαχον πνοιὴ μία, κῦμα δʼ ἓν αὔτως ἀθρόον ἐς κοίλην ἐστυφέλιξεν ἅλα. οὐ μὴν οἱ δαίμων πάντῃ κακός· ἀλλʼ ἐνὶ γαίῃ πατρίδι καὶ τύμβου καὶ κτερέων ἔλαχεν κηδεμόνων ἐν χερσίν, ἐπεὶ τρηχεῖα θάλασσα νεκρὸν πεπταμένους θῆκεν ἐπʼ αἰγιαλούς.

列奥尼达斯 切莫仗恃修长的大船航行,亦不可仗恃吃水深沉的 舟楫;一阵孤风便能倾覆一切木料。 狂风一刮也毁掉了普罗马科斯,同样是一道巨浪 猝然将他击落沉入幽深的咸海。 然而命运待他也并非全然残酷;他在祖国的 土地上,经由亲友守护者之手, 获得了坟墓与葬礼;因为汹涌的大海 将他的遗骸冲送上了延展的平滩。

​Antipater οὗτος ὁ Λειάνδροιο διάπλοος, οὗτος ὁ πόντου πορθμὸς, ὁ μὴ μούνῳ τῷ φιλέοντι βαρύς· ταῦθʼ Ἡροῦς τὰ πάροιθεν ἐπαύλια, τοῦτο τὸ πύργου λείψανον, ὁ προδότης ὧδʼ ἐπέκειτο λύχνος. κοινὸς δʼ ἀμφοτέρους ὅδʼ ἔχει τάφος, εἰσέτι καὶ νῦν κείνῳ τῷ φθονερῷ μεμφομένους ἀνέμῳ.

安提帕特洛斯 这便是勒安德罗斯的泅渡之处,这便是海上的 海峡,对之感到沉重的绝非仅有情郎一人; 这些是赫洛旧日的居所,这是塔楼的 残垣;背叛的明灯曾横置于此。 如今合葬的坟墓收纳了他们二人,直到如今 他们仍在埋怨那阵心怀嫉妒的狂风。

​Anonymi Epigrammatici ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας ἐν Θεσσαλονίκῃ τίπτε μάτην γοόωντες ἐμῷ παραμίμνετε τύμβῳ; οὐδὲν ἔχω θρήνων ἄξιον ἐν φθιμένοις. λῆγε γόων καὶ παῦε, πόσις, καὶ παῖδες ἐμεῖο χαίρετε, καὶ μνήμην σῴζετʼ Ἀμαζονίης.

无名诗人 在帖撒罗尼迦的圣阿纳斯塔西亚教堂中 为何徒劳悲泣留恋在我的坟茔之旁? 在亡者之中,我并无任何值得哀伤之事。 息止呻吟吧,平息吧,夫君;我的孩子们, 愿你们安好,并长久葆存对阿玛宗妮亚的追思。

​Julius leonidas Οὐδʼ εἴ μοι γελόωσα καταστορέσειε Γαλήνη κύματα, καὶ μαλακὴν φρῖκα φέροι Ζέφυρος, νηοβάτην ὄψεσθε· δέδοικα γάρ οὓς πάρος ἔτλην κινδύνους ἀνέμοις ἀντικορυσσόμενος,

尤利乌斯·列奥尼达斯 即便风平浪静含笑为我抹平 波涛,西风送来柔和的涟漪, 你们也休想见我登船;因我畏惧昔日 迎风抗衡时所亲身历经的那些凶险。

​Plato ἀστέρας εἰσαθρεῖς ἀστήρ ἐμός. εἴθε γενοίμην οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.3

柏拉图 你凝望着繁星,我的星辰。但愿我化作 苍天,好让我以千万只眼眸凝望着你。

670

​Plato ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος· νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.

柏拉图 从前在生者之中,你宛如启明星般熠熠生辉; 如今殒落之后,你在死者之中宛如长庚星般辉映。

​Bianor πάντα Χάρων ἄπληστε, τί τὸν νέον ἥρπασας αὕτως Ἄτταλον; οὐ σὸς ἔην, κἂν θάνε γηραλέος;

比亚诺尔 贪得无厌尽吞万物的卡戎啊,为何这般夺走 年轻的阿塔洛斯?即便他寿终老死,难道不终归属于你么?

​Anonymi Epigrammatici ἐν Κορίνθῳ γέγραπται χθὼν μὲν ἔχει δέμας ἐσθλόν, ἔχει κλυτὸν οὐρανὸς ἦτορ Ἀνδρέω, ὃς Δαναοῖσι καὶ Ἰλλυριοῖσι δικάσσας, οὐχ ὁσίων κτεάνων καθαρὰς ἐφυλάξατο χεῖρας.

无名诗人铭刻于科林斯 大地留存着高贵的躯体,苍天留存着安德烈亚斯 显赫的心灵;他曾为达那俄斯人与伊利里亚人秉公执掌裁判, 始终保有一双远离不义之财的清白之手。

​Anonymi Epigrammatici εἰ γένος εὐσεβέων ζώει μετὰ τέρμα βίοιο, ναιετάον κατὰ θεσμὸν ἀνὰ στόμα φωτὸς ἑκάστου, Ἀνδρέα, σὺ ζώεις, οὐ κάτθανες· ἀλλά σε χῶρος ἄμβροτος ἀθανάτων ἁγίων ὑπέδεκτο καμόντα.

无名诗人 倘若虔敬之辈在生命终结之后依然存活, 依循法则长留于每个凡人的口舌之间, 安德烈亚斯啊,你便活着,未曾死去;反而是 不死圣灵们那不朽的乐土,接纳了疲惫的你。

​Hadrianus Imperator Ἀρχιλόχου τόδε σῆμα, τὸν ἐς λυσσῶντας ἰάμβους ἤγαγε Μαιονίδῃ Μοῦσα χαριζομένη.4

哈德良皇帝 此乃阿耳基洛科斯之冢;缪斯为了取悦 迈奥尼亚之子,遂将他引向了狂暴放肆的讽刺诗。

675

​Julius leonidas ἄτρομος ἐκ τύμβου λύε πείσματα ναυηγοῖο χἠμῶν ὀλλυμένων ἄλλος ἐνηοπόρει.

尤利乌斯·列奥尼达斯 莫惧,解开自海难死者之墓系着的缆绳吧; 即便在我们沉没罹难之时,另有人在乘风航行。

​Anonymi Epigrammatici δοῦλος Ἐπίκτητος γενόμην, καὶ σῶμʼ ἀνάπηρος, καὶ πενίην Ἶρος, καὶ φίλος ἀθανάτοις.

无名诗人 我爱比克泰德生为奴隶,体躯残废, 贫如伊罗斯,却深得不死诸神的挚爱。

​Simonides μνῆμα τόδε κλεινοῖο Μεγιστίου, ὅν ποτε Μῆδοι Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι, μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.

西摩尼得斯 这是显赫的梅吉斯提阿斯之碑,昔日美狄亚人 渡过斯佩耳刻俄斯河时将他杀害; 这位先知当年分明洞悉了逼近的死运, 却不忍离弃斯巴达的领袖们而苟存。

​Anonymi Epigrammatici πληρώσας στρατιὴν Σωτήριχος ἐνθάδε κεῖμαι, ὄλβον ἐμῶν καμάτων γλυκεροῖς τεκέεσσιν ἐάσας. ἦρξα δʼ ἐν ἱππήεσσι, Γερήνιος οἷά τε Νέστωρ· ἐξ ἀδίκων τε πόνων κειμήλιον οὐδὲν ἔτευξα. τοὔνεκα καὶ μετὰ πότμον ὁρῶ φάος Οὐλύμποιο.

无名诗人 服满戎役之后,我索忒里克司安卧于此, 将劳作积攒的财富留给我亲爱的儿女。 我曾在骑兵中统领军旅,宛如格勒尼亚的涅斯托尔; 且未曾从不义的劳碌中聚敛任何财宝。 正因如此,即使历经死厄,我依旧得见奥林匹斯的光芒。

语法注4 条
  1. 7.661πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεῶθʼ ὁ σοφιστής

    关系代词 ὧν 受其先行词 πάντων 的吸引而呈现属格(原应为宾格 ἅ)。τεθνεῶθʼ(τεθνεῶτα 的省略形式)作为不定式 ἔχειν 的逻辑主语,意为“死者理应享有的一切事物”。

  2. 7.664ἔπεά τε ποιεῖν, πρὸς λύραν τʼ ἀείδειν

    不定式 ποιεῖν 与 ἀείδειν 属于说明性(补足性)不定式,修饰并补充说明前面的形容词 ἐμμελής(和谐的、优雅的)和 ἐπιδέξιος(熟练的、精通的)。

  3. 7.669ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω

    跟在表示愿望的希求法(εἴθε γενοίμην)之后,由 ὡς 引导并接虚拟式 βλέπω,构成目的从句:“以便我能用千百只眼睛注视着你”。

  4. 7.674Μαιονίδῃ Μοῦσα χαριζομένη

    分词 χαριζομένη 支配与格 Μαιονίδῃ(迈奥尼亚之子,即荷马)。意为“缪斯为了向荷马示好/照顾荷马”,暗示缪斯为了不让阿耳基洛科斯在史诗领域同荷马争锋,而特意将他引向讽刺诗创作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.661-7.678