← 无敌的戴维

哲学导论

§65.11-67.1

划分的八种方式与严格意义上的三种划分

为了确立理论哲学是按照何种方式划分的,大卫列举了通行说法的八种划分方式及其例证,随后论证严格说来真正的划分方式只有三种(从属到种、从整体到部分、同名异义词),并以个体的无限性为由排除了从种到个体的划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.0#1

Μαθόντες ὅτι ἡ φιλοσοφία διαιρεῖται εἰς θεωρητικὸν καὶ πρακτικὸν καὶ ὅτι τὸ θεωρητικὸν διαιρεῖται εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν, ἔλθωμεν καὶ εἴπωμεν κατὰ ποῖον τρόπον τῆς διαιρέσεως ἐγένετο ἐπὶ τούτων ἡ διαίρεσις· τοῦ γὰρ πρακτικοῦ τὴν διαίρεσιν ἐν τοῖς ἑξῆς λέγομεν. ἀλλ’ ἵνα τοῦτο μάθωμεν, εἴπωμεν πόσοι καὶ ποῖοί εἰσιν οἱ διαιρετικοὶ τρόποι. ἰστέον ὅτι φασί τινες ὀκτὼ εἶναι τοὺς διαιρετικοὺς τρόπους. εἰσὶ δὲ οὗτοι· οἱ ἀπὸ γένους εἰς εἴδη, ἀπὸ εἰδῶν εἰς ἄτομα, ἀπὸ ὅλων εἰς μέρη (καὶ τοῦτο διχῶς· ἢ γὰρ εἰς ὁμοιομερῆ γίνεται ἡ διαίρεσις ἢ εἰς ἀνομοιομερῆ), ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα, ἀπὸ οὐσίας εἰς συμβεβηκότα, ἀπὸ συμβεβηκότων εἰς οὐσίας, ἀπὸ συμβεβηκότος πάλιν εἰς συμβεβηκότα, ἀφ’ ἑνὸς πρὸς ἕν.1 καὶ ἀπὸ μὲν γένους εἰς εἴδη, ὡς ὅταν τὸ ζῷον διέλωμεν εἰς λογικὸν καὶ ἄλογον (τὸ γὰρ ζῷον γένος ἐστὶ καὶ διαιρεῖται εἰς εἴδη, οἷον εἰς λογικὸν καὶ ἄλογον), ἀπὸ δὲ εἰδῶν εἰς ἄτομα, ὡς ὅταν τὸν καθόλου ἄνθρωπον διέλωμεν εἰς Σωκράτην Πλάτωνα Ἀλκιβιάδην καὶ τοὺς λοιπούς. ἀπὸ ὅλων εἰς μέρη ὁμοιομερῆ, ὡς ὅταν τὴν ὅλην φλέβα τέμωμεν εἰς μικρὰς φλέβας (ἐνταῦθα γὰρ ἀπὸ ὅλου ἐγένετο ἡ διαίρεσις καὶ εἰς ὁμοιομερῆ· καὶ γὰρ ὁμοιομερῆ λέγεται τὰ ἀλλήλοις καὶ τῷ ὅλῳ ὁμωνύμως λεγόμενα2 ὡς ἐπὶ τῆς φλεβὸς τῆς τεμνομένης εἰς μικρὰς φλέβας· καὶ γὰρ ἕκαστον τούτων ὁμωνύμως καὶ τῷ ὅλῳ καὶ τοῖς λοιποῖς φλὲψ λέγεται), ἀπὸ ὅλων δὲ εἰς μέρη ἀνομοιομερῆ, ὡς ὅταν τὴν κεφαλὴν ὅλην διέλωμεν εἰς ὦτα ῥῖνα ὀφθαλμούς (ἐνταῦθα γὰρ ἀπὸ ὅλου ἐγένετο ἡ διαίρεσις εἰς ἀνομοιομερῆ· καὶ γὰρ ἀνομοιομερῆ λέγεται τὰ μήτε ἀλλήλοις μήτε τῷ ὅλῳ ὁμωνύμως λεγόμενα· οὔτε γὰρ τὰ ὦτα λέγεται κεφαλὴ οὔτε ἡ ῥὶν οὔτε οἱ ὀφθαλμοί. οὔτε δὲ ἀλλήλοις ὁμωνύμως λέγονται· οὔτε γὰρ τὸ οὖς λέγεται ῥὶν οὔτε ἡ ῥὶν ὀφθαλμός), ἀπὸ ὁμωνύμου δὲ φωνῆς εἰς διάφορα σημαινόμενα, ὡς ὅταν ἡ κύων φωνὴ διαιρῆται εἴς τε τὸν θαλάττιον κύνα καὶ τὸν χερσαῖον καὶ τὸν ἀστρῷον, ἀπὸ οὐσίας δὲ εἰς συμβεβηκότα, ὡς ὅταν εἴπωμεν ὅτι τῶν ἀνθρώπων οἱ μὲν λευκοὶ οἱ δὲ μέλανες (ἐνταῦθα γὰρ εἰς τὸ λευκὸν καὶ τὸ μέλαν, ἅτινα συμβεβηκότα εἰσίν, ἐγένετο ἡ διαίρεσις), ἀπὸ συμβεβηκότος δὲ εἰς οὐσίας, ὡς ὅταν εἴπωμεν ὅτι τοῦ λευκοῦ τὸ μέν ἐστι χιὼν τὸ δὲ ψιμύθιον τὸ δὲ κύκνος (ἀπὸ γὰρ τοῦ λευκοῦ, ὅπερ ἐστὶ συμβεβηκός, ἐγένετο ἡ διαίρεσις εἰς χιόνα καὶ κύκνον καὶ ψιμύθιον, ἅτινα οὐσίαι εἰσίν), ἀπὸ συμβεβηκότος δὲ εἰς συμβεβηκότα, ὡς ὅταν εἴπωμεν ὅτι τῶν λευκῶν τὰ μὲν θερμά ἐστι τὰ δὲ ψυχρά, καὶ θερμὰ μὲν ὡς ἐπὶ τῆς ἀσβέστου, ψυχρὰ δὲ ὡς ἐπὶ τῆς χιόνος (ἰδοὺ γὰρ ἐνταῦθα ἀπὸ τοῦ λευκοῦ, ὅπερ ἐστὶ συμβεβηκός, ἐγένετο ἡ διαίρεσις εἰς θερμὸν καὶ ψυχρόν, ἅτινα καὶ αὐτὰ συμβεβηκότα εἰσίν), ἀφ’ ἑνὸς δὲ καὶ πρὸς ἕν, ὡς ὅταν ἀπὸ μὲν τῆς ἰατρικῆς εἴπωμεν ἰατρικὸν βιβλίον ἰατρικὸν φάρμακον ἰατρικὴ ἔμπλαστρος (ἰδοὺ ταῦτα ἀφ’ ἑνός εἰσιν· ἀπὸ γὰρ μιᾶς τῆς ἰατρικῆς ὠνομάσθησαν), πρὸς ἓν δέ, ὡς ὅταν ἀπὸ τοῦ τέλους, φημὶ δὲ τῆς ὑγείας, εἴπωμεν ὑγιεινὸν βιβλίον ὑγιεινὸν φάρμακον ὑγιεινὴ ἔμπλαστρος· πρὸς ἓν γὰρ πρᾶγμα, τὴν ὑγίειαν, ἀφορῶντες ὠνομάσαμεν αὐτά. ταῦτα μὲν οὕτως. Ἔστι δὲ εἰπεῖν ὅτι οὐκ εἰσὶ κυρίως τρόποι διαιρετικοὶ ὀκτὼ ἀλλὰ τρεῖς· ὁ ἀπὸ γένους εἰς εἴδη, ὁ ἀπὸ ὅλων εἰς μέρη καὶ ὁ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα· οἱ γὰρ ἄλλοι τρόποι οὐ δύνανται συστῆναι· οὐ γὰρ δύναται ἀπὸ εἰδῶν εἰς ἄτομα γίνεσθαι διαίρεσις, ἐπειδὴ τὰ ἄτομα ἄπειρά εἰσι· καὶ γὰρ οἱ κατὰ μέρος ἄνθρωποι ἄπειροί εἰσι καὶ ἀπερίληπτοι. ἄπειροι δὲ ὄντες καὶ ἀπερίληπτοι οὐ δύνανται διαιρέσει καθυποβληθῆναι· ἐν ὅσῳ γάρ τις θέλει διαιρέσει τοὺς ἐν τῇδε τῇ πόλει ἀνθρώπους καθυποβάλλειν,3 οἱ μὲν γεννῶνται οἱ δὲ φθείρονται, καὶ οὐδέποτε τοῦ τέλους ἐφικνεῖται.

我们既然已经获知哲学被划分为理论的与实践的,且理论的被划分为物理学、数学与神学,现在就让我们进而阐明,对于这些是按照何种划分方式进行划分的;因为关于实践[哲学]的划分,我们将在后文中叙述。但为了让我们明白这一点,且让我们阐明划分方式有多少种以及是何种方式。须知有人主张划分方式有八种。它们是:从属到种;从种到个体;从整体到部分(这又有两种方式:划分要么是分到同质部分,要么是分到异质部分);从同名异义词到不同含义;从实体到偶性;从偶性到实体;再从偶性到偶性;从单一者出发以及朝向单一者。所谓从属到种,正如当我们把动物划分为理性的与非理性的(因为动物是属,被划分为各个种,例如划分为理性的与非理性的);所谓从种到个体,正如当我们把普遍的人划分为苏格拉底、柏拉图、阿尔西比亚德以及其余的人。从整体到同质部分,正如当我们把整条静脉切分成微小的静脉(因为在此处,划分是从整体进行的且分到了同质部分;凡是彼此之间以及与整体之间以相同名称被称呼的,就称为同质部分,正如在被切分成微小静脉的静脉的例子中那样;因为这些微小静脉的每一个,对于整体和对其余部分而言,都以相同的名称被称为静脉);从整体到异质部分,正如当我们把整个头部划分为耳、鼻、眼(因为在此处,划分是从整体分到了异质部分;凡是彼此之间以及与整体之间都不以相同名称被称呼的,就称为异质部分;因为耳不被称为头,鼻或眼亦不被称为头;它们彼此之间亦不以相同名称被称呼;因为耳不被称为鼻,鼻亦不被称为眼);从同名异义词到不同含义,正如当“犬”这个词被划分为海犬[鲨鱼]、陆犬与星宿之犬[天狼星];从实体到偶性,正如当我们说在人之中,有人是白的,有人是黑的(因为在此处,划分是分到了白与黑,而白与黑都是偶性);从偶性到实体,正如当我们说在白的事物中,其一是雪,其二是铅白,其三是天鹅(因为划分是从作为偶性的白,进行到了雪、天鹅与铅白,而这些都是实体);从偶性到偶性,正如当我们说在白的事物中,有些是热的,有些是冷的,如在生石灰的例子中是热的,而在雪的例子中是冷的(因为看哪,在此处,划分是从作为偶性的白,进行到了热与冷,而它们自身亦是偶性);所谓从单一者出发以及朝向单一者:从单一者出发,正如当我们从医术出发,称有医术之书、医术之药、医术之膏药(看哪,这些都出自单一者;因为它们是源自单一的医术而被命名的);朝向单一者,正如当我们从终极目的即健康出发,称有健康的[有益健康的]书、健康的药、健康的膏药;因为我们是着眼于单一的事物即健康而命名它们的。这些情况便如上述。 然而可以说,严格说来划分的方式不是八种,而是三种:即从属到种,从整体到部分,以及从同名异义词到不同含义;因为其余的方式皆不能成立。因为不可能发生从种到个体的划分,由于个体是无限的;个别的人确实是无限且不可界定的。而既然是无限且不可界定的,它们便不可能被付诸划分;因为正当有人企图将这座城邦中的人付诸划分之时,有人正在出生,有人正在死去,他将永远无法达到终点。

语法注3 条
  1. 22.0ἀφ’ ἑνὸς πρὸς ἕν

    在开头列举时写作没有连词的 ἀφ’ ἑνὸς πρὸς ἕν,随后在详细举例时被表述为 ἀφ’ ἑνὸς δὲ καὶ πρὸς ἕν,并进而被拆分为两个维度来阐释:“从单一者出发”(ἀφ’ ἑνός,动力因意义上的起源,如医术)与“朝向单一者”(πρὸς ἕν,目的因意义上的终点,如健康)。这体现了亚里士多德“核心一义性(focal meaning)”的两个向度在此被作为一个综合的划分范式处理。

  2. 22.0ὁμωνύμως λεγόμενα

    ὁμωνύμως 在此处并非现代意义上的“同音异义”,而是遵循晚期注疏家的用法,意为“享有完全相同的名称”。在同质部分(ὁμοιομερῆ)中,各部分与整体同样被称为“静脉”(φλέψ);这与异质部分形成对比,后者中部分与整体皆不以同一名称相称(μήτε ἀλλήλοις μήτε τῷ ὅλῳ ὁμωνύμως λεγόμενα)。

  3. 22.0ἐν ὅσῳ γάρ τις θέλει διαιρέσει τοὺς ἐν τῇδε τῇ πόλει ἀνθρώπους καθυποβάλλειν

    连词 ἐν ὅσῳ 引导表示时间过程的伴随从句(“正当有人企图……之时 / 在某人企图……的期间”)。它与主句 οἱ μὲν γεννῶνται οἱ δὲ φθείρονται(“有人正在出生,有人正在死去”)相呼应,构成了“在试图进行划分的同时对象的生灭正在发生,因而划分永远无法终结”的归谬论证结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:65.11-67.1