← 艾菲索斯的米海尔

亚里士多德《动物行进》评注

§168.21-170.9

蟹的横行与鲽类游动的肢体结构

米海尔解释了为何蟹在多足动物中最显奇异,具有多只先行肢和横向行进方式,结合与龙虾的对比阐述了其足部的坚硬性及天生的外弯结构,并探讨了鲽类鱼的游动姿态以及鸟类与鱼类各部位之间的比例对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20

" Οἱ δὲ καρκίνοι τῶν πολυπόδων περιττότατοι πεφύκασιν." Τὸ περιττότατοι ἀντὶ τοῦ ἰδίως καὶ διαφόρως πρὸς τὰ ἄλλα ἔχουσιν εἴληπται· οὔτε γὰρ εἰς τὸ πρόσθεν ὡς τὰ ἄλλα, ἀλλ’ εἰς τὸ πλάγιον τὴν πορείαν ποιοῦνται, καὶ πολλοὺς τοὺς ἡγεμόνας ἔχουσι τῶν ζῴων μόνοι. τὸ δὲ τούτου δ’ αἴτιον ἡ σκληρότης τῶν ποδῶν καὶ ὅτι οὐ χρῶνται χάριν νεύσεως αὐτοῖς ἀλλὰ πορείας οὐχ ὡς αἴτιον ἐπῆκται τοῦ μὴ ποιεῖσθαι τὴν πορείαν εἰς τὸ ἔμπροσθεν, ἀλλὰ τοῦ πολλοὺς τοὺς ἡγεμόνας ἔχειν μόνους τῶν ζῴων.1 αἴτιον τοῦ πολλοὺς ἔχειν τοὺς ἡγεμόνας ἡ σκληρότης τῶν ποδῶν· σκληρῶν γὰρ ὄντων καὶ μὴ δυναμένων διὰ τὴν σκληρότητα εἰς τὸ πρόσθεν ἤτοι τὸ κυρτὸν κάμπτειν, οὐκ ἔχει τοὺς πρόσθεν πόδας δύο ἀλλὰ πλείους. πάντα γὰρ ὅσα τοὺς πρόσθεν κάμπτει, δύο τούτους ἔχει. διά τε δὴ τοῦτο ἔχει πλείους τοὺς ἡγεμόνας καὶ διὰ τὸ χρῆσθαι αὐτοῖς οὐ νεύσεως χάριν, ἀλλὰ πορείας, ὥστε εἰ μὴ πάντες προηγοῦντο, εἵποντο δὲ οἱ ὄπισθεν πάντες, ἐνεπόδιζον ἂν τὴν πορείαν. μέλλων δὲ λέγειν περὶ τῆς βλαισότητος τῶν τοῦ καρκίνου ποδῶν, προαναφωνεῖ ὅτι πάντων μὲν οὖν τῶν πολυπόδων εἰς τὸ πλάγιον αἱ καμπαί, ὡς καὶ τῶν τετραπόδων ὅσα τρωγλόδυτα, ταῦτα δέ ἐστι τὰ τετράποδα σαῦραι, κροκόδειλοι, τὰ ὅμοια. αἴτιον δὲ τοῦ εἰς τὸ πλάγιον κάμπτειν ὅτι τινὰ μὲν τούτων τρωγλόδυτά ἐστιν ἐν μόνῳ τῷ καιρῷ καθ’ ὃν τίκτουσι, τὰ δὲ καὶ τῷ βίῳ παντί. οὔκουν ἠδύναντο τρωγλοδυτεῖν ὑψηλὰ ὄντα καὶ μὴ οὕτω κάμπτοντα τοὺς πόδας, ὥσπερ εἴρηται. ἀλλὰ τῶν μὲν ἄλλων βλαισοῦται τὰ κῶλα διὰ τὸ μαλακὰ εἶναι, τῶν δὲ καράβων οὐ βλαισοῦται διά τε τὴν σκληρότητα καὶ τὸ χρῆσθαι αὐτοῖς ἐπὶ τὸ νεῖν, οὐκ ἐπὶ τὸ πορεύεσθαι· πρὸς γὰρ τὴν πορείαν χρεία τῆς βλαισότητος, ἀλλ’ οὐ πρὸς τὴν νεῦσιν. ἀλλὰ τῶν μὲν καράβων οἱ πόδες διὰ ταῦτα οὐ βλαισοῦνται. τῶν δὲ καρκίνων ἡ κάμψις εἰς τὸ πλάγιον. ἐπεὶ γὰρ οἱ καρκίνοι νευστικοὶ μὲν οὔκ εἰσι, πορευτικοὶ δὲ καὶ τρωγλοδύται καὶ σκληρόδερμοι, διὰ μὲν τὴν σκληρότητα ποιεῖ τοὺς πόδας αὐτῶν ἡ φύσις ἐν τῇ γενέσει βλαισούς· οὐ γὰρ διὰ τὴν μαλακότητα ὡς οἱ τῶν ἄλλων ἐν τῷ πορεύεσθαι βλαισοῦνται, ἀλλ’ εὐθὺς ἐν τῇ πρώτῃ συστάσει ὑπὸ τῆς φύσεως βλαισοῦνται· οὐ γὰρ δύνανται σκληροὶ ὄντες ἐν τῇ πορείᾳ βλαισοῦσθαι ὡς οἱ τῶν μαλακοσάρκων. τοῦ δὲ ὅλως βλαισοὺς εἶναι αἴτιον ἥ τε πολυποδία (πάντων γὰρ τῶν πολυπόδων οἱ πόδες βλαισοῦνται ἐν ταῖς πορείαις) καὶ τὸ τρωγλόδυτα εἶναι. καὶ ὅμοιον δή, φησίν, ἔχει τὸ ὄπισθεν μόνος ὁ κάραβος τῷ πλαγίῳ, ὄπισθεν λέγων τὸ ἕτερον πλάγιον· ὅμοια οὖν ἀλλήλοις τὰ πλάγια διά τε τὴν πολυποδίαν καὶ τὴν ἰσότητα τῶν ποδῶν· ἴσοι γὰρ κατ’ ἀριθμὸν ἀμφοτέρων τῶν πλαγίων οἱ πόδες. τοῦ δὲ πολλοὺς ἔχειν, φησί, τοὺς ἡγεμόνας αἴτιον τὸ μὴ κάμπτειν εἰς τὸ πρόσθεν· καὶ εἴπομεν πρὸ βραχέος τὴν αἰτίαν τούτου. διὰ δὲ τοῦ οὐ βεβλαίσωνται οὐ τοῦτο ἐδήλωσεν, ὡς ἄν τῳ δόξειεν, ὅτι οὐκ εἰσι βλαισοί, ἀλλ’ ὅτι οὐχ ἡνίκα τὴν πορείαν ποιοῦνται βλαισοῦνται, ἀλλ’ ὅτι πάντοτε βλαισοί εἰσιν·2 οὐ γὰρ ἂν εἴα αὐτοὺς ἐν ταῖς πορείαις ἡ σκληρότης βλαισοῦσθαι, εἰ μὴ ἐκ γενετῆς βλαισοὶ ἦσαν. οἱ δὲ ψηττοειδεῖς, φησί, τῶν ἰχθύων βαδίζουσιν ὡς οἱ ἑτερόφθαλμοι· οἱ γὰρ ἑτερόφθαλμοι πρὸς τοὺς ὤμους στρέφοντες μετρίως τοὺς αὐχένας οὕτω βαδίζουσι. σαφῆ δὲ τὰ ἑξῆς· λέγει δὲ τοὺς ὄρνιθας ἔχειν πόδας διὰ τὸ μὴ δύνασθαι αἰεὶ μετεώρους εἶναι. δέδωκεν οὖν αὐτοῖς ἡ φύσις τοὺς πόδας, ἵνα κοπιάσαντες ἐν τῇ πτήσει βαδίζωσιν ἐν τῇ γῇ. πρὸς τούτοις δὲ λέγει τοὺς ὄρνιθας τρόπον τινὰ ὁμοίως ἔχειν τοῖς ἰχθύσιν· πρόσκειται δὲ τὸ τρόπον τινὰ διὰ τὸ κατὰ ἀναλογίαν ταῦτα ἔχειν τὴν ταυτότητα. ὅτι δὲ ἔχουσιν ὁμοιότητα, δῆλον· αὐτίκα τοῖς μὲν ὄρνισιν αἱ πτέρυγες δύο καὶ ἄνω πρὸς τὰ πρανῆ, ἀλλὰ καὶ τοῖς ἰχθύσι δύο πτερύγια ἐν τῷ πρανεῖ· ὁμοίως τοῖς μὲν ὄρνισιν ἐν τοῖς ὑπτίοις οἱ πόδες, ἀλλὰ καὶ τοῖς ἰχθύσιν ἐν τοῖς ὑπτίοις καὶ ἐγγὺς τῶν πρανῶν πτερύγια ἀντὶ ποδῶν τοῖς πλείστοις· καὶ οἱ μὲν ὄρνιθες ἔχουσιν ὀρροπύγιον, οἱ δ’ ἰχθύες οὐραῖον.

“在多足动物中,蟹生来最为奇异。” “最为奇异”一词被用来表示“相对于其他动物具有独特而不同的状态”;因为它们不像其他动物那样向前行进,而是向侧面行进,并且在动物中唯独它们拥有多个先行肢。而“其原因在于足部的坚硬,以及它们不是为了游泳而是为了行进而使用它们”这一说法,并非作为不向前行进的原因而被引入,而是作为在动物中唯独拥有多个先行肢的原因而被引入。拥有多个先行肢的原因是足部的坚硬;因为它们坚硬,且无法因坚硬向前方即朝向凸面弯曲,所以它拥有的前足不是两只,而是更多。因为凡是将前足弯曲的动物,都只有两只前足。正是由于这个原因,并且由于不是为了游泳而是为了行进而使用它们,它才拥有较多的先行肢,以至于如果不是全部都在前引导,而是后方所有的足都在后跟随,就会阻碍行进。在打算论述蟹足的向外弯曲时,他预先宣称,所有多足动物的弯曲都是向侧面的,正如四足动物中凡是穴居的也是如此,这些四足动物即蜥蜴、鳄鱼及类似者。而向侧面弯曲的原因在于,它们当中的一些仅在繁育期穴居,另一些则终生穴居。因此,正如已经说过的,如果它们身躯高耸且不这样弯曲足部,它们就无法穴居。然而,其余动物的肢节由于柔软而向外弯曲,龙虾则由于坚硬以及将其用于游泳而非用于行进,因而并不向外弯曲;因为行进需要向外弯曲,游泳则不需要。由于这些原因,龙虾的足并不向外弯曲。而蟹的弯曲则是朝向侧面的。因为蟹不善游泳,而是长于行进、穴居且具硬壳的,由于坚硬,自然在生成中便使它们的足向外弯曲;因为它们并不像其他动物的足那样在行进中因柔软而弯曲,而是在最初的构成中立即由自然使其向外弯曲;因为既然是坚硬的,它们就不可能像软肉动物的足那样在行进中弯曲。全然向外弯曲的原因,既在于多足(因为所有多足动物的足在行进中都会向外弯曲),也在于它们是穴居的。他还说,唯独龙虾具有与其侧面相似的后部,这里他把另一侧面称为“后部”;因此,由于多足以及足的均等,两侧面彼此相似;因为两侧面的足在数目上是相等的。他说,拥有多个先行肢的原因是不向前方弯曲;我们在不久前已经说明了其原因。通过“它们没有变弯”这一表达,他并未如某些人所认为的那样表明它们不是向外弯曲的,而是表明它们并不是在行进时变弯,而是始终是向外弯曲的;因为若非生来就是向外弯曲的,其坚硬程度就不会允许它们在行进中变弯。他说,鱼类中的鲽类像独眼人那样行进;因为独眼人将颈部适度转向肩部,如此行进。接下来的内容十分明确;他说鸟类拥有足,是因为不能始终居于空中。因此自然赋予了它们足,以便它们在飞行劳累时可以在地上行走。此外他还说,鸟类在某种程度上与鱼类相似;添加“在某种程度上”是因为它们依据比例而具有同一性。它们具有相似性,这是显而易见的:首先,鸟类有两只翅膀,且在上方朝向背部,而鱼类在背部也有两个鳍;同样,鸟类在腹部有足,而鱼类在大多数情况下在腹部且靠近背部之处也有代替足的鳍;鸟类有尾部,鱼类则有尾鳍。

语法注2 条
  1. 1.20οὐχ ὡς αἴτιον ἐπῆκται τοῦ μὴ ποιεῖσθαι τὴν πορείαν εἰς τὸ ἔμπροσθεν, ἀλλὰ τοῦ πολλοὺς τοὺς ἡγεμόνας ἔχειν μόνους τῶν ζῴων

    这是一个对比句式:οὐχ ὡς αἴτιον ... ἀλλὰ τοῦ ... 依存于被动完成时动词 ἐπῆκται。其结构将表示原因的属格不定词短语 τοῦ μὴ ποιεῖσθαι 与 ἀλλὰ τοῦ πολλοὺς ... ἔχειν 相对比,澄清亚里士多德引入该原因并非用于解释“不向前行进”,而是用于解释“唯独拥有多个先行肢”。

  2. 1.20διὰ δὲ τοῦ οὐ βεβλαίσωνται οὐ τοῦτο ἐδήλωσεν, ὡς ἄν τῳ δόξειεν, ὅτι οὐκ εἰσι βλαισοί, ἀλλ’ ὅτι οὐχ ἡνίκα τὴν πορείαν ποιοῦνται βλαισοῦνται, ἀλλ’ ὅτι πάντοτε βλαισοί εἰσιν

    关于亚里士多德完成时被动态动词 οὐ βεβλαίσωνται 的阐释句。主动词 ἐδήλωσεν 以 τοῦτο 为宾语,先否定被驳斥的解释(ὅτι οὐκ εἰσι βλαισοί),再通过两个并列的 ἀλλ’ ὅτι 引导的从句确立正确的解释,即区分“在行进中变弯”与“生来始终处于外弯状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:168.21-170.9