- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:215.29-217.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对波菲利《导论》16,3–16,14的注释。大卫驳斥了围绕属与特有属性的共有特性及相异之处的异议(如将“能运动的”视为属的特有属性,以及质疑偶性是否能同义述说),并论证特有属性始终仅对一个种被述说,在顺序上后于属,且与种发生换位。
p. 16,3 Καὶ τὸ ἐπίσης τὸ γένος κατηγορεῖσθαι τῶν εἰδῶν καὶ τὸ ἴδιον τῶν αὐτοῦ μετεχόντων. Τινὲς ἀμφιβάλλουσι λέγοντες ἄδηλον εἰρηκέναι τὸν Πορφύριον περὶ ποίου ἰδίου ὁ λόγος ὑπάρχει·1 διττὸν γὰρ τὸ ἴδιον· τὸ μὲν γὰρ πολλῶν εἰδῶν κατηγορεῖται, τὸ δὲ ἑνὸς εἴδους. καὶ πολλῶν μὲν ὡς τὸ κινητικόν· τὸ γὰρ κινητικὸν ἴδιόν ἐστι τοῦ ζῴου· ἀμέλει καὶ ἀντιστρέφει· εἴ τι γὰρ ζῷον, τοῦτο καὶ κινητικόν, καὶ εἴ τι κινητικόν, τοῦτο καὶ ζῷον. κατηγορεῖται δὲ τὸ κινητικὸν πολλῶν εἰδῶν· ἔστι γὰρ καὶ ἐν ἀνθρώπῳ καὶ κυνὶ καὶ ἵππῳ καὶ ἄλλοις πολλοῖς εἴδεσιν. ἑνὸς δὲ εἴδους κατηγορεῖται τὸ ἴδιον ὡς τὸ γελαστικὸν τοῦ ἀνθρώπου. τούτου οὕτως ἔχοντος ἄδηλον ἡμῖν φαίνεται περὶ ποίου ἰδίου λέγει ὁ Πορφύριος· ἐν μὲν γὰρ τῇ κοινωνίᾳ αὐτῶν τὸ πολλῶν εἰδῶν κατηγορούμενον λέγει, ἐν δὲ τῇ διαφορᾷ τὸ πολλῶν εἰδῶν κατηγορούμενον οὐ λέγει, ἀλλ’ ἑνὸς εἴδους. περὶ ποίου δὲ ὁ λόγος αὐτῷ ὑπάρχει, οὐκ οἴδαμεν. ἐπιλύονται δὲ λέγοντες οὕτως, ὅτι ἕκαστον ἴδιον συμπεριέλαβε· φησὶ γὰρ ὅτι τὸ γένος πάντως πλειόνων εἰδῶν κατηγορεῖται, τὸ δὲ ἴδιον οὐ πάντως πλειόνων· καὶ ἑνὸς γὰρ κατηγορεῖται. τὸ τοιοῦτον δὲ ληρῶδες ὑπάρχει· ἐκ ταύτης γὰρ τῆς ζητήσεως πολλὰ ἄτοπα ἕψεται· τοῦ γὰρ Πορφυρίου ὁμολογουμένως ὧδε καὶ ἐν ἑτέροις εἰρηκότος μὴ εἶναι τὸ ἴδιον πολλῶν εἰδῶν, ἀλλ’ ἑνὸς καὶ μόνου καὶ ἀεί, περὶ οὗ καὶ τὸν λόγον ποιούμεθα, οἱ τοιαύτην ζήτησιν καταβαλλόμενοι ἄτοπα πολλὰ παραδεδώκασι·2 τὸ κινητικὸν γὰρ οὐσιώδη διαφορὰν δηλοῦν τοῦ ζῴου ἴδιον αὐτοῦ λέγουσιν. ἀτόπως δὲ λέγεται ἴδιον εἶναι πολλῶν εἰδῶν ὑπάρχον. τὸ ἴδιον πάντως ἑνὸς ὑπάρχει. συμβεβηκότι δὲ μᾶλλον τὸ τοιοῦτον ἁρμόζει. πλάνη δὲ γέγονε τῆς λέξεως ὑπόνοιαν παρεχούσης φάσκειν τὸν Πορφύριον πολλῶν εἰδῶν τὸ ἴδιον κατηγορεῖσθαι. τὸ δὲ ἀληθὲς οὐ τοῦτο ἐδήλου· τῷ γὰρ λέγειν τοῖς εἴδεσιν οὐ λέγει τὸ ἴδιον εἰδῶν κατηγορεῖσθαι, ἀλλὰ λέγει ὅτι τὸ γένος καὶ τὸ ἴδιον ὑπὸ τῶν εἰδῶν εἰσφέρεται, οὐ μέντοι τὸ ἴδιον λέγει πολλῶν εἰδῶν κατηγορεῖσθαι.
“以及属同等地对诸种被述说,特有属性同等地对其分有者被述说。” 有人提出疑问,说波菲利对于所论述的是何种特有属性未作明确说明;因为特有属性有两种:一种对多数种被述说,另一种对一个种被述说。对多数种被述说的,犹如能运动的;因为能运动的是动物的特有属性;它确实也能换位;因为如果某物是动物,这物也就是能运动的,如果某物是能运动的,这物也就是动物。而能运动的对多数种被述说;因为它存在于人、狗、马以及其他多数种中。而对一个种被述说的特有属性,犹如人的能笑的。既然如此,波菲利所说的是何种特有属性,在我们看来似乎是不清楚的;因为在它们的共有特性中他说的是对多数种被述说的,但在相异之处中他说的不是对多数种被述说的,而是对一个种被述说的。而他所论述的究竟是哪一种,我们并不知道。他们对此进行解决,说道:他把每种特有属性都一并包含了;因为他说属无论如何都对更多的种被述说,而特有属性并非无论如何都对更多的种被述说,因为它也对一个种被述说。但这种说法是胡说八道;因为从这种探究中将引出许多荒谬;因为波菲利在此处以及在其他地方公认已说明特有属性不属于多数种,而属于一个〔种〕且仅属于它并恒常如此,对此我们也在进行论述,提出这种探究的人便带来了许多荒谬;因为他们把表明动物的本质种差的“能运动的”称为它的特有属性。但把属于多数种的东西称为特有属性,是荒谬的。特有属性必定只属于一个。这样的东西毋宁更适合于偶性。谬误的产生,是因为词句给出了波菲利声称特有属性对多数种被述说的嫌疑。但实情并非表明这一点;因为通过说“对诸种”,他并非说特有属性对诸种被述说,而是说属与特有属性由诸种所共同带入,绝非说特有属性对多数种被述说。
p. 16,6 Κοινὸν δὲ καὶ τὸ συνωνύμως κατηγορεῖσθαι. Τινὲς λέγουσιν ὅτι οὐκ ἔδει λέγειν Πορφύριον συνωνύμως τὸ ἴδιον κατηγορεῖσθαι· πῶς γὰρ συμβεβηκὸς μεταδίδωσιν ὀνόματος καὶ πράγματος; οἱ τοιαῦτα δὲ λέγοντες οὐδέποτε Ἀριστοτέλους ἀκροαταὶ γεγόνασιν, ὃς ἐν ταῖς Κατηγορίαις φανερῶς λέγει καὶ τὰ συμβεβηκότα συνωνύμως κατηγορεῖσθαι.
“以同义的方式被述说也是共有的。” 有人说波菲利不该说特有属性以同义的方式被述说;因为偶性怎能赋予名称和实情?但说这类话的人从未听闻过亚里士多德,他在《范畴篇》中明确说明偶性也是以同义的方式被述说的。
p. 16,9 Διαφέρει δὲ ὅτι τὸ μὲν γένος πρότερον, ὕστερον δὲ τὸ ἴδιον. Τινὲς λέγουσιν ὅτι οὐ πάντως προτερεύει τὸ γένος τοῦ ἰδίου· ἰδοὺ γὰρ τὸ ζῷον καὶ τὸ κινητικὸν ἅμα ἐστίν· οὔτε γὰρ προτερεύει τὸ ζῷον τοῦ κινητικοῦ. ἀπολογοῦνται δὲ λέγοντες ὅτι καθὸ ὑποκείμενόν ἐστι τὸ γένος, τὰ δὲ ἴδια ἐν ὑποκειμένῳ (ὑποκείμενον δὲ τὸ γένος, καθὸ ἔοικε τῇ ὕλῃ, ἐν ὑποκειμένῳ δὲ τὸ ἴδιον,3 * *), διὰ τοῦτο τὸ γένος προτερεύει τοῦ ἰδίου. ἀνόητα δὲ φθέγγονται οἱ τοιαῦτα ζητοῦντες καὶ ἀπολογούμενοι· ἡ γὰρ ἀπορία προῆλθεν ἐκ τῆς κακῆς αὐτῶν ζητήσεως· ἔφαμεν γὰρ ὡς οὐκ ἔδει λαβεῖν τὸ κινητικὸν ἴδιον, καὶ οὕτως οὔτε δύναταί τις λέγειν τὰ ἴδια μὴ εἶναι ὕστερα τῶν γενῶν οὔτε ψυχρῶς ἐπιλύσεται φάσκων τὸ ἴδιον ἐν ὑποκειμένῳ ἐοικέναι. ὅμως δὲ εἰ καὶ καλῶς ἐπελύσαντο, ἀλλ’ οὖν οὐ καλῶς ἡ ἀπορία προῆλθεν. δεῖ οὖν δέχεσθαι μόνον τὸ ἴδιον ἑνὸς εἴδους κατηγορεῖσθαι, καὶ οὕτως ὕστερον τοῦ γένους εὑρίσκεται.
“而它们相异之处在于属居先,而特有属性居后。” 有人说属绝非无论如何都先于特有属性;因为看,动物与能运动的是同时存在的;因为动物并不先于能运动的。他们辩解说,由于属是底层载体,而特有属性在底层载体中(属是底层载体,就其类似于质料而言,特有属性在底层载体中,[就其类似于形式而言]),因此属先于特有属性。但做这种探究与辩解的人所说的全是昏话;因为这一疑难出自他们拙劣的探究;因为我们说过不应把能运动的当作特有属性,这样人们既不能说特有属性不后于属,也不会通过声称特有属性类似于在底层载体中的东西而做出拙劣的解决。然而,即使他们解决得很好,但这一疑难最初的产生就并不恰当。因此,必须仅接受特有属性对一个种被述说,这样它就被发现是后于属的。
p. 16,9 Δεῖ γὰρ εἶναι ζῷον, εἶτα διαιρεῖσθαι διαφοραῖς καὶ ἰδίοις. Τὸ γὰρ ζῷον προϋπάρχει, ὕστερον δὲ διαιρεῖται τῷ λογικῷ καὶ τῷ γελαστικῷ.
“因为必须先有动物,然后才被种差和特有属性所分割。” 因为动物预先存在,后来才被理性的和能笑的所分割。
p. 16,11 Καὶ τὸ μὲν ἴδιον ἀντικατηγορεῖται. Ἀντὶ τοῦ ἀντιστρέφει. τὸ δὲ γένος οὔτε πρὸς τὸ εἶδος οὔτε πρὸς τὸ ἴδιον ἀντιστρέφει.
“并且特有属性被反向述说。” 意即换位。但属既不与种换位,也不与特有属性换位。
p. 16,14 Ἔτι τὸ μὲν ἴδιον παντὶ τῷ εἴδει ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ μόνῳ καὶ ἀεί, τὸ δὲ γένος παντὶ μὲν τῷ εἴδει, οὗ ἂν ᾖ γένος, καὶ ἀεί, οὐ μέντοι καὶ μόνῳ. Αὕτη οὐκ ἔστι διαφορὰ κατ’ ἰδίαν. κατασκευάζει δὲ τὸ δεύτερον·4 τὸ γὰρ δεύτερον λέγει ἀντιστρέφειν τὸ ἴδιον. διὰ τί; ἐπειδὴ καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ τῷ εἴδει ὑπάρχει. τὸ δὲ γένος οὐκ ἀντιστρέφει, ἐπειδὴ οὐ μόνῳ ὑπάρχει. ἐν τούτῳ δείκνυται ὅτι καὶ καθολικώτερόν ἐστι τὸ γένος.
“此外,特有属性属于作为其特有属性的整个种,且仅属于它并恒常如此;但属虽属于作为其属的整个种且恒常如此,却绝非仅属于它。” 这不是一条单独的相异之处。相反,它确立了第二条相异之处;因为第二条相异之处说特有属性换位。为什么?因为它是仅属于该种、属于该种全部且恒常属于的。而属不换位,因为它并非仅属于该种。在此也表明属是更为普遍的。
- 2.32.19ἄδηλον εἰρηκέναι τὸν Πορφύριον περὶ ποίου ἰδίου ὁ λόγος ὑπάρχει
带宾格的不定式结构(ἄδηλον εἰρηκέναι τὸν Πορφύριον)后接间接疑问从句(περὶ ποίου ἰδίου ὁ λόγος ὑπάρχει)充当宾语,其中 ἄδηλον 作不定式 εἰρηκέναι 的表语/状语修饰,表达批评者认为波菲利讲述含糊的主张。
- 2.32.19τοῦ γὰρ Πορφυρίου ὁμολογουμένως ὧδε καὶ ἐν ἑτέροις εἰρηκότος ... οἱ τοιαύτην ζήτησιν καταβαλλόμενοι ἄτοπα πολλὰ παραδεδώκασι
属格独立结构(τοῦ γὰρ Πορφυρίου ... εἰρηκότος)表示原因背景,修饰主句主语(οἱ τοιαύτην ζήτησιν καταβαλλόμενοι)与谓语(παραδεδώκασι)。分词 εἰρηκότος 内部嵌套了不定式从句 μὴ εἶναι τὸ ἴδιον πολλῶν εἰδῶν,并接关系从句(περὶ οὗ ...)以界定当前所讨论的真正特有属性。
- 2.32.21ἐν ὑποκειμένῳ δὲ τὸ ἴδιον, * *
底本脱漏处( )。根据前文属因类似于质料而作为载体(καθὸ ἔοικε τῇ ὕλῃ)的对称结构,此处脱落的应是特有属性因类似于形式而存在于载体中(如 καθὸ ἔοικε τῷ εἴδει)的对应分句。
- 2.32.24κατασκευάζει δὲ τὸ δεύτερον
中性宾语短语 τὸ δεύτερον 在注疏语境中代指“第二条相异之处”(δευτέρα διαφορά)。动词 κατασκευάζει 意为“确立、论证”,表明该引文字句并非一条独立的相异之处,而是为前一条相异之处提供论据。
