- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:217.21-219.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫解释了波菲利文本(16,16)中属与特有属性在取消关系上的不对称性,补充了二者的共有特性与相异之处,继而梳理了属与偶性的共有特性和相异之处,最后通过组合计算(二十种可能中排除重复后为十种)讨论了五种声音相互之间的相异之处总数。
p. 16,16 Ἔτι τὰ μὲν ἴδια ἀναιρούμενα οὐ συναναιρεῖ τὰ γένη, τὰ δὲ γένη ἀναιρούμενα συναναιρεῖ τὰ εἴδη, ὧν ἐστιν ἴδια· Καλῶς λέγει· ἐὰν γὰρ εἴπω ‘οὐ ζῶον ἔστι’, δηλῶ ὅτι οὐδὲ γελαστικόν· ἐὰν δὲ εἴπω ‘οὐ γελαστικόν’, οὐ συναναιρῶ τὸ ζῷον· ἔστι γὰρ ζῷα μὴ γελαστικά. ταὐτὸν δὲ ἐστι τῇ πρώτῃ διαφορᾷ· ἐξ οὗ γὰρ ἐδείχθη ὡς καθολικώτερόν ἐστι τὸ γένος τοῦ ἰδίου, συναναιρεῖ καὶ οὐ συναναιρεῖται.1 Ἵνα δὲ κατὰ τὸ ἔθος προσευπορήσωμεν κοινωνίας καὶ διαφοράς, φέρε μίαν κοινωνίαν καὶ μίαν διαφορὰν παραδώσομεν. κοινὸν ἔχουσι τὸ πάντα τὰ ὁμοειδῆ ἑκατέρου μετέχειν· ὁ γὰρ Σωκράτης καὶ Πλάτων ζῴου μετέχουσιν, ὁμοίως δὲ καὶ τοῦ γελαστικοῦ. μὴ νόμιζε δὲ τοῦτο ἐοικέναι τῷ λέγοντι ἐπίσης κατηγορεῖσθαι αὐτὰ τῶν ὑπ’ αὐτά· ἐκεῖνο γὰρ τὸ μᾶλλον καὶ ἧττον δηλοῖ, τοῦτο δὲ οὐχὶ τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ μόνον μετέχειν τὰ ὁμοειδῆ τούτων. διαφορὰν δὲ ἔχουσιν ὅτι τὸ μὲν γένος ὡς γένος ἐν τοῖς ἀτόμοις θεωρεῖται, τὸ δὲ ἴδιον οὐχ ὡς ἴδιον ἀλλ’ ὡς συμβεβηκός· ἀμέλει οὐκ ἀντιστρέφει ἐν τοῖς ἀτόμοις· εἴ τί μὲν γὰρ Σωκράτης ἐστί, τοῦτο καὶ γελαστικόν, οὐκ εἴ τι δὲ γελαστικόν, τοῦτο καὶ Σωκράτης ἐστίν. εἰ δὲ ἦν ἴδιον, ὤφειλεν ἀντιστρέφειν, ὡς ἐδείχθη. Καταλλήλῳ τῇ τάξει χρησάμενοι πάρεσμεν τοῦ γένους καὶ τοῦ συμβεβηκότος τὰς κοινωνίας καὶ τὰς διαφορὰς παραδώσοντες. ἀλλ’ οὐκ ἰσαρίθμους τὰς κοινωνίας καὶ τὰς διαφοράς· μίαν γὰρ κοινωνίαν παραδίδωσι, τρεῖς δὲ διαφοράς. ἀποροῦσι δέ τινες λέγοντες ‘διὰ τί ἐπὶ μὲν τῶν ἄλλων φωνῶν πολλὰς κοινωνίας τοῦ γένους παρέθετο, ἐπὶ δὲ τοῦ συμβεβηκότος μίαν;’ ἔστι δὲ εἰπεῖν πρὸς τούτους ὅτι πάνυ πόρρω διέστηκε τοῦ συμβεβηκότος τὸ γένος· τὸ μὲν γὰρ γένος ἄκρα οὐσία ἐστί, τὸ δὲ συμβεβηκὸς ἄκρον ἐπουσιῶδες. κατὰ πολλὰ δὲ ἔστι δεῖξαι ταῦτα διεστηκότα, εἰ μὴ ἐκ τῆς θεωρίας αὐτοὺς παρακρούειν ἐμέλλομεν. παραδίδωσιν οὖν ὁ Πορφύριος κοινὸν γένους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. ἤδη δὲ καὶ ἐν τοῖς καθολικοῖς κοινωνία τοῦτο ἐδείχθη. ἐπειδὴ δὲ ἐπιστήμονος ἀνδρὸς ὑπάρχει τὸ κοινωνίαν τῶν πόρρω διεστηκότων παραδιδόναι καὶ τῶν πάνυ παραπλησίων διαφορὰν δεικνύναι, ὡς ἐπὶ φάττης καὶ περιστερᾶς, φέρε καὶ κοινὸν ἕτερον γένους καὶ συμβεβηκότος ἀποδείξωμεν ταῖς ἀπὸ τοῦ φιλοσόφου παραδοθείσαις διαφοραῖς ἀρκούμενοι. ἔτι κοινωνεῖ τὸ γένος καὶ τὸ συμβεβηκός, καθὸ ἑκάτερον αὐτῶν καὶ εἰδῶν καὶ ἀτόμων κατηγορεῖται. χωρητέον δὲ καὶ ἐπὶ τὰς διαφοράς. διαφέρει δὲ τὸ γένος τοῦ συμβεβηκότος, ὅτι τὸ μὲν γένος πρὸ τῶν εἰδῶν ἐστι, τὰ δὲ εἴδη πρὸ τοῦ συμβεβηκότος· τὸ γὰρ συμβεβηκὸς πάντως ἔχει τὸ εἶδος προτερεῦον, οὗ ἐστι συμβεβηκός. ἔτι διαφέρει τὸ γένος τοῦ συμβεβηκότος, ὅτι τὸ μὲν γένος ἐπίσης ἐκ τῶν ὑπ’ αὐτὸ εἰδῶν μετέχεται, τὸ δὲ συμβεβηκὸς κατὰ τὸ μᾶλλον καὶ ἧττον μετέχεται. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος πρῶτον εἰδῶν κατηγορεῖται καὶ οὕτως ἀτόμων, τὸ δὲ συμβεβηκὸς πρῶτον ἀτόμων καὶ οὕτως εἰδῶν. ταὐτὸν δέ ἐστι τῷ πρώτῳ· δείκνυται γὰρ καὶ ὧδε φύσει προτερεῦον τὸ γένος. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ δὲ συμβεβηκὸς ἐν τῷ ὁποῖόν τί ἐστιν. Ἔχομεν ἐντεῦθεν τὰς τοῦ γένους κοινωνίας καὶ διαφορὰς πρὸς τὰς ἄλλας φωνάς· βουλόμενος δὲ διαφορὰς τῶν ἄλλων πρὸς ἀλλήλας δεῖξαι, φησὶν ὅτι μία καὶ ἑκάστη ἔχει πρὸς τὰς ἄλλας τέσσαρας διαφοράς· εἰσὶ δὲ πέντε φωναί· φθάνει οὖν εἶναι τὰς διαφορὰς εἴκοσι·2 τετράκις γὰρ πέντε εἴκοσι. τῷ οὖν νουνεχῶς σκοποῦντι καὶ βουλομένῳ φυγεῖν ἀδολεσχίαν δέκα εὑρίσκονται·3 φέρε γὰρ οὕτως εἴπωμεν· τὸ γένος διαφέρει τῶν τεσσάρων φωνῶν· εὑρίσκονται οὖν τέσσαρες διαφοραί. πάλιν λέγομεν, ἡ διαφορὰ διαφέρει τῶν τριῶν, εἴδους ἰδίου συμβεβηκότος. μηκέτι δὲ λέγε καὶ γένους· ἤδη γὰρ τοῦτο ἐδείχθη. ἔτι διαφέρει τὸ εἶδος τῶν δύο, ἰδίου καὶ συμβεβηκότος. καὶ μηκέτι λέγε διαφορᾶς καὶ γένους· ἤδη γὰρ τοῦτο ἐδείχθη. ἔτι διαφέρει τὸ ἴδιον ἑνὸς τοῦ συμβεβηκότος. ὥστε οὖν δέκα εἰσὶ μὴ ἀναδιπλασιαζόμεναι· τέσσαρες τρεῖς δύο μία.
“此外,特有属性被取消时并不一并取消属,而属被取消时则一并取消〔特有属性〕作为其特有属性的种。” 他说得很好;因为如果我说“动物不存在”,我就表明“能笑的也不存在”;但如果我说“能笑的不存在”,我并不一并取消动物;因为存在不能笑的动物。但这与第一条相异之处是相同的;因为既然已表明属比特有属性更为普遍,它便一并取消而不被一并取消。为了依循惯例让我们进一步提供共有特性与相异之处,来吧,让我们提出一条共有特性和一条相异之处。它们具有这样的共有特性:同种的所有个体都分有二者;因为苏格拉底和柏拉图分有动物,同样也分有能笑的。但不要以为这类似于声称它们同等地对其下辖者被述说的那种说法;因为那表明“更多或更少”,而这并不表明“更多或更少”,仅表明同种者分有这些。它们作为相异之处则在于:属作为属在个体中被看待,而特有属性不是作为特有属性而是作为偶性被看待;事实上在个体中并不换位;因为如果某物是苏格拉底,这物也是能笑的,但并非如果某物是能笑的,这物就是苏格拉底。如果它是特有属性,按已表明的那样,本应当换位。依循恰当的顺序,我们在此准备提出属与偶性的共有特性和相异之处。但共有特性与相异之处数目并不相等;因为他提供了一条共有特性,却提供了三条相异之处。有人提出疑难说:“为何在其他声音的情形中列举了属的许多共有特性,而在偶性的情形中却只列出一条?”对此可以回答说:属与偶性相距极其遥远;因为属是极度的实体,而偶性是极度的非实体。倘若我们不是将会使他们偏离理论探究,便可以在许多方面表明它们相距遥远。因此波菲利提出属与偶性的共有特性在于对更多事物被述说。而这在普遍事物中也已被表明为共有特性。然而,提出相距遥远之物的共有特性,并正如在斑鸠与鸽子的情形中那样指出极度相近之物的相异之处属于有知识之人,来吧,在满足于哲学家所提出的相异之处的同时,我们也论证属与偶性的另一条共有特性。此外,属与偶性的共通之处还在于它们各自既对种被述说,也对个体被述说。还必须进而论述相异之处。属与偶性相异,在于属先于诸种,而诸种先于偶性;因为偶性无论如何都有其作为偶性的种居先。此外,属与偶性相异,在于属被其下辖的诸种同等地分有,而偶性依“更多与更少”被分有。此外,它们相异在于属首先对种被述说,因而对个体被述说,而偶性首先对个体被述说,因而对种被述说。但这与第一条相同;因为在此也表明属在自然本性上居先。此外,它们相异在于属在“是何物”中被述说,而偶性在“是何样的事物”中被述说。由此我们获得了属相对于其他声音的共有特性与相异之处;而他想要展示其他声音彼此之间的相异之处,便说每一个声音相对于其他四个声音都有相异之处;共有五个声音;因此相异之处达二十个;因为四乘五是二十。但对于深思熟虑且欲避免冗赘之人,则可发现有十个;来吧,让我们这样说:属与四个声音相异;因此发现了四个相异之处。我们再说,种差与三个声音相异,即种、特有属性、偶性。切莫再说“也与属”;因为这已被表明。此外,种与两个声音相异,即特有属性与偶性。切莫再说“与种差以及属”;因为这已被表明。此外,特有属性与一个声音相异,即偶性。因此,若不重复计算,共有十个:四、三、二、一。
- 2.32.25ἐξ οὗ γὰρ ἐδείχθη ὡς καθολικώτερόν ἐστι τὸ γένος τοῦ ἰδίου, συναναιρεῖ καὶ οὐ συναναιρεῖται
ἐξ οὗ 充当连词性短语,意为“从……这一事实出发/既然……”,引导包含 ἐδείχθη 的从句。主句动词 συναναιρεῖ καὶ οὐ συναναιρεῖται 的主语由上下文补出为“属”(τὸ γένος),指出属的更高普遍性是其能单向协同取消特有属性的根据。
- 2.32.25φθάνει οὖν εἶναι τὰς διαφορὰς εἴκοσι
动词 φθάνει 搭配宾格加不定式结构(τὰς διαφορὰς εἶναι εἴκοσι),并非取其古典希腊语中“抢先/比……先做”的原意,而是晚期希腊语中用于表达数量计算“达到/总计为……”的常见用法。
- 2.32.25τῷ οὖν νουνεχῶς σκοποῦντι καὶ βουλομένῳ φυγεῖν ἀδολεσχίαν δέκα εὑρίσκονται
τῷ σκοποῦντι καὶ βουλομένῳ 是表判断主体的与格(dativus iudicantis),意为“对于考察并希望……的人而言”。主语为数词 δέκα(省略了 διαφοραί),配合被动语态动词 εὑρίσκονται,构成“在深思熟虑者看来可发现十个”的句式结构。
