- 底本
- Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4081.tlg001.humanitext-grc2:81-158
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿佛洛狄忒在诸厄洛斯的鼓舞下盛装打扮,众神来到伊达山寻得正在放牧吹笛的帕里斯。赫尔墨斯命帕里斯裁决金苹果归属;雅典娜许以武功与战阵之能,赫拉许以全亚细亚的统治权,阿佛洛狄忒则轻解罗裳,大胆展示自己的胴体。
πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
众女神皆寻求更美、更绝妙的风姿。
Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
多谋的塞浦路斯女神揭开面纱,
καὶ περόνην θυόεντα διαστήσασα κομάων
松开束于发间的芳香发簪,
χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην.
以黄金饰其发辫,以黄金冠其秀发。
τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα·
她望见诸厄洛斯孩儿,便这般呼唤:
ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.1
“竞赛已近,亲爱的孩儿们!快来拥抱你们的乳母。
σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων·
今日面容的光华将对我作出裁决;
δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει.
我害怕那牛倌会将苹果授予何人。
Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,
人们称赫拉是卡里斯们神圣的乳母,又说她执掌王权、守护权杖;
φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν·καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·
雅典娜则常被唤作战争的女王;
μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων
唯独塞浦路斯女神是柔弱无力的神祇。我不执掌君王的权柄,
κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.
不握战阵的枪矛,亦不引弓发矢。
ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς
然而我何须过分忧惧?
ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;
我虽无枪尖,却拥有一柄如迅疾枪矛般的、诸厄洛斯悦心的宝带!
κεστὸν ἔχω καὶ κέντρον ἄγω καὶ τόξον ἀείρω,
我握有宝带,手持刺棒,高挽弓弦——
κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
正是自那宝带中,妇人们领受我情爱的狂澜,
πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
常受分娩之苦却不致丧生。”
τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
一边跟随,玫瑰色手指的塞浦路斯女神如此言说。
οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς
而巡游的诸厄洛斯听从母亲可爱的吩咐,
φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
欢跃在乳母身旁。
ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
此时她们刚越过伊达山的山脊,
ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
在那山岭石岩筑冠的悬崖之下,
κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.
少年般的帕里斯正放牧父辈的羊群。
ποιμαίνων δʼ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου
在山溪两岸的出口处放牧时,他一边清点着汇聚的牛群,一边点算着觅食的羊群;
νόσφι μὲν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,
身后悬垂着一张山栖野山羊的皮,垂挂着贴近他的大腿;
νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
牧人的手杖——驱赶耕牛的木杖——被弃掷一旁,
ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,ποιμενίη δʼ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,
因为他就这样稍微步入惯常的牧地,追逐着野苇笛清越的歌声;
τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·2
他在幽静的圈栏中常常歌唱,既怠慢了公牛,也不顾惜羊群;
πολλάκι δʼ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων
自彼处,他在牧人秀美的居所中手持排箫,奏起潘神与赫尔墨斯喜爱的旋律;
καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·ἔνθεν ἔχων σύριγγα κατʼ ἤθεα καλὰ νομήωνΠανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,
犬不吠叫,牛不哞鸣,
μούνη δʼ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
唯有如风般、
Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.
未习人声的厄科在伊达群山中应声回响。
ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,
公牛在山巅吃饱了青草,
κεκλιμένοι βαρύγουνον ἐπʼ ἰσχίον εὐνάζοντο.
屈着沉重的膝骨,侧卧入眠。
ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης
他就这样在枝叶茂密的遮蔽下清越歌唱,
τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.
远远望见了传令神赫尔墨斯。
δειμαίνων δʼ ἀνόρουσε, θεῶν δʼ ἀλέεινεν ὀπωπήν·
他惊骇地跳起身,意欲躲避神祇的目光;
καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας
他将悦耳的芦笛倚靠在山毛榉上,
μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.
打断了尚未多费辛劳的歌声。
τοῖα δὲ δειμαίνοντα προσέννεπε θέσκελος Ἑρμῆς·
神圣的赫尔墨斯对惊恐的他如此说道:
γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσαςδεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων·
“扔下挤奶桶,放开秀美的羊群,快来为天界的诸神掌管公断、主持裁决吧;
δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς
快来分辨谁的面貌更为卓绝,
φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.3
将这苹果——可爱的果枝——授予更加明媚的女神!”
τοῖον ἀνηΰτησεν· ὁ δʼ ἤπιον ὄμμα τανύσσας
赫尔墨斯这般呼唤。帕里斯舒展温和的目光,
ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
轻柔地试着品评每一位的美貌。
δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
他注视着青灰色眼眸的明光,
χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
端详着黄金雕饰的颈项,连同脚跟后方与脚掌本身的足迹,
καὶ πτέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
细细审视着每一位的华饰。
χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα4τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
雅典娜在审判之前握住微笑着的他的双手,向亚历山大说出这番话语:
δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
“来吧,普里阿摩斯的子嗣,
καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην
舍弃宙斯的妻子,鄙弃内室的女王阿佛洛狄忒,
ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
赞美勇武的护佑者雅典娜吧!
φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·
人们说你统治并护卫着特洛伊城;
δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
来,我将使你在困厄的人们面前成为救城之主,
μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.
免得暴怒的厄倪俄沉重地压倒你。
πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.
顺从我吧,我将把战争与勇武倾囊相授!”
ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.
足智多谋的雅典娜如此呼告。
τοῖα δʼ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·
白臂赫拉打断她说道:
εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,
“若你裁决于我,将这卓绝的果枝授予我,
πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.
我便立你为我们整个亚细亚的统帅。
ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;
蔑视征战的琐事吧!君王与战争何干?
κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
王者向勇武者与不战者一并施令。
οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·
雅典娜的随从并非总能力拔头筹;
ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
厄倪俄的仆役皆难逃早夭之命。”
τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.
首座的赫拉赐予了这般的统治之权。
ἡ δʼ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα
然而塞浦路斯女神揭开深褶的薄衣,
κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.
迎着微风袒露胸膛,将其撩起而毫无羞怯;
χειρὶ δʼ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
她用手轻解诸厄洛斯悦心的宝带,
στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.5
袒露全部胸怀,全然不顾双乳的羞涩。
- 86ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.
名词 τιθήνην(乳母、抚育者)指阿佛洛狄忒自身。配合第96行的宝带(κεστόν),展现出她作为诸厄洛斯抚育者的神性特征。在此作命令句动词 περιπτύξασθε 的直接宾语。
- 111τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων, / ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·
此处出现倒装离隔结构(hyperbaton)。指示形容词 τοῖος(处于此种状态)承接前行描述帕里斯抛开牧杖的情态,随后的 ἐπεί 引导原因从句(“因为……”),解释其缘由在于沉醉于芦笛之乐。属格 σύριγγος 与远隔的 ἀοιδήν 构成修饰关系。
- 129δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων· / δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς / φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
第二人称单数不定过去时希求法(θεμιστεύσειας, ὀπάσσαις)与副词 δεῦρο(到此)连用,构成委婉命令或劝告性希求法(optative of polite command),而非单纯愿望。分词 δικάζων 和 διακρίνων 表示方式或伴随状况。
- 137χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
χειρῶν 是表示身体局部的部分属格(partitive genitive),依附于分词 ἑλοῦσα(抓取、执),意为“执其双手”。分词 μειδιόωντα 为阳性单数宾格,修饰作为动作直接对象的帕里斯(亚历山大)。
- 158στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
动词 μνάομαι(顾及、挂念)带否定词 οὐκ,支配属格 μαζῶν。字面意为“未曾顾及双乳”,在语境中意在表达阿佛洛狄忒在帕里斯面前毫不羞怯、泰然袒露胸脯的大胆姿态。
