← 无敌的戴维

波菲利《导论》评注

§162.18-164.13

最上属最特种与个体的有限与无限

大卫注解了波菲利对最上属、最特种与不可分者的数目规定(《导论》6,11–12),阐明了它们在自然与认识上的有限与无限之别,并重点探讨了将不可分者的“无限”解释为两极之间“不确定”的观点,驳斥了基于居间颜色的反论与辩解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21.1

p. 6,11 Δέκα μὲν οὖν τὰ γενικώτατα. Ἐπ’ αὐτὰ τὰ πράγματα χωρεῖ ὁ Πορφύριος. δηλοῖ δὲ τὰ πεπερασμένα τῇ φύσει καὶ τῇ γνώσει, λέγω δὲ τὰ γενικώτατα· εἰρηκὼς γὰρ τὸ δέκα δηλοῖ ὅτι καὶ γινώσκομεν αὐτά, δηλοῖ δὲ ὅτι καὶ ἡ φύσις ἐδημιούργησεν αὐτά.

“因此最上属为十个。” 波菲利进而讨论诸事物本身。他阐明了在自然上以及在认识上受限定的事物,我指的就是最上属;因为说了“十个”,他便阐明了我们也认识它们,并且阐明了自然也创造了它们。

§2.21.2

p. 6,12 Τὰ δὲ εἰδικώτατα ἐν ἀριθμῷ μέν τινι, οὐ μὴν ἀπείρῳ. Πάλιν ὧδε δηλοῖ τὰ τῇ φύσει πεπερασμένα, ἀπέραντα δὲ τῇ γνώσει· ἐν γὰρ τῷ λέγειν ἀριθμῷ μέν τινι δηλοῖ ὅτι πεπέρασται τῇ φύσει, ἐν δὲ τῷ λέγειν οὐ μὴν ἀπείρῳ δηλοῖ ὅτι ἀπέραντά ἐστι τῇ γνώσει· ὡς γὰρ ἡμῶν μὴ γινωσκόντων1 εἰ ἄπειρόν ἐστιν ἢ μή, φησὶν οὐ μὴν ἀπείρῳ.

“而最特种处于某个数目中,决非无限。” 他在此再次阐明了在自然上受限定、但在认识上无边际的事物;因为在说“处于某个数目中”时,他阐明了它们在自然上是受限定的,而在说“决非无限”时,他阐明了它们在认识上是无边际的;因为正如同我们不知道它是无限还是不是一样,他说“决非无限”。

§2.21.3

p. 6,12 Τὰ δὲ ἄτομα, ἅπερ ἦν μετὰ τὰ εἰδικώτατα, ἄπειρα. Τινὲς λέγουσιν ὅτι ἄπειρον λέγει τὸ ἀόριστον, δηλοῖ δὲ ὅτι οὔτε τῇ φύσει οὔτε γνώσει πεπέρασται, οὐχ ὡς δὲ ἐν τῇ θεωρίᾳ ἐλέγομεν, ἄπειρα αὐτὰ διὰ τὸ ἀεὶ γεννᾶσθαι (οὕτως φασὶ καὶ οἱ ἐξηγηταί), ἀλλὰ τὰ ἐν τῷ μέσῳ ἄπειρα εἶναι ἔλεγον, ἄπειρα δὲ λέγει τὰ ἀόριστα· διττὸν γὰρ τὸ ἄπειρον, τὸ μὲν ἀδιεξίτητον τὸ δὲ ἀόριστον. ἔλεγον οὖν ὅτι οὐ διὰ τὰ ἐσόμενά ἐστιν ἄπειρα, ἀλλὰ διὰ τὸ ἐν τῷ ἐνεστῶτι εἶναι καὶ ἀοριστίαν ἔχειν. πῶς δὲ ἀόριστόν ἐστι, σαφὲς ἐντεῦθεν· ἡ φύσις πάντα τὰ ἄκρα ὡρισμένα ἔχει· μέτρον γὰρ ἔχει καὶ τῶν ἐλαττόνων καὶ τῶν μειζόνων. ὃ δὲ λέγομεν, τοιοῦτόν ἐστιν· ὥρισεν ἡ φύσις τὸ τέλειον μέγεθος τοῦ ἀνθρώπου εἶναι τετράπηχυ, περαιτέρω δὲ μηκέτι προϊέναι, καὶ ὥρισε πάλιν τοὐλάχιστον μέγεθος τοῦ ἀνθρώπου μονόπηχυ, ἔλαττον δὲ μηκέτι μειοῦσθαι. τὸ μέσον δὲ ἀόριστον εἴασεν· ἔστω γὰρ εἶναι ἄνθρωπον δίπηχυν ἢ τρίπηχυν. ἐπὶ οὖν τῶν ἀτόμων ταὐτόν ἐστιν· ὡρισμένα γὰρ τὰ ἄκρα αὐτῶν ἔχει, ὡς ἵνα εἴπῃς ὅτι2 τὸ τέλειον αὐτῶν μέγεθος ὥρισεν εἶναι χίλια, τὸ ἐλάχιστον ἑκατόν, πλέον δὲ τῶν χιλίων μὴ προκόπτειν τὰ ἄτομα μήτε μειοῦσθαι τῶν ἑκατόν, τὰ μέσα δὲ ἀόριστα εἴασεν· εἶναι γὰρ αὐτὰ πεντακόσια ἢ διακόσια συνεχώρησε. κατὰ τοῦτον οὖν τὸν λόγον φησὶν ὁ Πορφύριος τὰ ἄτομα εἶναι ἄπειρα· λέγει γὰρ ὅτι πεπερασμένα ἐστίν· ὧν γὰρ τὰ ἄκρα πεπέρασται, τούτων καὶ τὸ μέσον.3 ἄπειρα οὖν ἐστιν, ὅτι ἀόριστά ἐστιν· οὔτε γὰρ ἀδιεξίτητά ἐστι· πάντα γὰρ πεπέρασται ἐν πεπερασμένῳ ὄντα τόπῳ. Τούτοις τινὲς ἐναντιούμενοί φασιν ὅτι οὐ πάντως ὧν τὰ ἄκρα πεπέρασται, τούτων καὶ τὸ μέσον· ἰδοὺ γὰρ τὸ μέλαν καὶ τὸ λευκὸν πεπέρασται, τὰ δὲ ἐν μέσῳ χρώματα ἀπέραντά ἐστιν· οὐ γὰρ λέξεις μοι ὅτι δεκατρία βούλεται αὐτὰ λέγειν ὁ Γαληνός· κἂν γὰρ δεκατρία εἴδη λέγῃ, ἀλλ’ οὖν πολλαί εἰσιν αἱ διαφοραί. πρὸς τοῦτο δὲ ἀπολογούμενοί φασιν ὅτι τρία εἰσὶ ταῦτα πάντα, τὸ λευκὸν τὸ μέλαν καὶ τὸ μέσον τούτων, τὸ φαιόν, τὰ δὲ ἄλλα πάντα ἐκ τούτων εἰσί, κατὰ δὲ τὸ μᾶλλον καὶ τὸ ἧττον διαφέρει, τὸ κυανοῦν τὸ ἁλουργὲς τὸ πρασινίζον καὶ ὅλα τὰ τοιαῦτα. τὸ οὖν μᾶλλον καὶ τὸ ἧττον εἴδους ἐναλλαγὴν οὐ ποιεῖ. κακῶς δὲ οὗτοι ἐπελύσαντο· συνάγεται γὰρ ἐκ τούτου τοῦ λόγου τὸ εἶναι ταῦτα πάντα χρώματα· ὑπόθου γὰρ ὅτι τοῦ φαιοῦ τὸ ἁλουργὲς οὐδὲν διαφέρει, εἰ μὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον, ταὐτὸν ἄρα φαιὸν καὶ ἁλουργὲς καὶ κυανοῦν. οὐ μόνον δὲ κατὰ τοῦτο ἀλλὰ καὶ καθ’ ἕτερον λόγον· οὐκ ἔστι γὰρ ἀληθὲς ὡς τὸ μᾶλλον καὶ ἧττον οὐ ποιεῖ εἴδους ἐναλλαγήν· ἰδοὺ γὰρ ἡ γλυκύτης ἡ ἐν ἰσχάδι καὶ μέλιτι κατὰ τὸ μᾶλλον καὶ ἧττόν ἐστι, ποιεῖ δὲ εἴδους ἐναλλαγήν· οὐ γὰρ ταὐτόν ἐστιν ἰσχὰς καὶ μέλι. ἀλλὰ μὴν καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττόν ἐστιν ἡ θερμότης τοῦ πυρὸς καὶ τοῦ ἀέρος, ποιεῖ δ’ εἴδους ἐναλλαγήν· οὐ γὰρ ταὐτόν ἐστιν ἀὴρ καὶ πῦρ. πῶς οὖν ἔδει ἀπολογεῖσθαι; ἔδει μᾶλλον εἰπεῖν ὅτι ταῦτα τὰ ἐν τῷ μέσῳ χρώματα οὐκ ἔστιν ἄπειρα· πεπέρασται γὰρ τῇ φύσει· κἂν γὰρ πολλά ἐστιν, ἀλλ’ οὖν πεπέρασται· καὶ ταῦτα γὰρ ἡ φύσις ἐδημιούργησε. τῇ οὖν γνώσει ἄπειρά ἐστιν, οὐ μὴν τῇ φύσει. ἔστω δὲ καὶ ταῦτα εἶναι ἄπειρα τῇ γνώσει, εἰ δὲ θέλεις καὶ τῇ φύσει, κατὰ τὸ ἀόριστον.

“而不可分者,即在最特种之后的事物,是无限的。” 有人说,他用“无限”意指“不确定”,并且他阐明了它们无论在自然上还是在认识上都没有受限定;并不是如我们在通论中所说的那样,它们由于总是生成而是无限的(注释家们也是这样说的),而是他们曾说居间的事物是无限的,并且他用“无限”意指不确定的事物;因为无限有两重涵义,一种是不可遍历的,另一种是不确定的。于是他们曾说,[不可分者]并非因将来的事物而是无限的,而是因存在于当下并具有不确定性[才是无限的]。而它是如何不确定的,由此便很清楚:自然把所有的两端都持有为受确定的;因为对于更小者和更大者它都具有尺度。而我们所说的乃是这样:自然确定人的完满体积为四肘,不再进一步前行,并且再次确定人的最小体积为一肘,不再减少至更小。但它把居间者留作不确定的;因为且让人是两肘或三肘吧。因此在不可分者上也是同样:因为[自然]把它们的两端持有为受确定的,正如你可以说它确定它们的完满体积为一千,最小为一百,不可分者既不超过一千也不减少于一百,却把居间的事物留作不确定的;因为自然准许它们是五百或二百。于是依照这一说明,波菲利说不可分者是无限的;因为他说它们是受限定的;因为凡是两端已被限定的事物,它们的居间者也[已被限定]。因此它们是无限的,仅仅因为它们是不确定的;因为它们并非不可遍历之物;因为一切事物在受限定的处所中存在都是受限定的。 反对这些观点的人说,并非凡是两端已被限定的事物,它们的居间者也必定[已被限定];因为看哪,黑与白已被限定,但居间的颜色却是无边际的;因为你决不会对我说盖伦意图说它们是十三种;因为即使他说有十三种,然而差异仍然是众多的。 针对这一点,辩护者说,所有这些只有三种,即白、黑,以及居于它们之中的灰色,而其余所有事物都出自这些,并且仅仅依据更多和更少而有所不同,如深蓝、紫色、浅绿以及所有诸如此类的颜色。因此,更多和更少并不造成种的改变。 但是这些人解决得很拙劣;因为从这个论证中推导出来的结果是所有这些都是[同一种]颜色;因为假设紫色与灰色除依据更多和更少之外别无不同,那么灰色、紫色和深蓝就是同一的了。不仅因这一缘故,而且也依据另一个论证;因为说更多和更少不造成种的改变并不是真实的;因为看哪,干无花果与蜂蜜中的甜味是依据更多和更少的,但它造成了种的改变;因为干无花果与蜂蜜并非同一物。况且,火与空气的热度也是依据更多和更少的,但它造成了种的改变;因为空气与火并非同一物。 那么应当如何辩护呢?应当宁可说这些居间的颜色并不是无限的;因为它们在自然上已被限定;因为即使它们很多,但也终究是被限定的;因为这些也是自然所创造的。因此它们在认识上是无限的,决非在自然上。然而,且让这些在认识上、如果你愿意的话甚至在自然上,按照不确定而言是无限的吧。

语法注3 条
  1. 2.21.2ὡς γὰρ ἡμῶν μὴ γινωσκόντων

    连词 ὡς 引导分词 ἡμῶν μὴ γινωσκόντων 的属格独立结构。ὡς 在此表示主观假定或推测性动机(“正如/仿佛我们不知道一样”)。

  2. 2.21.3ὡς ἵνα εἴπῃς ὅτι

    短语 ὡς ἵνα εἴπῃς 是一种引入具体示例的惯用插入表达(意为“正如你可以说……”),统辖随后的 ὅτι 从句。

  3. 2.21.3ὧν γὰρ τὰ ἄκρα πεπέρασται, τούτων καὶ τὸ μέσον

    关系代词 ὧν 为所有格属格,指向先行词 τούτων。主句与关系节形成平行对应,τούτων καὶ τὸ μέσον 之后按上下文承前省略了谓语动词 πεπέρασται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:162.18-164.13