- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:193.16-194.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫指出波菲利文中的“正如他们所主张的”指向柏拉图学派,随后探讨了试图通过潜在与现实的二级划分来调和亚里士多德与柏拉图的观点,并通过论证潜在与现实的根本差异对其予以反驳。
p. 11,4 Ἀλλ’ ὡς ἀξιοῦσι. Βούλεται δεῖξαι ὅτι οὐκ ἔστι τῆς δόξης τῶν Περιπατητικῶν, ἀλλὰ τῶν Πλατωνικῶν, καὶ διὰ τοῦτο εἶπεν ὡς ἀξιοῦσιν.
“但正如他们所主张的。” 他意在表明自己并非持逍遥学派的看法,而是持柏拉图学派的看法,因此他说了“正如他们所主张的”。
p. 11,6 Οὔτε τὰ ἀντικείμενα εἴδη περὶ τὸ αὐτὸ ἔσται. Βούλονταί τινες εἰς συμφωνίαν ἀγαγεῖν Ἀριστοτέλην καὶ Πλάτωνα τοιούτοις κεχρημένοι ἐπιχειρήμασιν· ἔστι τι πρῶτον δυνάμει καὶ δεύτερον δυνάμει, ὅπερ διὰ μέσου λέγομεν, ἔστι δὲ καὶ πρῶτον ἐνεργείᾳ καὶ δεύτερον. πρῶτον μὲν δυνάμει φαμὲν ὡς ἵνα εἴπῃς1 ‘ὁ παῖς δυνάμει γραμματικός ἐστι’, τοῦτ’ ἔστι κατ’ ἐπιτηδειότητα· εἰ μὴ γὰρ ἐπιλίπῃ ὁ χρόνος, γραμματικὸς ὁ παῖς γίνεται, καὶ ἑκάστην ἐπιστήμην δέχεται τοῦ χρόνου μὴ ἐπιλιμπάνοντος. δεύτερον δὲ δυνάμει φασὶ τὸν ἤδη ἐν ἕξει ἔχοντα τὸ γραμματικεύεσθαι, μηκέτι δὲ ἐνεργοῦντα, τοῦτ’ ἔστι κατὰ τὸ παύεσθαι τῆς ἐνεργείας. πρῶτον δὲ ἐνεργείᾳ φασὶ τὸν δυνάμενον γραμματικεύεσθαι καθεύδοντα δὲ ἢ ἐξηγεῖσθαι μὴ βουλόμενον, τοῦτ’ ἔστι καθ’ ἕξιν. δεύτερον δὲ ἐνεργείᾳ φασὶ τὸν γραμματικὸν τὸν ἐξηγούμενον καὶ ἐνεργοῦντα, τοῦτ’ ἔστι κατὰ προχείρησιν. σκόπει δὲ ὅτι ταὐτόν ἐστι τὸ δεύτερον δυνάμει καὶ πρῶτον ἐνεργείᾳ· τὸ γὰρ δεύτερον δυνάμει τὸν γραμματικόν φησι τὸν ἕξιν ἔχοντα γραμματικεύεσθαι, μὴ ἐνεργοῦντα δέ. ταὐτὸν δὲ καὶ τὸ πρῶτον ἐνεργείᾳ ἐστίν. εἰ οὖν τὰ αὐτά ἐστι, συμφωνεῖ Ἀριστοτέλης καὶ Πλάτων· ὁ μὲν γὰρ λέγει τὸ ὕστερον δυνάμει ὁ δὲ τὸ πρῶτον ἐνεργείᾳ, εἰς ταὐτὸν δὲ ἄμφω συνάγονται. τινὲς δὲ καλῶς ἐναντιούμενοί φασιν ὅτι ταὐτόν ἐστι τὸ ἕξει ἔχειν τὸ γραμματικεύεσθαι καὶ τὸ ἐνεργεῖν τὸν γραμματικόν, εἴ γε καὶ ἐν πολλοῖς τὸ αὐτὸ δεικνύει ὁ Ἀριστοτέλης λέγων ὅτι ὁ ἐν ἕξει ἔχων καὶ ἀμέσως ἐνεργεῖ· οὔτε γὰρ ἄλλον λαμβάνω τὸν ἐν ἕξει γραμματικὸν καὶ ἄλλον τὸν ἐνεργοῦντα· ὁ αὐτὸς γάρ ἐστιν. εἰ οὖν ταῦτα οὕτως ἔχει, ἄλλο μέν ἐστι τὸ ἐνεργείᾳ καὶ ἄλλο τὸ δυνάμει. δυνάμει δὲ ὁ Ἀριστοτέλης φησὶ τὸ μὴ ἐν ἕξει ὑπάρχον, ἐπεὶ εὐθέως ἐνεργήσει, ἓν δὲ ὁ Πλάτων τὸ ἐν ἕξει καὶ ἐνεργείᾳ.2 ἰστέον δὲ ὅτι τὸ δυνάμει ἐν ἕξει γινόμενον οὐ τὸ αὐτὸ μένει· τὸ γὰρ παιδίον δυνάμει ὂν γραμματικόν, ὅταν ἐν ἕξει λάβῃ τὸ γραμματικεύεσθαι, οὐ τὸ αὐτὸ μένει.
“对立的种也不会关涉同一事物。” 有些人试图用如下论证使亚里士多德与柏拉图达成一致:存在第一潜在和第二潜在(即我们所谓的中介),也存在第一现实和第二现实。我们所说的第一潜在,好比你说“这孩童潜在是文法学家”,即依适合性而言;因为只要时间不耗尽,孩童就会成为文法学家,并且只要时间不耗尽,他就能接受每一门知识。而他们所谓的第二潜在,是指已经在习惯状态中拥有从事文法活动的能力,但不再施展活动的人,即依活动的停止而言。他们所谓的第一现实,是指有能力从事文法活动,但在睡眠中或不愿阐释的人,即依习惯状态而言。而他们所谓的第二现实,则是指正在阐释并施展活动的文法学家,即依即时运用而言。你看,第二潜在与第一现实是同一回事;因为所谓第二潜在,他是指拥有从事文法活动之习惯状态却未施展活动的文法学家。而第一现实也是同一回事。因此,如果这些是同一回事,亚里士多德和柏拉图就是一致的;因为一人谈论在潜在上居后者,另一人谈论在现实上居首者,而两者归结为同一事物。但有些人正当地提出反对,说在习惯状态中拥有从事文法活动的能力与文法学家施展活动是同一回事,既然亚里士多德在很多地方也表明了这一点,他说拥有习惯状态者便立即活动;因为我并不把处于习惯状态中的文法学家当作一个人,把施展活动者当作另一个人;因为他是同一个人。因此,如果情况确是如此,现实中的事物与潜在中的事物便是各不相同的。亚里士多德说潜在是那不存在于习惯状态中的事物,因为[一旦处于习惯状态]它将立即活动;而柏拉图则把处于习惯状态者与现实中的事物[视为]同一。但应当明白,潜在的事物在形成习惯状态时并不会保持原样;因为那潜在是文法学家的幼童,在以习惯状态获得从事文法活动的能力时,并不会保持原样。
- 2.28.6ὡς ἵνα εἴπῃς
连词 ὡς 与 ἵνα 加虚拟式(第二人称单数 εἴπῃς)连用,是后期注疏中常见的用于举例的惯用表达(相当于古典希腊语的 ὡς ἄν εἴποι τις,意为“好比你说……”或“可以说”),并非指代特定主语,而是假设一个对话者以引入具体例证。
- 2.28.6ἓν δὲ ὁ Πλάτων τὸ ἐν ἕξει καὶ ἐνεργείᾳ
承接前文关于亚里士多德的对照,此处为主语 ὁ Πλάτων 省略谓语动词(如 ποιεῖ、τίθησι 或 λέγει)的省略句,构成双重宾格结构,意为“而柏拉图则[把]处于习惯状态者与现实中的事物[视为]同一”。
