← 希腊诗选

希腊诗选 卷二

§7.263-7.278

悼念海难遇难者与海畔墓冢的碑铭

一组哀悼海难遇难者的墓志铭,描写了海边墓冢的难安、空冢的虚妄,以及海难死者与风暴的无情命运。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
263

​Anacreon καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴης θαρσήσαντα Νότου λαίλαπι χειμερίῃ. ὥρη γάρ σε πέδησεν ἀνέγγυος· ὑγρὰ δὲ τὴν σὴν κύματʼ ἀφʼ ἱμερτὴν ἔκλυσεν ἡλικίην.

阿那克里翁 克勒诺里得斯啊,对故土的思念也毁灭了你,当你敢于冒犯 南风那冬日的暴风雨时。 因为这不可靠的季节羁绊了你,潮湿的波涛 冲走了你那可爱的青春。 莱奥尼达斯

​Leonidas εἴη ποντοπόρῳ πλόος οὔριος· ὃν δʼ ἄρʼ ἀήτης, ὡς ἐμέ, τοῖς Ἀίδεω προσπελάσῃ λιμέσιν, μεμφέσθω μὴ λαῖτμα κακόξενον, ἀλλʼ ἕο τόλμαν, ὅστις ἀφʼ ἡμετέρου πείσματʼ ἔλυσε τάφου.1

愿航海之人一路顺风;但若风暴也如对我一般, 将任何人引近哈得斯的港口, 愿他莫要怨尤那待客不善的大浪,而当怨尤自己的蛮勇, 只要他是从我们的坟墓解缆启航的人。

265

​Plato Ναυηγοῦ τάφος εἰμί ὁ δʼ ἀντίον ἐστὶ γεωργοῦ· ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστʼ Ἀίδης.

柏拉图 我是海难者的坟墓,对面的则是农夫的坟茔: 哈得斯便是如此,对海洋与陆地一视同仁地潜伏其下。

​Leonidas Ναυηγοῦ τάφος εἰμὶ Διοκλέος· οἱ δʼ ἀνάγονται, φεῦ τόλμης, ἀπʼ ἐμοῦ πείσματα λυσάμενοι.

莱奥尼达斯 我是海难者狄奥克勒斯的坟墓;然而人们却起航了, ——呜呼,何等蛮勇!——解开了系在我身旁的缆绳。

​Posidippus ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθε χῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει. φρίσσω κύματος ἦχον, ἐμὸν μόρον, ἀλλὰ καὶ οὕτως χαίρετε, Νικήτην οἵτινες οἰκτίρετε.

波塞狄普斯 水手们,为何将我葬在海边?你们本应当在极其遥远之处, 为海难者堆起可怜的坟冢。 我战栗于波涛的声音——我致命的命运;但即便如此, 愿你们安好,那些怜悯尼刻忒斯的人们。

​Plato Ναυηγόν με δέδορκας. ὃν οἰκτείρασα θάλασσα γυμνῶσαι πυμάτου φάρεος ᾐδέσατο, ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μʼ ἀπέδυσε, τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.2 κεῖνο καὶ ἐνδύσαιτο, καὶ εἰς Ἀίδαο φέροιτο, καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.

柏拉图 你看到我是一个海难者;大海怜悯我, 尚且不忍剥去我最后的裹尸衣, 一个人却用他毫无惧怕的双手将我剥光, 为了那么微小的利益,承担了如此沉重的罪孽。 愿他穿上那件衣服,并被带入哈得斯, 愿弥诺斯看见他穿着我的破烂衣裳。 柏拉图

​Plato πλωτῆρες, σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.

航海者们,愿你们无论在海中还是在陆上都得保全; 但须知你们正经过一个海难者的墓标。

270

​Simonides τούσδε ποτʼ ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.

西蒙尼得斯 这些人曾经从斯巴达运送献给福玻斯的初熟祭品, 一片大海、一个夜晚、一艘船将他们一同埋葬。

​Callimachus ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν νῦν δʼ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς· ἀντὶ δʼ ἐκείνου οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα, η. ο. Βθθομιῐ, Ζπ α Οανάβη, ρ. θδ.

卡利马科斯 但愿快船根本不曾出现!那样我们便不会 为狄奥克莱得斯之子索波利斯哀泣了。 可如今他的尸身漂流在海中的某处;代替他, 我们经过的只是一个名字和一座空冢。 [校勘注记] 卡利马科斯

​Callimachus Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳ ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην, ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε· χὠ μὲν ἐν ὑγρῇ νεκρός· ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων, κηρύσσω πανάληθες ἔπος τόδε· “φεῦγε θαλάσσῃ συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.”

纳克索斯人吕科斯并非死于陆地,而是在大海中 眼见船只与生命一同覆灭, 当时他作为商人正从埃癸娜航行;如今他身在潮湿的海中 成了一具死尸;而我作为徒有其名的坟冢, 宣告这句千真万确的话语:“水手啊,在群山羊星西沉时, 切莫与大海相接触。”

​Leonidas Εὔρου με τρηχεῖα καὶ αἰπήεσσα καταιγίς, καὶ νύξ, καὶ δνοφερῆς κύματα πανδυσίης ἔβλαψʼ Ὠρίωνος· ἀπώλισθον δὲ βίοιο Κάλλαισχρος, Λιβυκοῦ μέσσα θέων πελάγευς. κἀγὼ μὲν πόντῳ δινεύμενος, ἰχθύσι κύρμα, οἴχημαι· ψεύστης δʼ οὗτος ἔπεστι λίθος.

莱奥尼达斯 东风那粗暴而陡急的风暴、黑夜、以及猎户座 昏暗西沉时掀起的巨浪毁了我;我,卡莱斯克罗斯, 在穿行利比亚海正中时,滑落出了生命。 我在海中颠簸流转,成了鱼群的猎物, 死去了;而这块谎言之石立在上面。

​Honestus οὔνομα κηρύσσω Τιμοκλέος, εἰς ἅλα πικρὴν πάντῃ σκεπτομένη ποῦ ποτʼ ἄρʼ ἐστὶ νέκυς. αἰαῖ· τὸν δʼ ἤδη φάγον ἰχθύες· ἡ δὲ περισσὴ πέτρος ἐγὼ τὸ μάτην γράμμα τορευθὲν ἔχω.

霍内斯图斯 我宣告着蒂莫克勒斯的名字,环视着那苦涩的海洋, 四处探寻他的尸身究竟在何处。 呜呼!鱼群早已将他吃尽;而我这多余的石碑, 只是徒然保留着刻下的铭文。

275

​Gaetulicus I ἁ Πέλοπος νᾶσος καὶ δύσπλοος ὤλεσε Κρήτα, καὶ Μαλέου τυφλαὶ καμπτομένου σπιλάδες Δάμιδος Ἀστυδάμαντα Κυδώνιον. ἀλλʼ ὁ μὲν ἤδη ἔπλησεν θηρῶν νηδύας εἰναλίων τὸν ψεύσταν δέ με τύμβον ἐπὶ χθονὶ θέντο. τί θαῦμα; Κρῆτες ὅπου ψεῦσται, καὶ Διὸς ἔστι τάφος,

盖图利库斯 珀罗普斯之岛与难以航行的克里特,以及转折处马勒阿那隐蔽的礁石, 毁灭了基多尼亚人达米斯之子阿斯蒂达马斯。 但他早已填饱了海中游兽的肚腹; 人们却将我这说谎的坟茔立在陆上。有何奇怪? 在克里特人皆为说谎者的地方,甚至还有宙斯的坟墓。

​Hegesippus ἐξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς ἄνδρα, πολύκλαυτον ναυτιλίης σκύβαλον κέρδεα δʼ οὐκ ἐδίωξαν ἃ μὴ θέμις· ἀλλὰ σὺν αὐτοῖς ἰχθύσι τῇδʼ ὀλίγῃ θῆκαν ὑπὸ ψαμάθῳ. ὦ χθών, τὸν ναυηγὸν ἔχεις ὅλον ἀντὶ δὲ λοιπῆς σαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις.3

赫格西普斯 拖网渔夫从海中打捞起一个被啃食了一半的男子, 他是航海留下的备受哭泣的残骸; 他们没有贪求非分之财,而是同鱼群一起, 将他安葬在这微薄的细沙之下。 大地啊,你完整地拥有了这名海难者;因为代替失去的血肉, 你覆盖着那些尝过血肉者。

​Callimachus τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν εὗρέ σ’ ἐπʼ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ, δακρύσας ἐπίκηρον ἑὸν βίον οὐδὲ γὰρ αὐτὸς ἥσυχος, αἰθυίῃ δʼ ἶσα θαλασσοπορεῖ.

卡利马科斯 海难的异邦人,你是谁?莱昂提科斯在这片海滩上 发现了你的遗体,并将你埋入这座坟墓, 为他自己凶险的生命流泪;因为他自己也 不得安宁,像海燕一样在海上飘荡。

​Archias οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασθεὶς κύμασιν, ἀγρύπνων λήσομαι ἠιόνων. ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόθι πόντου δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου· αἰεὶ δὲ βρομέοντα καὶ ἐν νεκύεσσι θαλάσσης ὁ τλήμων ἀίω δοῦπον ἀπεχθόμενον μόχθων οὐδʼ Ἀίδης με κατεύνασεν, ἡνίκα μοῦνος οὐδὲ θανὼν λείῃ κέκλιμαι ἡσυχίῃ.

阿尔基阿斯 即使成了死者,我这被波涛冲上海岸的海难者泰里斯, 也无法忘怀那不眠的海滩。 因为在碎浪的山崖之下,在充满敌意的海边, 我藉由异邦人之手得到了一座坟墓; 在亡魂之中,可怜的我也一直在倾听着 大海那永不停止轰鸣的、令人憎恶的声响。 哈得斯并未使我从劳苦中安息,当我孤身一人, 甚至在死去时,也未曾躺卧在平顺的宁静之中。

语法注3 条
  1. 7.264ὃν δʼ ἄρʼ ἀήτης, / ὡς ἐμέ, τοῖς Ἀίδεω· προσπελάσῃ λιμέσιν, / μεμφέσθω μὴ λαῖτμα κακόξενον, ἀλλʼ ἕο τόλμαν, / ὅστις ἀφʼ ἡμετέρου πείσματʼ ἔλυσε τάφου.

    第四行由 ὅστις 引导的关系从句(“凡是从我们的坟墓解开缆绳之人”)限定了第一行中由 ὃν 所代指的人。第三行的祈使语气动词 μεμφέσθω 的逻辑主语正是由 ὅστις 引导的这部分,整体构成呼应与倒装结构:若风暴将某人推向哈得斯,只要他是从我们墓旁启航者,便当咎己之蛮勇而非怪罪大海。

  2. 7.268τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος

    τόσσον ἄγος 作分词 ἀράμενος 的直接宾语(宾格),而 τόσσου κέρδεος 则是表示代价或交换的属格(genitive of price)。意为“以换取如此微薄的利益,承担了如此深重的罪愆”。

  3. 7.276ἀντὶ δὲ λοιπῆς / σαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις

    介词短语 ἀντὶ λοιπῆς σαρκός(“代替其余的血肉”)修饰动词 ἐπέχεις(“压制/收纳”),其宾语为分词短语 τοὺς σαρκῶν γευσαμένους(“尝过血肉者”,即鱼群)。诗人借此巧妙表达:通过埋葬吃了他血肉的鱼,大地间接完整地容纳了海难者的全身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.263-7.278