- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:156.33-157.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解波菲利《导论》5,14–6,10,作者梳理了最特种对于上下两方的单一关系以及中间属的性质,随后探讨了亚里士多德关于“存在”并非属而是同名异义词的论证。
p. 5,14 Τὴν δὲ ὡς πρὸς τὰ μετ’ αὐτὸ οὐκ ἀλλοίαν ἔχει. Ἐν τούτῳ λύει τὸ ἄπορον· φησὶ γάρ· κἂν ἔχῃ τὸ εἰδικώτατον σχέσιν ὡς πρὸς τὰ πρὸ αὐτοῦ καὶ πρὸς τὰ μετ’ αὐτό, ἀλλ’ οὖν διαφορὰ οὐκ ἔστι καὶ διὰ τοῦτο δύο σχέσεις τὴν τοιαύτην σχέσιν οὐ λέγουσι·1 λέγεται γὰρ εἶδος καὶ πρὸς τὰ ἄτομα ὡς περιέχον αὐτά, λέγεται καὶ εἶδος τῶν πρὸ αὐτοῦ ὡς περιεχόμενον ὑπ’ αὐτῶν.
“而对于它之后的事物[的关系],它并不具有另一种[关系]。” 在此他化解了这一疑难;因为他说:即便最特种对于在它之前的事物以及对于在它之后的事物都具有关系,但也并没有差异,因此人们并不称这样的关系为两种关系;因为[最特种]相对于不可分者由于包容它们而被称为种,由于被在它之前的事物包容也被称为它们的种。
p. 5,23 Τὰ δὲ πρὸ τῶν εἰδικωτάτων ἄχρι τοῦ γενικωτάτου ἀνιόντα γένη λέγεται καὶ εἴδη καὶ ὑπάλληλα γένη. Φησὶν ὅτι τὸ ζῷον καὶ τὸ ἔμψυχον καὶ τὸ σῶμα καὶ ὅλα τὰ μέσα γένη καὶ εἴδη λέγεται, διὰ ταῦτα καὶ ὑπάλληλα γένη λέγεται.
“而最特种之前直上升至最上属的事物,既被称为属又被称为种,也被称为相续属。” 他的意思是,动物、有生机物、物体以及所有的中间事物都被称为属和种,因这些缘故它们也被称为相续属。
p. 6,4 〈Ὡς ἐπὶ τὸ πλεῖστον〉. Ὡς ἐπὶ τὸ πλεῖστόν φασι λέγειν αὐτόν, ἐπειδὴ οὐ πάντων τῶν γενῶν ὁ Ζεὺς ἀρχὴ ὑπάρχει, εἴ γε δηλοῖ τοῦτο ὁ ποιητὴς λέγων τριχθὰ δὲ πάντα δέδασται.
“〈在绝大多数情况下〉”他们说他说“在绝大多数情况下”,是因为宙斯并非所有宗族的始源,如果诗人说“万物已三分”确实阐明了这一点的话。
p. 6,6 Ὡς φησιν Ἀριστοτέλης. Βούλεται παραστήσασθαι ἐξ Ἀριστοτελικῶν παραδειγμάτων ὡς οὐκ ἔστι τὸ ὂν γένος ἀλλ’ ὁμώνυμος φωνή· ὀνόματος γὰρ μόνον μεταδίδωσι ταῖς δέκα κατηγορίαις,2 οὐκέτι δὲ καὶ πράγματος. καλοῦμεν δὲ πάντα τὰ γενικώτατα γένη ὄντα.
“正如亚里士多德所说。” 他意图从亚里士多德式的例证中阐明,“存在”并非属而是同名异义的语声;因为它仅仅将名称赋予十个范畴,而不再赋予实质。而我们将所有的最上属都称为“存在者”。
p. 6,9 Συνωνύμως ἂν πάντα ὄντα ἐλέγετο. Λέγει γὰρ ὅτι εἰ γένος ἦν τὸ ὄν, καὶ πράγματος μετεδίδου καὶ ὀνόματος3 τοῖς δέκα γενικωτάτοις γένεσιν.
“所有事物都会被同名同义地称为‘存在者’。” 因为他说,如果“存在”是一个属,它本应既把实质也把名称赋予十个最上属。
p. 6,10 Ἡ κοινωνία κατὰ τοὔνομα μόνον, οὐκέτι μὴν καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα. Φησὶν ὅτι ὀνόματος μεταδίδωσιν, οὐκέτι δὲ καὶ τοῦ κατὰ τοὔνομα πράγματος.
“共同性仅仅在于名称,决不再在于相应于该名称的说明。” 他的意思是,[“存在”]赋予了名称,却不再赋予相应于该名称的实质。
- 2.19.1δύο σχέσεις τὴν τοιαύτην σχέσιν οὐ λέγουσι
双宾格结构,其中 τὴν τοιαύτην σχέσιν 为直接宾语,δύο σχέσεις 为谓述宾格。主动态动词 λέγουσι 的主语为泛指的不定主语(“人们不称……”)。
- 2.19.4ὀνόματος γὰρ μόνον μεταδίδωσι ταῖς δέκα κατηγορίαις
动词 μεταδίδωμι 支配部分属格(ὀνόματος)表示所分享的事物,支配与格(ταῖς δέκα κατηγορίαις)表示分享的对象。
- 2.19.5εἰ γένος ἦν τὸ ὄν, καὶ πράγματος μετεδίδου καὶ ὀνόματος
表示与现在事实相反的假定句,使用未完成过去直陈式(ἦν, μετεδίδου);结论分句中省略了小词 ἄν。
