← 科鲁索斯

劫夺海伦

§1-80

厄里斯投下金苹果与裁决之命

诗人呼唤特洛伊的宁芙们讲述帕里斯的审判与特洛伊战争的渊源。随后描写诸神齐聚佩琉斯与忒提斯的婚礼,未受邀请的不和女神厄里斯掷下金苹果挑起赫拉、阿佛洛狄忒与雅典娜的美貌之争,宙斯遂命赫尔墨斯引领三位女神交由山中牧羊的帕里斯裁决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν

特洛伊的宁芙们,河神克珊托斯的后代,

πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι

你们常常在父辈的沙滩上留下发辫上的面纱与手中神圣的玩具,

ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,

整装加入伊达山歌舞的行列;

5

δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος

来吧,离开喧腾的河流,

εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,

告诉我那位主持裁判的牧羊人的心思。

ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων

他是如何从山中走出,

ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶνἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ

不懂航海之事却驱舟驶过陌生的海洋?为了让一个牧人同时扰乱大海与大地,

10

βουκόλος;1 ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,

究竟有何必要造出那些始作俑者的船只?究竟何为那争端的古老开端,

ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;

竟致使牧羊人也要为不朽的神祇作出裁判?

τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης

那是怎样的一场审判?

Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι

他又是从何处听闻那位阿尔戈斯新娘的芳名?因为你们亲自前往,

Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης

在伊达山的三峰法拉克拉悬崖之下,

15

καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις

亲眼看见了端坐于幽静之位的帕里斯,

καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.

以及那因美貌自豪的卡里斯之女王阿佛洛狄忒。

ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων

就这样,在海摩尼亚的高耸群山之中,

νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων

当佩琉斯的新婚祝歌奏响之时,

Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης·

甘尼美德斯遵照宙斯的吩咐斟酒。

20

πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη

整族神祇都争相赶来,

αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,

尊崇安菲特里忒那白臂的姐妹:

Ζεὺς μὲν ἀπʼ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·

宙斯来自奥林匹斯,波塞冬来自大海;

ἐκ δὲ Μελισσήεντος ἀπʼ εὐόδμου Ἑλικῶνος

阿波罗率领缪斯们清脆的歌队,

Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων·

从多蜜而芬芳的赫利孔山赶来;

25

​39 χρυσείοις δʼ ἑκάτερθε τινασσόμενος πλοκάμοισι

他的未经修剪的发卷在两侧随金色的发丝摇曳,

​40 βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης.

在西风中飘动。

τὸν δὲ μεθʼ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.

紧随其后的是宙斯的姐妹赫拉;

οὐδʼ αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη

掌管和谐的阿佛洛狄忒女王自己也没有迟延,

ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.

来到了半人马的树林。

30

καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,

佩托也编织好了婚礼的花环赶来,

τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην.

轻巧地提着射手厄洛斯的箭囊。

καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα

雅典娜虽未尝婚配,

ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.

也从额角摘下沉重的头盔,前去参加婚礼。

οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος

阿波罗的同胞姐妹、勒托之女阿耳忒弥斯,

35

Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα.

虽是山野的猎手,也未曾轻慢怠慢。

οἷος δʼ οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων

正如铁石心肠的阿瑞斯走向赫淮斯托斯的居所时,

ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,

既不戴头盔,也不握杀伐的枪矛,

τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου

他同样没有穿胸甲,没有带锋利的铁器,

μειδιόων ἐχόρευεν. ἔριν δʼ ἀγέραστον ἐάσας

微笑着翩翩起舞。然而喀戎把未受尊崇的厄里斯弃之不顾,

40

οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.

毫无挂念,佩琉斯也不曾留意于她。

ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο

她就像一头迷离于林谷牧场的小母牛,

πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται

被驱牛的吸血牛虻刺中,

φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·

在荒凉的灌木丛中徘徊;

τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα

厄里斯同样被极度妒忌的创痛所压制,

45

πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.

四处游荡,寻思着如何扰乱诸神的宴席。

πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα

她多次从平滑石头的座榻上一跃而起,

ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης

站立片刻,又重新坐下;

οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέτρην·

她用手捶击大地的胸膛,毫不顾及岩石。

ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,

她想打开幽暗渊薮的锁钥,

50

ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων

从地底的深坑中唤醒提坦诸神,

οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.

毁灭居于高处的宙斯的宝座天庭。

ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,

她想挥动烈火呼啸的风暴,

Ἡφαίστῳ δʼ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,

但虽生性狂暴,面对掌管不熄之火与锻铁的赫淮斯托斯,

καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.

她还是退让了。

55

καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,

她也曾设想撞击盾牌发出沉重的巨响,

εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·2

指望他们因恐惧而在这喧嚣中跳起;

ἀλλὰ καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς

然而因惧怕铁甲持盾的阿瑞斯,

Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.

她又从这一较为年轻狡黠的计谋中退却。

ἤδη δʼ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·

此时她想起了赫斯珀里得斯的金苹果。

60

ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα

于是厄里斯取来了战争的前兆之枝——那只苹果,

μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.

谋划出带来显著艰辛的计策。

χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν

她手中旋动着战火最初的根苗,

ἐς θαλίην ἔρριψε, χορὸν δʼ ὤρινε θεάων.

将其掷入宴席,打乱了女神们的舞蹈。

Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ

以宙斯的床榻为荣的配偶赫拉惊骇地站立着,

65

ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι·

想要将它据为己有;

πασάων δʼ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα

但塞浦路斯女神自恃胜过众神,

μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·

渴望拥有这苹果,因为这是诸厄洛斯的至宝;

Ἥρη δʼ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.

赫拉不肯放弃,雅典娜也不肯退让。

Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας

宙斯看见诸神的争端,召来在身旁侍坐的儿子赫尔墨斯,

70

τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·

对他如此吩咐道:“儿啊,若你在伊达山的克珊托斯河畔,

εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις

何处听闻普里阿摩斯的儿子帕里斯,

παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,

那位俊美的青年,正在特洛伊的山间放牧,

Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις,

就把苹果交给他吧;命他在女神之间,

κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων

评判她们双眉相接之处与面容的轮廓。

75

κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην3

凡是被选定带走那著名果实者,

κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.

就让她享有至美者的权柄与诸厄洛斯的华彩。”

ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·

父神克罗诺斯之子就这样向赫尔墨斯下令;

αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας

他遵从父亲的吩咐,

80

εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.

在前引路,未敢怠慢女神们。

语法注3 条
  1. 9ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ βουκόλος

    连词 ἵνα 引导接虚拟式 ὀρίνῃ 的目的从句,修饰前文的问句 τί δὲ χρέος ἔπλετο νηῶν ἀρχεκάκων(“造出肇祸的船只有何必要”),意为“为了让一个牧人同时扰乱大海与大地”。虽然语意上带有结果意味,但在史诗传统中,命运预定的结果常借由目的从句结构来表现。

  2. 56εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν

    εἴ 后接希求式 ἀναθρῴσκοιεν,构成表示间接企图或尝试(“指望……”、“看是否……”)的从句,依附于前面的动词 ἐμήσατο(“她设想/图谋”),表示预期的反应:“指望他们会因畏惧而在喧嚣中跳起”。

  3. 76ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην

    διακρινθεῖσα 为被动态不定过去时分词,其后的不定式 φέρειν 依附于它,表限定或目的(“被评定/挑选去带走……”)。整句作为命令式主动词 ἐχέτω 的主语:“凡被选定带走那著名果实者,让她拥有……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4081.tlg001.humanitext-grc2:1-80