← 希腊诗选

希腊诗选 卷二

§7.558-7.570

夭折青年与名医及文人的悼亡题诗

本组题咏收录了为鲁菲努斯等夭折青年所作的悼诗、医道拟人化哀悼希波克拉底与盖伦等名医之作、对雄辩家克拉特罗斯与哑剧演员克律塞奥马洛斯的悼念,以及坎道勒斯旧事与异乡死难妇女的墓志铭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
558

​Anonymi Epigrammatici ᾌδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην, κρύψε δὲ παππῴῳ μνήματι τῷδε λίθος. οὔνομα Ῥουφῖνος γενόμην, παῖς Αἰθερίοιο, μητρὸς δʼ ἐξ Ἀγάθης· ἀλλὰ μάτην γενόμην. ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας, φεῦ, σοφὸς εἰς ἀίδην, καὶ νέος εἰς ἔρεβος. κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρόν, ὁδῖτα· δὴ γὰρ ἔφυς ζῳῶν ἢ πάις ἠὲ πατήρ.

无名氏题咏 哈得斯掠去了我青春的果实, 顽石将我隐匿在祖传的这方墓茔之下。 我生前的名字是鲁菲努斯,埃忒里俄斯之子, 生母为阿加泰;然而我徒然降生于世。 因我疾驰至才艺与青春的顶点, 呜呼,博学如我归于哈得斯,年轻如我没于幽冥。 过路的行客啊,凝视这些文字,你也当长久号哭; 因你只要是活着的人,就定是某人的孩子或父亲。

​Theosebeia εἶδεν Ἀκεστορίη τρία πένθεα· κείρατο χαίτην πρῶτον ἐφʼ Ἱπποκράτει, καὶ δεύτερον ἀμφὶ Γαληνῷ· καὶ νῦν Ἀβλαβίου γοερῷ περὶ σήματι κεῖται, αἰδομένη μετὰ κεῖνον ἐν ἀνθρώποισι φανῆναι.

狄俄塞贝亚 医道见证了三次哀恸:她剪短发丝, 第一次是为了希波克拉底,第二次是为了盖伦; 如今她伏倒在阿布拉比俄斯凄惨的墓碑旁, 自觉羞于在他离世后重现于人世。

560

​Paulus Silentiarius εἰ καὶ ἐπὶ ξείνης σε, Λεόντιε, γαῖα καλύπτει, εἰ καὶ ἐρικλαύτων τῆλʼ ἔθανες γονέων, πολλά σοι ἐκ βλεφάρων ἐχύθη περιτύμβια φωτῶν δάκρυα, δυστλήτῳ πένθεϊ δαπτομένων. πᾶσι γὰρ ἦσθα λίην πεφιλημένος, οἷά τε πάντων ξυνὸς ἐὼν κοῦρος, ξυνὸς ἐὼν ἕταρος. αἰαῖ, λευγαλέη καὶ ἀμείλιχος ἔπλετο Μοῖρα, μηδὲ τεῆς ἥβης, δύσμορε, φεισαμένη.

保罗·斯伦蒂亚里俄斯 莱昂提俄斯啊,纵然异乡的泥土掩埋了你, 纵然你远离痛哭失声的双亲而殒命, 在人们备受难忍哀痛煎熬的双眼中, 仍有无数的热泪环绕着你的坟茔倾泻而出。 因你为所有人所深爱,宛如所有人的 共同的孩子,所有人的共同同伴。 呜呼,命运女神凶残而无情, 薄命之人,竟连你的青春都不肯怜惜。

​Julianus ἡ Φύσις ὠδίνασα πολὺν χρόνον ἀνέρʼ ἔτικτεν ἄξιον εἰς ἀρετὴν τῶν προτέρων ἐτέων, τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα,1 τὸν καὶ ἀνιγροῖς κινήσαντα γόῳ δάκρυον ἀντιπάλοις. εἰ δὲ νέος τέθνηκεν, ὑπέρτερα νήματα Μοίρης μέμφεο, βουλομένης κόσμον ἄκοσμον ἔχειν.

尤利安努斯 大自然历经长久的阵痛,产下一名男子, 在美德上足以比肩往昔的年代—— 那便是在才智与名字上皆无比刚强的克拉特罗斯,他以悲叹 使那怀恨的宿敌也潸然泪下。 若他年轻夭折,去责怪命运女神至高的丝线吧, 因她决意要让这世间失去妆点、陷入无序。

​Julianus ὦ φθέγμα Κρατεροῖο, τί σοι πλέον εἴ γε καὶ αὐδῆς ἔπλεο καὶ σιγῆς αἴτιον ἀντιπάλοις; ζῶντος μὲν γὰρ ἅπαντες ἐφώνεον· ἐκ δὲ τελευτῆς ὑμετέρης ἰδίην αὖθις ἔδησαν ὄπα. οὔτις γὰρ μετὰ σεῖο μόρον τέτληκε τανύσσαι ὦτα λόγοις· κρατερῷ δʼ ἓν τέλος ἠδὲ λόγοις.

尤利安努斯 啊,克拉特罗斯的声音,若你对宿敌而言既成了 发声的缘由又成了缄默的因由,于你又有何益? 因你在世时众皆高声争辩;但自你 辞世后,他们又重新封锁了自己的话语。 在你死后,无人再有勇气侧耳倾听言辞; 对于刚强的克拉特罗斯与对于言辞,其终局合而为一。

​Paulus Silentiarius σιγᾷς Χρυσεόμαλλε τὸ χάλκεον,2 οὐκέτι δʼ ἡμῖν εἰκόνας ἀρχεγόνων ἐκτελέεις μερόπων νεύμασιν ἀφθόγγοισι· τεὴ δʼ, ὄλβιστε, σιωπὴ νῦν στυγερὴ τελέθει, τῇ πρὶν ἐθελγόμεθα.

保罗·斯伦蒂亚里俄斯 克律塞奥马洛斯,你如青铜般陷入沉寂,不再用 无言的身势,为我们演尽 初生凡人的百态容貌;至福之人啊, 昔日曾令我们神往的你的沉默,如今已变得面目可憎。

​Anonymi Epigrammatici τῇδὲ ποτʼ ἀκτερέιστον ἐδέξατο γαῖα χανοῦσα Λαοδίκην, δηΐων ὕβριν ἀλευομένην. σῆμα δʼ ἀμαλδύναντος ἀνωίστοιο χρόνοιο, Μάξιμος ἔκδηλον θῆκʼ Ἀσίης ὕπατος, καὶ κούρης χάλκειον ἐπεὶ τύπον ἐφράσατʼ ἄλλῃ κείμενον ἀκλειῶς, τῷδʼ ἐπέθηκε κύκλῳ.

无名氏题咏 当年,豁开的大地在此处接纳了未受葬礼的 劳狄刻,她以此逃避敌人的凌辱。 当默默流逝的岁月磨灭了她的坟茔, 亚细亚行省总督马克西穆斯令其重见天日; 当他见到这位少女的青铜造像在别处默默无闻地 横卧,便将其安置于这方圆冢之上。

565

​Julianus αὐτὴν Θειοδότην ὁ ζωγράφος.3 αἴθε δὲ τέχνης ἤμβροτε, καὶ λήθην δῶκεν ὀδυρομένοις.

尤利安努斯 画家绘出了泰奥多特本人的真容。但愿他 画技拙劣,从而能将遗忘赐予那些悲痛饮泣之人。

​Macedonius II γαῖα, καὶ Εἰλείθυια, σὺ μὲν τέκες, ἡ δὲ καλύπτεις· χαίρετον ἀμφοτέρας ἤνυσα τὸ στάδιον. εἶμι δέ, μὴ νοέων πόθι νίσομαι· οὐδὲ γὰρ ὑμέας ἢ τίνος ἢ τίς ἐὼν οἶδα πόθεν μετέβην.

马其顿尼俄斯二世 大地啊,还有厄勒梯亚,你赋予诞生,她给予掩埋; 别了,二位:我已跑完了穿行于你们之间的赛道。 我去了,却不知自己将奔赴何方;因关于你们, 我亦不知自己是谁的骨肉、究竟是谁,又来自何方。

​Agathias Scholasticus Κανδαύλου τόδε σῆμα· δίκη δʼ ἐμὸν οἶτον ἰδοῦσα οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη. ἤθελε γὰρ δισσοῖσιν ὑπʼ ἀνδράσι μηδὲ φανῆναι, ἀλλʼ ἢ τὸν πρὶν ἔχειν, ἢ τὸν ἐπιστάμενον. χρῆν ἄρα Κανδαύλην παθέειν κακὸν οὐ γὰρ ἂν ἔτλη δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.4

阿加提亚斯·斯科拉司梯库斯 这是坎道勒斯的坟墓;正义女神目睹了我的死厄, 宣称我的妻子未曾犯下丝毫罪愆。 因她不愿将身体暴露在两个男人面前, 而是要么保留前者,要么委身于那个知晓其赤裸的人。 由此看来,坎道勒斯理应遭逢厄运;因他不该容忍 将自己的〔妻子〕展示于他人的眼底。

​Agathias Scholasticus ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν. ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες, οὐδʼ ἐπὶ παστοὺς ἠγάγετʼ οὐδʼ ἐρατῆς ἔργα τεκνοσπορίης; οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον μέλλον ἄγειν στυγεροῦ δʼ εἰς Ἀχέροντος ἔβην. ἀλλὰ θεοί, λίτομαι, μητρός γε γόους πατέρος τε παύσατε, τηκομένων εἵνεκʼ ἐμεῦ φθιμένης.

阿加提亚斯·斯科拉司梯库斯 在我年方十四岁时,神明将我强行夺走, 我是母亲塔勒娅为父亲狄杜莫斯所生的独女。 啊,命运女神,为何如此严酷,既不曾引我步入洞房, 亦未赐我可爱的生育之功? 双亲原本打算引我走向婚礼之神许墨奈俄斯; 我却走向了可憎的阿刻戎河。 然而诸神啊,我祈求你们,请止住母亲与父亲的号哭吧, 他们正为了逝去的我而销魂欲绝。

​Agathias Scholasticus ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ, εὖτʼ ἂν ἐμὴν λεύσσῃς πατρίδα Θεσσαλίην “κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος, αἰαῖ, Βοσπορίης ἐγγύθεν ἠιόνος· ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο, ὄφρʼ ἀναμιμνῄσκῃ τῆς ποτε κουριδίης.”

阿加提亚斯·斯科拉司梯库斯 是的,行路人,我祈求你,每当你望见 我的故乡色萨利时,请向我亲爱的丈夫转述: “你的结发妻子已亡故,地底的墓冢留住了她, 呜呼,就在博斯普鲁斯海滨的近旁; 但请你在你身边的故土为我建一座衣冠冢, 好让你常忆起曾为新娘的那个女子。”

570

​Anonymi Epigrammatici Δουλκίτιον μὲν ἄνακτες ἄκρον βιότοιο πρὸς ὄλβον ἤγαγον ἐξ ἀρετῆς καὶ κλέος ἀνθυπάτων ὡς δὲ Φύσις μιν ἔλυσεν ἀπὸ χθονός, ἀθάνατοι μὲν αὐτὸν ἔχουσι θεοί, σῶμα δὲ σηκὸς ὅδε.

无名氏题咏 君主们因杜尔基提俄斯卓绝的美德,将他引向了人生极尽的荣宠 与资深执政官的赫赫威名; 而当大自然将他从大地中解脱时,不朽的 诸神接纳了他本身,而这方灵庙则安放着他的遗体。

语法注4 条
  1. 7.561τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα

    σοφίην τε καὶ οὔνομα 是关系/限制宾格,意为“在智慧和名字(Κρατερός 意为强有力)上皆为强者克拉特罗斯”,运用了死者姓名的字面含义进行修辞双关。

  2. 7.563σιγᾷς Χρυσεόμαλλε τὸ χάλκεον

    τὸ χάλκεον 与 σιγᾷς 连用,作副词性(同族)宾格,意为“如青铜般沉寂”或“保持着青铜般的沉默”,将默剧演员生前无声的肢体表演与死后如铜像般的永恒寂静作对比。

  3. 7.565αὐτὴν Θειοδότην ὁ ζωγράφος

    省略了述谓动词(如 ἔγραψεν,“绘制”)的紧缩句。仅列出主语 ὁ ζωγράφος 和直接宾语 αὐτὴν Θειοδότην,以此凸显画像的逼真:“画家[画出了]泰奥多特本人的真容”。

  4. 7.567οὐ γὰρ ἂν ἔτλη δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις

    ἄν 搭配不定过去时直陈语气动词 ἔτλη 构成与过去事实相反的虚拟表达:“因为他本不该/不会忍心将自己的[妻子]展示在他人眼底”,典出坎道勒斯向癸盖斯展示妻子裸体的故事。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.558-7.570