- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:192.9-193.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫阐释了种依凭种差超出属的逍遥学派定义(10,22),表明五种普遍概念均可兼有定义与描述性说明,并从属仅潜在地具有种差这一角度,为波菲利使用“并非一个也不是”及“并非全部”(11,1–3)的措辞进行了辩护。
p. 10,22 Ἃς δὴ καὶ ὁριζόμενοί φασι· διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους. Ὁρισμὸς οὐκ ἔστι Πορφυρίου· διὰ τοῦτο λέγει ἃς καὶ ὁριζόμενοι καὶ οὐ λέγει ‘ὁρίζομαι’, ἵνα δείξῃ ὅτι τῶν Περιπατητικῶν ἐστι. δεικνύει δὲ καὶ ὁ ὁρισμὸς ὅτι τῶν Περιπατητικῶν ἐστιν, ἐπειδὴ ἐνεργείᾳ οὐ βούλεται τὰς διαφορὰς εἶναι ἐν τῷ γένει, ἀλλὰ δυνάμει. ἰστέον δὲ ὡς δείκνυται ἔνθεν δεῖν τοῦ γένους ὁρισμὸν λέγειν καὶ ὑπογραφήν·1 ἠβούλοντο γάρ τινες μὴ εἶναι ὁρισμὸν ἀλλ’ ὑπογραφὴν ἐκ τοῦ λέγειν τὸν Πορφύριον ὃ καὶ ὑπογράφοντες. οὐκ ἔστι δὲ μόνον ὑπογραφὴ ἀλλὰ καὶ ὁρισμός· ἀμέλει οὐδὲ αὐτοῦ λέγοντος ὁρίζεσθαι τὴν διαφορὰν ὁρισμὸν μόνον αὐτῆς λέγομεν, ἀλλὰ καὶ ὑπογραφήν. οὐ δεῖ οὖν λέγειν μόνον ὑπογραφὴν τοῦ γένους εἶναι, ἐπειδή φησιν ὃ καὶ ὑπογράφοντες· προσέχων γὰρ ποτὲ μὲν τοῖς πράγμασί φησιν ὃ καὶ ὑπογράφοντες, ποτὲ δὲ τῇ σχέσει λέγει ὁριζόμενοι· εἰ γὰρ καὶ ἐπὶ τῆς διαφορᾶς ὁρισμὸν ἀποδίδωσι, σαφὲς ὅτι καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους καὶ καθόλου ἐπὶ τῶν πέντε φωνῶν ὁρισμὸν καὶ ὑπογραφὴν ἔξεστί σοι λέγειν, ἀλλὰ τὸν μὲν ὁρισμὸν πρὸς τὴν σχέσιν τὴν δὲ ὑπογραφὴν πρὸς τὰ πράγματα.
“人们在给它们下定义时确也说:‘种差乃是种借以超出属者。’”这不是波菲利的定义;因此他说“人们在下定义时也说”,而不说“我定义”,以此表明这是属于逍遥学派的。并且这一定义也表明它是属于逍遥学派的,因为它主张种差在属中不是现实存在的,而是潜在存在的。应当明白,由此表明人们应当就属给出定义和描述性说明;因为有些人根据波菲利说“人们在作描述性说明时也说”,便主张这不是定义而是描述性说明。但它不仅是描述性说明,而且也是定义;事实上,即使当他自己说定义种差时,我们也不仅仅称其为种差的定义,而且也称为描述性说明。因此,不应当仅仅因为他说“人们在作描述性说明时也说”,就说关于属只有描述性说明;因为他有时着眼于事物而说“人们在作描述性说明时也说”,有时着眼于关系而说“在下定义时”。因为如果他在种差上也给出了定义,显而易见,在属和种上,并且普遍在五种声音上,你都可以给出定义和描述性说明,但定义是针对关系的,而描述性说明则是针对事物的。
p. 11,1 Ὁ γὰρ ἄνθρωπος τοῦ ζῴου πλέον ἔχει τὸ λογικόν. Φησὶν ὅτι ἐκ τούτων τὸ εἶδος περιττεύει τῇ διαφορᾷ τοῦ γένους, ὅτι τὸ λογικὸν ἐνεργείᾳ ἐστὶν ἐν τῷ ἀνθρώπῳ, δυνάμει δὲ ἐν τῷ ζῴῳ· πλέον οὖν ἔχει ὁ ἄνθρωπος τὸ λογικὸν τοῦ ζῴου. προσέχοντες δὲ τῇ ἐνεργείᾳ φασὶ τὴν διαφορὰν ἐν τῷ εἴδει πλέον εἶναι ἤπερ ἐν τῷ γένει, ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν τῷ εἴδει ἔλεγον περιττεύειν τὴν διαφορὰν ἤπερ τῷ γένει· τοὐναντίον γὰρ ἐν τῷ γένει πλείονές εἰσιν, ἀλλὰ δυνάμει, λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον.
“因为人比动物更多地具有‘理性的’。” 他说,由此可知,种在种差上超出属,因为“理性的”在人身上是现实存在的,而在动物身上则是潜在存在的;因此,人比动物更多地具有“理性的”。他们着眼于现实存在,便说种差在种之中多于在属之中;因为如果不是这样,他们就不会说种差在种之中比在属之中多余;因为相反,在属中潜在存在着更多的种差,即理性的与非理性的、可死的与不死的。
p. 11,2 Τὸ γὰρ ζῷον οὔτε οὐδὲν τούτων ἐστίν. Ἀντὶ τοῦ ‘τὸ γένος οὐκέτι οὐκ ἔχει τὰς διαφοράς, ἀλλ’ ἔχει’· αἱ δύο γὰρ ἀποφάσεις κατάφασιν ποιοῦσιν.2 αἰνίττεται δὲ πρὸς τὰ δύο ἐπιχειρήματα ἐκεῖνα· φησὶ γὰρ ὅτι ἔχει αὐτὰ τὸ ζῷον, ἐπεὶ ἐκ τῶν μηδαμῇ μηδαμῶς εὑρίσκονται, ἐνεργείᾳ δὲ οὐκέτι, ἀλλὰ δυνάμει.
“因为动物并非这些中的一个也不是。” 用来替代“属不再不具有这些种差,而是具有它们”;因为双重否定构成肯定。并且他暗示了那两个论证;因为他说动物具有它们,否则[种差]就会被发现来自在任何方面都不存在者,但它不再是现实地具有,而是潜在地具有。
p. 11,3 Οὔτε πάσας τὰς ἀντικειμένας. Λέγουσιν ὅτι κακῶς εἶπεν οὔτε πάσας τὰς ἀντικειμένας· ὡς αὐτοῦ γὰρ ἔχοντός τινας λέγει οὔτε πάσας.3 κακῶς δὲ ἂν ἔλεγεν, εἰ μὴ ἐν πολλοῖς ἔδειξεν ὁ Ἀριστοτέλης ἰσοδυναμεῖν τὰ τοιαῦτα τοῖς μερικοῖς· ταὐτὸν γάρ ἐστι λέγειν ‘οἱ ἄνθρωποι οὐ λούονται’ καὶ ‘οὐδεὶς ἀνθρώπων λούεται’. εἰπὼν οὖν καὶ ὧδε ὁ Πορφύριος τὸ οὔτε πάσας εἶπεν οὐδεμίαν.
“也不是全部对立的种差。” 他们说他说“也不是全部对立的种差”是不妥当的;因为他说“不是全部”,就如同它自身具有其中的某些一样。但若不是亚里士多德在许多地方表明这类表达等价于特称表达,他确实就说得不妥当了;因为说“人们不洗澡”和说“没有一个人洗澡”是同一回事。因此,波菲利在这里说了“不是全部”,也就是说了“一个也没有”。
- 2.28.1ἰστέον δὲ ὡς δείκνυται ἔνθεν δεῖν τοῦ γένους ὁρισμὸν λέγειν καὶ ὑπογραφήν
由 ὡς 引导的从句充当动词性形容词 ἰστέον 的宾语;在从句内部,非人称动词 δείκνυται 引出不定式短语 δεῖν ... λέγειν 作为其主语或补足成分,ἔνθεν 则是副词性成分,指示推论的前提(“由此”)。
- 2.28.3αἱ δύο γὰρ ἀποφάσεις κατάφασιν ποιοῦσιν
阐明双重否定逻辑规则的语句。注释者明确指出,引文中的 οὔτε οὐδὲν(“并非一个也不是”)在此不应作通常希腊语中表强调的否定连用理解,而应理解为两个否定相互抵消而构成肯定的逻辑结构。
- 2.28.4ὡς αὐτοῦ γὰρ ἔχοντός τινας λέγει οὔτε πάσας
连词 ὡς 加上属格独立结构(αὐτοῦ ... ἔχοντος),表达批评者所假定的理由或观点(“仿佛它自身具有其中的某些”)。在语境中 αὐτοῦ 指代动物(或属)。
