- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.544-7.557
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组题咏包含一系列哀悼诗篇:托付过路旅人的捎信、赫耳墨斯引导善者赴冥府、贫困捕鸟人的离世、父亲为十二岁夭折女儿刻碑志哀、墓碑前的回声对白、化作顽石的尼俄伯的永恒悲痛、逃过海难却丧命狼口的青年、同生共死的兄弟合葬、异乡亡妇与行人的问答对话、奴隶死后终获肉身自由、石匠父亲以眼泪融石为子筑墓、濒死妻子对丈夫与婚姻的祝福与感恩,以及对滑稽模仿艺人和年轻早逝妻子的悼念。
Anonymi Epigrammatici εἰπέ, ποτὶ Φθίαν εὐάμπελον ἢν ποθʼ ἵκηαι1 καὶ πόλιν ἀρχαίαν, ὦ ξένε, Θαυμακίαν. ὡς δρυμὸν Μαλεαῖον ἀναστείβων ποτʼ ἔρημον εἶδες Λάμπωνος τόνδʼ ἐπὶ παιδὶ τάφον Δερξίᾳ, ὅν ποτε μοῦνον ἕλον δόλῳ, οὐδʼ ἀναφανδόν, κλῶπες ἐπὶ Σπάρταν δῖαν ἐπειγόμενον.
无名氏题咏 如果你有朝一日来到葡萄繁茂的弗提亚, 来到古老的城市萨玛基亚,异乡人啊,请转告: 你在踏过玛勒阿荒凉的橡树林时, 曾见到了兰蓬为儿子德耳克西亚斯筑起的这冢坟茔, 当年他独身一人急赴神圣的斯巴达时, 强盗们并非光明正大地,而是设下奸计害死了他。
Hegesippus τὴν ἀπὸ πυρκαϊῆς ἐνδέξια φασι κέλευθον Ἑρμῆν τοὺς ἀγαθοὺς εἰς Ῥαδάμανθυν ἄγειν, ᾗ καὶ Ἀριστόνοος, Χαιρεστράτου οὐκ ἀδάκρυτος παῖς, ἡγησίλεω δῶμʼ Ἄϊδος κατέβη.
赫格西波斯 人们说,赫耳墨斯引着善人沿火葬柴堆右侧的道路, 前去谒见拉达曼堤斯; 正是在这条路上,凯勒斯特拉托斯那令人洒泪的儿子阿里斯托诺奥斯, 也降落到了引民之主哈得斯的殿宇。
Anonymi Epigrammatici εἶχε κορωνοβόλον πενίης λιμηρὸν Ἀρίστων ὄργανον, ᾧ πτηνὰς ἠκροβόλιζε χῆνας, ἦκα παραστείχων δολίην ὁδόν, οἷος ἐκείνας ψεύσασθαι2 λοξοῖς ὄμμασι φερβομένας. νῦν δʼ ὁ μὲν εἰν ἀίδῃ· τὸ δὲ οἱ βέλος ὀρφανὸν ἤχου καὶ χερός· ἡ δʼ ἄγρη τύμβον ὑπερπέταται.
无名氏题咏 饥贫交加的阿里斯同持有一件击杀乌鸦的器具, 他曾以此器具狙击展翅的野雁, 他悄然行过欺瞒的蹊径,其巧妙手段 足以骗过那些斜眼啄食的鸟禽。 如今他已在哈得斯;他的箭矢已无声响, 也失去了发箭的手;而他的猎物正飞过他的坟茔。
Julius leonidas τὰν στάλαν ἐχάραξε Βιάνωρ οὐκ ἐπὶ ματρί, οὐδʼ ἐπὶ τῷ γενέτᾳ, πότμον ὀφειλόμενον, παρθενικᾷ δʼ ἐπὶ παιδί· κατέστενε δʼ, οὐχ Ὑμεναίῳ, ἀλλʼ Ἀίδᾳ νύμφαν δωδεκέτιν κατάγων.
尤利乌斯·莱奥尼达斯 比亚诺尔刻下这方石碑,并非为他的母亲, 亦非为他的生父——那本是命中应有之数, 而是为了他那待字闺中的女儿;他悲伤哀叹,并非引她去见婚礼之神, 而是将年仅十二岁的新娘领向了哈得斯。
Julius leonidas α. τίς Δαίμων Ἀργεῖος ἐπʼ ἠρίῳ; ἆρα σύναιμος ἐστὶ Δικαιοτέλους; β. ἐστὶ Δικαιοτέλους. α. ἠχὼ τοῦτʼ ἐλάλησε πανύστατον, ἢ τόδʼ ἀληθές, κεῖνος ὅδʼ ἐστὶν ἀνήρ; β. κεῖνος ὅδʼ ἐστὶν ἀνήρ.
尤利乌斯·莱奥尼达斯 甲:坟丘之上是哪位阿尔戈斯的英灵?难道是 狄开奥泰勒斯的同胞? 乙:是狄开奥泰勒斯的同胞。 甲:这是回声吐露的最后一丝声息,还是确凿的事实, 眼前这人正是那个人? 乙:那个人正是这人。
Julius leonidas Πέτρος ἔτʼ ἐν Σιπύλῳ Νιόβη θρήνοις ἀναλύζει ἑπτὰ δὶς ὠδίνων δυρομένη θάνατον λήξει δʼ οὐδʼ αἰῶνι γόου. τί δʼ ἀλαζόνα μῦθον φθέγξατο, τὸν ζωῆς ἅρπαγα καὶ τεκέων;
尤利乌斯·莱奥尼达斯 在西皮洛斯山化作顽石的尼俄伯仍在悲泣哀号, 痛悼着十四次分娩所得骨肉的死亡; 她的哀号万古不绝。她为何要吐露那狂妄的言辞, 夺去了自己的生命与孩子?
Julius leonidas Ναυηγὸς γλαυκοῖο φυγὼν Τρίτωνος ἀπειλὰς Ἀνθεὺς Φθιώτην οὐ φύγεν αἰνόλυκον· Πηνειοῦ παρὰ χῦμα γὰρ ὤλετο. φεῦ τάλαν ὅστις Νηρεΐδων Νύμφας ἔσχεν ἀπιστοτέρας.
尤利乌斯·莱奥尼达斯 安透斯在海难中逃脱了苍灰色特里同的恐吓, 却未能逃脱弗提亚凶残的野狼; 因他丧命于珀涅俄斯河的浪涛旁。呜呼,可怜的人, 竟发现陆上的宁芙比海上的涅瑞伊得斯更不可信任!
Agathias Scholasticus Λητόιος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην, ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα, καὶ παρὰ θῖνα Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν. οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην, ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην. χαίρετον ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δʼ ὑμέων ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης.
阿加提亚斯·斯科拉司梯库斯 莱托伊俄斯与保罗同为兄弟, 共同承受了生命的羁绊, 共同抽得了命运的丝线,并在博斯普鲁斯的 海滨,一同覆上了同一片泥土。 因为他们无法忍受彼此分离而活, 甚至并肩同行奔赴珀耳塞福涅。愿你们安息,甜蜜同心的兄弟俩!在你们的墓旁, 本该筑起一座同心女神的祭坛。
Agathias Scholasticus α. ὦ ξένε, τί κλαίεις; β. διὰ σὸν μόρον. α. οἶσθα τίς εἰμι; β. οὐ μὰ τὸν ἀλλʼ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος. ἐσσὶ δὲ τίς; α. Περίκλεια. β. γυνὴ τίνος; α. ἀνδρὸς ἀρίστου, ῥήτορος, ἐξ Ἀσίης, οὔνομα Μεμνονίου. β. πῶς δέ σε Βοσπορίη κατέχει κόνις; α. εἴρεο μοῖραν, ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον. β. παῖδα λίπες; α. τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα. β. αἴθε καλῶς ζώοι. α. ναί, ναί, φίλος, εὔχεο κείνῳ, ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.
阿加提亚斯·斯科拉司梯库斯 甲:异乡人,你为何哭泣? 乙:为你悲惨的命运。 甲:你知道我是谁吗? 乙:凭诸神起誓我并不知晓,但我仍目睹了这凄惨的终局。你是谁? 甲:佩里克勒亚。 乙:谁的妻子? 甲:一位杰出之人、来自亚细亚的名叫墨姆诺尼俄斯的演说家的妻子。 乙:博斯普鲁斯的泥土怎会埋葬了你? 甲:去问命运吧,正是命运赐予我远离故土的异乡坟墓。 乙:你留下了孩子吗? 甲:一个三岁的幼子,他在深宅中彷徨哭泣,渴盼着我乳房中流出的乳汁。 乙:愿他好好活着! 甲:是啊,是啊,仁善的人,为他祈祷吧,愿他长大成人后,能为我洒下眷恋的泪水。
Damascius Ζωσίμη, ἡ πρὶν ἐοῦσα μόνῳ τῷ σώματι δούλη, καὶ τῷ σώματι νῦν εὗρεν ἐλευθερίην.
达马斯基俄斯 佐西麦,昔日仅在肉体上身为奴隶, 如今在肉体上也寻得了自由。
Philippus Λατύπος Ἀρχιτέλης Ἀγαθάνορι παιδὶ θανόντι χερσὶν ὀιζυραῖς ἡρμολόγησε τάφον, αἰαῖ, πέτρον ἐκεῖνον, ὃν οὐκ ἐκόλαψε σίδηρος, ἀλλʼ ἐτάκη πυκινοῖς δάκρυσι τεγγόμενος.. φεῦ, στήλη φθιμένῳ κούφη μένε, κεῖνος ἵνʼ εἴπῃ· ὄντως πατρῴη χεὶρ ἐπέθηκε λίθον.
腓力 石匠阿基泰勒斯用悲戚的双手, 为死去的儿子阿加萨诺尔砌合了陵墓; 呜呼,那顽石并非铁器所雕琢, 而是在密集的泪水浸润下融化销蚀。 唉,墓碑啊,对于逝者请保持轻柔,好让他能说道: “确实是父亲的手将这块石头安放在我身上。”
Joannes barbucallus ἐς πόσιν ἀθρήσασα παρʼ ἐσχατίης λίνα μοίρης ᾔνεσα καὶ χθονίους, ᾔνεσα καὶ ζυγίους· τοὺς μὲν, ὅτι ζωὸν λίπον ἀνέρα· τοὺς δʼ, ὅτι τοῖον.3 ἀλλὰ πατήρ μίμνοι παισὶν ἐφʼ ἡμετέροις.
约翰尼斯·巴尔布卡卢斯 在生命尽头的命运丝线旁凝望着夫君, 我既赞美了冥府诸神,也赞美了婚配诸神: 赞美前者,因我留下了活着的丈夫;赞美后者,因他曾是如此良人。 然而愿这位父亲为我们的孩子们长久存活下去!
Joannes barbucallus τοῦτο σαοφροσύνας ἀντάξιον εὕρεο, Νοστώ· δάκρυά σοι γαμέτας σπεῖσε καταφθιμένᾳ.
约翰尼斯·巴尔布卡卢斯 诺斯托啊,你为你的贞淑获得了相称的回报: 你死后,你的夫君为你倾洒了滚滚热泪。
Theodorus νηλειὴς Ἀίδης· ἐπὶ σοὶ δʼ ἐγέλασσε θανόντι, Τίτυρε, καὶ νεκύων θῆκέ σε μιμολόγον.
狄奥多罗斯 哈得斯向来无情;但在你死去之时,他却对你微笑, 提堤罗斯啊,并让你成了亡魂间的拟笑艺人。
Flavius Cyrus τρεῖς ἐτέων δεκάδες, Μαίης χρόνος· ἐς τρία δʼ ἄλλα ἔτρεχεν, ἀλλʼ Ἀίδης πικρὸν ἔπεμψε βέλος· θηλυτέρην δʼ ἥρπαξε ῥόδων καλύκεσσιν ὁμοίην, πάντʼ ἀπομαξαμένην ἔργα τὰ Πηνελόπης.
弗拉维乌斯·居鲁士 三十载岁月曾是迈娅的寿命;正向着另外三年 迈进时,哈得斯却射出了痛苦的利箭; 他夺去了这位宛如玫瑰花蕾般的少妇, 她生前已将珀涅罗佩的一切德行仿效穷尽。
- 7.544εἰπέ, ποτὶ Φθίαν εὐάμπελον ἢν ποθʼ ἵκηαι
祈使动词 εἰπέ 引导随后由 ὡς ... εἶδες 引出的间接引语从句。条件从句 ἢν ποθʼ ἵκηαι 携介词短语 ποτὶ Φθίαν ... καὶ πόλιν ... Θαυμακίαν 修饰 εἰπέ,构成“若你有朝一日抵达……请转告说你见到了……”的句式。
- 7.546οἷος ἐκείνας ψεύσασθαι
关系/指示形容词 οἷος 与不定式(ψεύσασθαι)连用,构成表示能力、资质或结果的固定构式(“足以欺骗它们的那样一个人/本领”),用于限定描述主语阿里斯同的特性。
- 7.555τοὺς μὲν, ὅτι ζωὸν λίπον ἀνέρα· τοὺς δʼ, ὅτι τοῖον.
承接前文的 ᾔνεσα καὶ χθονίους, ᾔνεσα καὶ ζυγίους(既赞美冥神,亦赞美婚配之神),τοὺς μέν 指代 χθονίους,τοὺς δέ 指代 ζυγίους。在后半句 ὅτι τοῖον 中省略了动词(如 ἔλιπον 或 ἔδωκαν),形成了紧凑的对比句:“赞美前者,因我留下了活着的丈夫;赞美后者,因赐给了我如此优秀的夫君”。
