← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§170.10-170.34

具壳动物的反常运动与全书结语

米海尔注解了亚里士多德《论动物行进》末章(714b8)关于具壳动物反常运动的疑难与解答,蟹螯的左右不对称性,并阐释了全书末尾提及《动物结构》及过渡到《论灵魂》的总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

" Περὶ δὲ τῶν ὀστρακοδέρμων ἀπορήσειεν ἄν τις τίς ἡ κίνησις." Δείξας ὅτι ἐπὶ πάντων τῶν κινουμένων ἄρχοντα τῆς κινήσεως τὰ δεξιά εἰσι, ζητήσειεν ἄν τις, φησίν, ἐπὶ τῶν ὀστρακοδέρμων τίς ἡ κίνησις, καὶ εἰ μὴ ἔχουσι δεξιὸν καὶ ἀριστερόν, πόθεν κινοῦνται. φαίνονται γὰρ κινούμενα· εἰ οὖν κινοῦνται, ἀνάγκη ἔχειν δεξιά. θεὶς οὖν τὴν ἀπορίαν λύει ταύτην οὕτω λέγων ‘ἢ ὥσπερ ἀνάπηρόν τι καὶ κολοβὸν δεῖ τιθέναι πᾶν τὸ τῶν ὀστρακοδέρμων γένος, καὶ κινεῖσθαι ὁμοίως ὥσπερ ἂν εἴ τις ἀποκόψειε τῶν ὑποπόδων τὰ σκέλη’. τὰ γὰρ τοιαῦτα κυλιόμενα τὸν τόπον ἀμείβει, ὃ συμβαίνει καὶ ἐπὶ τῆς φώκης. εἰπὼν δὲ ὅτι ὡς ἀνάπηρον δεῖ τιθέναι τὸ τοιοῦτον γένος, ἐπαναλαμβάνει τὸν λόγον λέγων ἀληθὲς μὲν εἶναι τὸ κινεῖσθαι τὰ ὀστρακόδερμα· κινοῦνται δὲ παρὰ φύσιν. οὐ γάρ εἰσι κινητικά, ἀλλ’ ὡς μὲν τὰ μόνιμα1 καὶ πεφυκότα, λέγων πεφυκότα τὰ φυτά, τοὺς σπόγγους, τὰ ὅμοια, πρὸς μὲν οὖν τὰ πεφυκότα εἰσὶ κινητικά, πρὸς δὲ τὰ πορευτικὰ μόνιμα. ἔχουσι δὲ καὶ οἱ καρκίνοι τὰ δεξιά, φαύλως δ’ ἔχουσιν, ἐπεὶ ὅτι ἔχουσι δηλοῖ ἡ χηλή· μείζων γὰρ καὶ ἰσχυροτέρα ἡ δεξιά, ὡς βουλομένων φυσικῶς διορίζεσθαι τῶν δεξιῶν καὶ ἀριστερῶν.2 βούλεται γὰρ καὶ ἐν τοῖς καρκίνοις ὡς καὶ ἐπὶ τῶν ἄλλων ζῴων διωρίσθαι ἀπ’ ἀλλήλων τὰ δεξιὰ καὶ ἀριστερά. καὶ λοιπὸν περαιοῖ τὸ παρὸν βιβλίον ὑπομιμνήσκων ἅμα καὶ τῆς Περὶ ζῴων μορίων πραγματείας, λέγων τὰ μὲν οὖν περὶ τῶν μορίων τῶν τε ἄλλων αὐτῶν, ἤγουν περὶ ὧν ἐν τῷ Περὶ ζῴων μορίων εἴπομεν, καὶ τῶν περὶ τὴν πορείαν τῶν ζῴων καὶ πᾶσαν τὴν κατὰ τόπον μεταβολήν, περὶ ὧν πάλιν ἐνταῦθα ἐποιήσατο τὸν λόγον, τοῦτον ἔχει τὸν τρόπον. λέγει δὲ καὶ ἕπεσθαι τῇ παρούσῃ πραγματείᾳ τὴν Περὶ ψυχῆς πραγματείαν.

“关于具壳动物,人们可能会对它们的运动究竟是怎样的产生疑问。” 在表明在一切运动之物中右侧都是运动的开端之后,他说,人们可能会探究在具壳动物中运动究竟是怎样的,以及如果它们没有右侧和左侧,它们是从何处获得运动的。因为它们显现出是在运动的;因此,如果它们运动,就必然具有右侧。在提出这一疑难之后,他便如此说道来加以解决:“或者必须将整个具壳动物之类视为某种残缺和短截之物,且其运动就像有人切断了具足动物的四肢一样。”因为这类动物是通过滚动来变换位置的,这种情况也发生在海豹身上。在说了必须将这类动物视为残缺之后,他重申其论点,说具壳动物运动固然是真实的,但它们是反自然地运动的。因为它们并不是运动性的,而是相对于固定和植生之物而言——他所说的植生之物是指植物、海绵及类似者——相对于植生之物它们是运动性的,但相对于步行之物它们是固定的。蟹也具有右侧,但具有得并不完全,因为螯表明了它们具有右侧;右边的螯更大更强壮,这宛如右侧和左侧在自然本性上期望被区分开来一样。因为正如在其他动物身上一样,[自然]也期望在蟹身上右侧和左侧彼此被区分开来。最后,他使现存这卷书完结,同时也提醒人们注意《动物结构》的论述,说关于它们〔动物〕的其他部分,即我们在《动物结构》中所论述的那些,以及关于动物的行进和关于位置的一切变化的那些〔部分〕,即他在此再次展开论述的那些,其情况就是如此。他还说,紧接着当前论述的是《论灵魂》的论述。

语法注2 条
  1. 1.21ἀλλ’ ὡς μὲν τὰ μόνιμα καὶ πεφυκότα, λέγων πεφυκότα τὰ φυτά, τοὺς σπόγγους, τὰ ὅμοια, πρὸς μὲν οὖν τὰ πεφυκότα εἰσὶ κινητικά, πρὸς δὲ τὰ πορευτικὰ μόνιμα

    句首的 ἀλλ’ ὡς μὲν τὰ μόνιμα καὶ πεφυκότα 被随后的插入解释句(λέγων πεφυκότα...)打断(破格文/anacoluthon),并通过紧接着的 πρὸς μὲν οὖν τὰ πεφυκότα εἰσὶ κινητικά, πρὸς δὲ τὰ πορευτικὰ μόνιμα 借助介词 πρὸς 重新组织并得出结论。整个骨架旨在确立具壳动物介于固着植生之物与步行运动动物之间的中介对比关系。

  2. 1.21ὡς βουλομένων φυσικῶς διορίζεσθαι τῶν δεξιῶν καὶ ἀριστερῶν

    由 ὡς 引导的属格绝对结构(genitive absolute)。动词 βούλομαι 被用作对身体部位(τὰ δεξιὰ καὶ ἀριστερά)或自然意图的拟人化修辞,支配被动不定词 διορίζεσθαι(被区分)。紧随其后的句子通过 βούλεται... διωρίσθαι 再次重申了这种对自然意图的隐喻表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:170.10-170.34