- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.279-7.294
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
关于海难者的系列墓志铭。诗中描绘了海边的坟茔与被绘制的船具、对耕夫莫惊扰骨灰的告诫、逃脱海难却在陆上死于孤狼或毒蛇的厄运、在死寂海面上渴死的水手,以及双手被鱼群啃食的老渔夫的悲剧。
Anonymi Epigrammatici παῦσαι νηὸς ἐρετμὰ καὶ ἔμβολα τῷδʼ ἐπὶ τύμβῳ αἰὲν ἐπὶ ψυχρῇ ζωγραφέων1 σποδιῇ. ναυηγοῦ τὸ μνῆμα. τί τῆς ἐνὶ κύμασι λώβης αὖθις ἀναμνῆσαι τὸν κατὰ γῆς ἐθέλεις;
佚名 莫要在这座坟冢上、在冰冷的骨灰上, 不断地描画船的木桨与船首撞角。 这是一位海难者的纪念碑。为何你想要再次 让这身处地下的人忆起波涛中的耻辱?
Isidorus τὸ χῶμα τύμβος ἐστὶν ἀλλὰ τὼ βόε ἐπίσχες οὗτος, τὰν ὕνιν τʼ ἀνάσπασον κινεῖς σποδὸν γάρ. ἐς δὲ τοιαύταν κόνιν μὴ σπέρμα πυρῶν, ἀλλὰ χεῦε δάκρυα.
伊西多罗斯 这土丘是一座坟墓:喂,那人,快停下你的两头牛, 拔起你的犁铧; 因为你惊扰了骨灰。在这般的尘土之上, 莫要撒下麦种,而当倾洒泪水。
Heraclides Ἄπισχʼ, ἄπισχε χεῖρας, ὦ γεωπόνε, μηδʼ ἀμφίταμνε τὰν ἐν ἠρίῳ κόνιν. αὐτὰ κέκλαυται βῶλος· ἐκ κεκλαυμένας δʼ οὔτοι κομάτας ἀναθαλήσεται στάχυς.
赫拉克利得斯 住手,住手吧,耕夫啊, 莫要围着墓冢里的尘土翻耕。 土块本身已被泪水浸透;从浸透泪水的土地里, 绝不会抽出繁茂葱郁的麦穗。
Theodoridas Ναυηγοῦ τάφος εἰμί· σὺ δὲ πλέε· καὶ γὰρ ὅθʼ ἡμεῖς ὠλλύμεθʼ, αἱ λοιπαὶ νῆες ἐποντοπόρουν. -
狄奥多里达斯 我是海难者的坟墓;但你尽管航行吧!因为即使在我们要 丧命之时,其余的船只仍在大海中穿行。
Leonidas τετρηχυῖα θάλασσα, τί μʼ οὐκ οἰζυρὰ παθόντα τηλόσ’ ἀπὸ ψιλῆς ἔπτυσας ἠιόνος; ὡς σεῦ μηδʼ Ἀίδαο κακὴν ἐπιειμένος ἀχλὺν Φυλεὺς Ἀμφιμένευς ἆσσον ἐγειτόνεον.2
莱奥尼达斯 狂暴的大海啊,为何对于历尽灾难的我, 你未曾将我吐到远离荒凉海岸的地方? 好让我这安菲墨涅斯之子菲勒乌斯,即便披着哈得斯险恶的阴云, 也不至与你为邻,挨得这般近。
Asclepiades ὀκτώ μευ πήχεις ἄπεχε, τρηχεῖα θάλασσα, καὶ κύμαινε, βόα θʼ ἡλίκα σοι δύναμις· ἢν δὲ τὸν Εὐμάρεω καθέλῃς τάφον, ἄλλο μὲν οὐδὲν κρήγυον, εὑρήσεις δʼ ὀστέα καὶ σποδιήν.
阿斯克勒庇阿得斯 离我八肘之远,狂暴的大海啊, 任凭你掀起波澜,尽你最大的力量咆哮; 但若你毁坏了欧马瑞斯的坟墓,除了白骨与骨灰, 你绝不会找到任何有益之物。
Glaucus οὐ κόνις οὐδʼ ὀλίγον πέτρης βάρος, ἀλλʼ Ἐρασίππου ἣν ἐσορᾷς αὕτη πᾶσα θάλασσα τάφος· ὤλετο γὰρ σὺν νηί· τὰ δʼ ὀστέα ποῦ ποτʼ ἐκείνου πύθεται, αἰθυίαις γνωστὰ μόναις ἐνέπειν.3
格劳科斯 不是尘土,亦非微薄石碑之重,对厄拉西波斯而言, 你眼前所见的这整片大海皆是坟茔; 因为他与船只一同覆灭;而他的尸骨究竟在何处 腐朽,唯有海燕能够说出。
Antipater δύσμορε Νικάνωρ, πολιῷ μεμαραμμένε πόντῳ, κεῖσαι δὴ ξείνῃ γυμνὸς ἐπʼ ἠιόνι, ἢ σύ γε πρὸς πέτρῃσι· τὰ δʼ ὄλβια κεῖνα μέλαθρα φροῦδα 〈καὶ ἡ〉 πάσης ἐλπὶς ὄλωλε Τύρου. οὐδὲ τί σε κτεάνων ἐρρύσατο· φεῦ, ἐλεεινέ, ὤλεο μοχθήσας ἰχθύσι καὶ πελάγει.
安提帕特 命途多舛的尼卡诺尔啊,在灰白的海洋中消亡, 你赤身横卧在异乡的海岸,或是岩石旁; 那富丽的厅堂已化为乌有,全推罗的希望皆已破灭。 你拥有的资财无一拯救了你;呜呼,可怜的人, 你为鱼群与大海操劳一生,最终却走向了毁灭。
Antipater καὶ νέκυν ἀπρήυντος ἀνιήσει με θάλασσα Λῦσιν, ἐρημαίῃ κρυπτὸν ὑπὸ σπιλάδι, στρηνὲς ἀεὶ φωνεῦσα παρʼ οὔατι, καὶ παρὰ κωφὸν σῆμα. τί μʼ, ὤνθρωποι, τῇδε παρῳκίσατε, ἣ πνοιῆς χήρωσε τὸν οὐκ ἐπὶ φορτίδι νηὶ ἔμπορον, ἀλλʼ ὀλίγης ναυτίλον εἰρεσίης θηκαμένη ναυηγόν; ὁ δʼ ἐκ πόντοιο ματεύων ζωήν, ἐκ πόντου καὶ μόρον εἱλκυσάμην.
安提帕特 即便在死后,难以平息的大海也必将折磨我—— 藏于荒凉暗礁之下的吕西斯, 在大声喧嚣中始终在我耳畔、在这无声的墓碑旁回荡。人们啊,你们为何让我与大海比邻而居? 是大海夺去了我的呼吸,使我——一个并非乘坐货船的商贩、 而是仅靠小划艇谋生的水手—— 沦为了海难者。从大海中寻觅生计的我, 竟也从大海中招致了自己的厄运。
Antipater οὐδετέρης ὅλος εἰμὶ θανὼν νέκυς, ἀλλὰ θάλασσα καὶ χθὼν τὴν ἀπʼ ἐμεῦ μοῖραν ἔχουσιν ἴσην. σάρκα γὰρ ἐν πόντῳ φάγον ἰχθύες· ὀστέα δʼ αὖτε βέβρασται ψυχρῇ τῇδε παρʼ ἠιόνι.
安提帕特 身为死去的尸骸,我并不完全属于任何一方,大海与 大地均等地分有了我身上的份额。 因为在海中,鱼群吃尽了我的血肉;而骨殖 却被冲上了这片冰凉的海岸。
Antipater ἀνθέα τὸν ναυηγὸν ἐπὶ στόμα Πηνειοῖο νυκτὸς ὑπὲρ βαιῆς νηξάμενον σανίδος, μούνιος ἐκ θάμνοιο θορὼν λύκος, ἄσκοπον ἄνδρα, ἔκτανεν. ὦ γαίης κύματα πιστότερα,
安提帕特 海难者安忒阿斯,夜间攀着一叶微薄的木板 游至珀涅俄斯河口, 一匹独狼从灌木丛中跃出,扑向这毫无防备之人, 将他咬死。呜呼,狂涛竟比大地更为可信!
Statyllius flaccus λαίλαπα καὶ μανίην ὀλοῆς προφυγόντα θαλάσσης ναυηγόν, Λιβυκαῖς κείμενον ἐν ψαμάθοις, οὐχ ἑκὰς ἠιόνων, πυμάτῳ βεβαρημένον ὕπνῳ, γυμνόν, ἀπὸ στυγερῆς ὡς κάμε ναυφθορίης, ἔκτανε λυγρὸς ἔχις. τί μάτην πρὸς κύματʼ ἐμόχθει, τὴν ἐπὶ γῆς φεύγων μοῖραν ὀφειλομένην;
斯塔提利乌斯·弗拉克库斯 海难者逃过了毁灭性大海的暴风与疯狂, 横卧在利比亚的沙滩上,距海岸不远, 沉沉陷入最后的睡眠,赤身裸体, 因那可怕的海难而筋疲力尽, 一条阴险的毒蛇却夺去了他的性命。他徒然地与波涛搏斗, 究竟是为了何事?难道是为逃避大地上命中注定的死亡?
Xenocritus χαῖταί σου στάζουσιν ἔθʼ ἁλμυρά, δύσμορε κούρη, ναυηγέ, φθιμένης εἰν ἁλί, Λυσιδίκη. ἦ γάρ, ὀρινομένου πόντου, δείσασα θαλάσσης ὕβριν ὑπὲρ κοίλου δούρατος ἐξέπεσες. καὶ σὸν μὲν φωνεῖ τάφος οὔνομα, καὶ χθόνα Κύμην, ὀστέα δὲ ψυχρῷ κλύζετʼ ἐπʼ αἰγιαλῷ, πικρὸν Ἀριστομάχῳ γενέτῃ κακόν, ὅς σε κομίζων ἐς γάμον, οὔτε κόρην ἤγαγεν οὔτε νέκυν.
克塞诺克里托斯 你的发丝上仍滴淌着咸涩的海水,薄命的少女、 葬身海底的海难者吕西狄刻啊。 诚然,狂涛翻涌之时,因畏惧大海的暴虐, 你从空心的船身上跌入海中。 如今坟茔宣告着你的芳名与库墨的城邦, 尸骨却在冰冷的滩岸上受波浪拍打; 这对送你去成婚的父亲阿里斯托马科斯而言,是何等苦涩的灾祸, 他既未能带回少女,也未能带回遗体。
Theon ἀλκυόσιν, Ληναῖε, μέλεις τάχα· κωφὰ δὲ μήτηρ μύρεθʼ ὑπὲρ κρυεροῦ δυρομένη σε τάφου.
塞翁 勒奈俄斯啊,或许翠鸟正在眷顾你;而在冰冷的墓冢之上, 母亲正徒然流泪,为你哀悼鸣咽。
Isidorus οὐ χεῖμα Νικόφημον, οὐκ ἄστρων δύσις ἁλὸς Λιβύσσης κύμασιν κατέκλυσεν ἀλλʼ ἐν γαλήνῃ, φεῦ τάλας, ἀνηνέμῳ πλόῳ πεδηθείς, ἐφρύγη δίψευς ὕπο. καὶ τοῦτʼ ἀήτεων ἔργον· ἆ πόσον κακὸν ναύταισιν ἢ πνέοντες ἢ μεμυκότες.
伊西多罗斯 并非风暴,亦非群星西沉, 将尼科菲摩斯淹没在利比亚海的狂波之中; 而是在风平浪静之中,呜呼哀哉,因无风的 航程受困,他最终焦渴而死。 这也是风的作为啊;呜呼,风无论吹刮还是止息, 对水手们而言都是何其巨大的灾难!
Tullius Laurea Γρυνέα τὸν πρέσβυν, τὸν ἁλιτρύτου ἀπὸ κύμβης ζῶντα, τὸν ἀγκίστροις καὶ μογέοντα λίνοις, ἐκ δεινοῦ τρηχεῖα Νότου κατέδυσε θάλασσα, ἔβρασε δʼ ἐς κροκάλην πρώϊον ἠϊόνα, χεῖρας ἀποβρωθέντα.4 τίς οὐ νόον ἰχθύσιν εἴποι ἔμμεναι, οἳ μούνας, αἷς ὀλέκοντο, φάγον;
图利乌斯·劳瑞亚 老格律纽斯,靠着一艘海水侵蚀的小舟度日, 以钓钩和渔网辛苦劳作, 因可怕的南风而狂暴的大海将他吞没, 并在清晨将他冲上布满卵石的海滩, 他的双手已被鱼群啃食殆尽。谁能说鱼群没有灵性? 它们仅仅吃掉了那些曾经毁灭过它们的手。
- 7.279παῦσαι ... ζωγραφέων
中动态不定过去时命令式 παῦσαι 与补充性分词 ζωγραφέων 连用,构成表示“停止做某事(描画)”的句式。
- 7.283ὡς σεῦ μηδʼ Ἀίδαο κακὴν ἐπιειμένος ἀχλὺν Φυλεὺς Ἀμφιμένευς ἆσσον ἐγειτόνεον
连词 ὡς 连结陈述式未完成过去时(ἐγειτόνεον),表示过去未实现的目的或反事实结果(“好让我不至于成为你的近邻”),由前一主句中未实现的过去行为(τί μʼ οὐκ ... ἔπτυσας,“为何你未曾吐出我”)所引发。
- 7.285γνωστὰ μόναις ἐνέπειν
不定式 ἐνέπειν 为说明性/限制性不定式(epexegetic infinitive),修饰形容词 γνωστὰ,意为“(唯海燕)知晓并能讲述”。
- 7.294χεῖρας ἀποβρωθέντα
受格 χεῖρας 与被动态不定过去分词 ἀποβρωθέντα 连用,属于表示身体部位的“关系受格/希腊式受格”(accusative of respect),意为“双手被咬噬殆尽”。
