- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:63.21-65.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫在总结四艺的序列原因后,提出了第四个要点即各学科的发明者(腓尼基人、色雷斯人、埃及人、迦勒底人),继而在第五个要点中阐述了附设于各门学科近旁的实用或派生分支(计算术、质料性音乐、测地术、球面学),最后评述了奥林匹奥多鲁斯关于音乐遗产留存的看法并论证了音乐对灵魂的作用。
ἔχομεν οὖν διὰ τί πρώτη ἐστὶν ἡ ἀριθμητικὴ καὶ δευτέρα ἡ μουσικὴ καὶ τρίτη ἡ γεωμετρία καὶ τετάρτη ἡ ἀστρονομία. ἐν οἷς καὶ τὸ τρίτον κεφάλαιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ τέταρτον καὶ εἴπωμεν τίνων εἰσὶν εὑρέματα. ἰστέον ὅτι τὴν ἀριθμητικὴν οἱ Φοίνικες εὗρον ὡς ἐμπορικοὶ ὄντες καὶ δεόμενοι τῶν ἀριθμῶν εἰς τὰς ψήφους. τὴν δὲ μουσικὴν οἱ Θρᾷκες· ἐκεῖθεν γὰρ ἦν ὁ Ὀρφεύς, ὅστις λέγεται εὑρηκέναι τὴν μουσικήν· Θρᾷξ γὰρ ὁ Ὀρφεύς. ἐπενόησε δὲ ἐμβατήρια μέλη διεγείροντα πρὸς θυμὸν αὐτοὺς ὡς ἄγαν ὄντας πολεμικούς·1 ἡ γὰρ ψῦξις ἀποκλείουσα τὸ θερμὸν ἐν τῷ βάθει δριμύτερον αὐτὸ ποιεῖ, ὅθεν καὶ θυμώδεις εἰσὶ καὶ πολεμικοὶ τῇ βίᾳ τοῦ θερμοῦ καὶ ὀρχηστικοὶ δὲ διὰ τὰς ἑτοίμους φυγὰς τῶν βελῶν· ἔστι γὰρ καὶ πυρρίχιος παρ’ αὐτοῖς ὄρχησις, ὅ ἐστιν ἐνόπλιος, κατὰ τὸ εἰρημένον τῷ ποιητῇ Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα. τὴν δὲ γεωμετρίαν οἱ Αἰγύπτιοι εὗρον ἐξ ἀνάγκης· καὶ γὰρ τοῦ Νείλου συνεχῶς ἀνιόντος καὶ τὴν Αἴγυπτον ἐπικλύζοντος σύγχυσις τῶν ὁροθεσίων ἐγίνετο καὶ ἤρχοντο οἱ Αἰγύπτιοι εἰς μάχην καὶ ἐφόνευον ἀλλήλους καὶ λοιπὸν ἐκεῖθεν ἐπενόησαν μέτρον τι, δι’ οὗ ἐμέτρουν τὴν γῆν καὶ ἑκάστου τὸ ἴδιον ἐφυλάττετο· ὅπερ μέτρον καὶ ἄκαιναν ἐκάλουν διὰ τὸ μὴ καίνειν,2 ὅ ἐστι φονεύειν, ἐπειδὴ δι’ αὐτοῦ ἐστερήθησαν τοῦ καίνειν καὶ φονεύειν. οὕτως τῆς γεωμετρίας ἐξ ἀνάγκης ἀνεφάνη τὸ χρήσιμον. τὴν δὲ ἀστρονομίαν οἱ Χαλδαῖοι· καὶ γὰρ ἐν τῷ κλίματι, ἐν ᾧ εἰσιν οὗτοι, καθαρός ἐστιν ὁ οὐρανὸς καὶ ἀνέφελος, καὶ εὐχερῶς ἐκεῖθεν ἐπενόησαν τὴν περὶ τῶν οὐρανίων σωμάτων διδασκαλίαν ἤγουν τὴν ἀστρονομίαν. ταῦτα μὲν καὶ τὸ τέταρτον κεφάλαιον. Ἔλθωμεν δὲ ἐπὶ τὸ πέμπτον καὶ εἴπωμεν τί παράκειται τούτοις τοῖς εἴδεσιν. ἰστέον ὅτι τῇ ἀριθμητικῇ ἡ λογιστικὴ παράκειται. διαφέρουσι δὲ ἀλλήλων, ὅτι ἡ μὲν ἀριθμητικὴ τὴν φύσιν αὐτὴν τῶν ἀριθμῶν ζητεῖ καὶ περὶ τοῦ καθ’ ἑαυτὸν νοουμένου ἀριθμοῦ διαλαμβάνει καὶ οὐ τέμνει τὴν μονάδα, ἡ δὲ λογιστικὴ περὶ τοῦ ἐν τοῖς πράγμασι θεωρουμένου ἀριθμοῦ διαλαμβάνει· ἀντὶ γὰρ τῆς μονάδος λαμβάνει ἢ ἕνα ἄνθρωπον ἢ ἕνα ἵππον ἢ πηχυαῖον ξύλον καὶ τέμνει τὴν μονάδα εἰς ἥμισυ τρίτον ἕκτον καὶ εἰς τὰ τοιαῦτα. τῇ δὲ μουσικῇ ἡ ἔνυλος μουσικὴ παράκειται. καὶ ἰστέον ὅτι ἡ μὲν μουσικὴ τῷ λόγῳ μόνῳ κέχρηται, ἡ δὲ ἔνυλος μουσικὴ τοῖς ὀργάνοις οἷον τοῖς κυμβάλοις καὶ τοῖς αὐλοῖς. τῇ δὲ γεωμετρίᾳ ἡ γεωδαισία παράκειται. καὶ ἡ μὲν γεωμετρία τὸν λόγον τῶν μεγεθῶν καὶ τῶν σχημάτων παραδίδωσιν, ἡ δὲ γεωδαισία κέχρηται τῷ ἔργῳ καὶ τέμνει τὴν γῆν, ὅθεν καὶ γεωδαισία λέγεται παρὰ τὸν δασμὸν ἤτοι τὸν μερισμὸν τῆς γῆς. τῇ δὲ ἀστρονομίᾳ ἡ σφαιρικὴ παράκειται. ἀλλ’ ἡ μὲν ἀστρονομία περὶ μόνα τὰ οὐράνια σώματα καταγίνεται, ἡ δὲ σφαιρικὴ περὶ πᾶσαν σφαῖραν καταγίνεται· λέγει γὰρ τὰ συμβαίνοντα ἑκάστῃ σφαίρᾳ, εἴτε ὀστρακίνη εἴη εἴτε ξυλίνη εἴτε λιθίνη, σκοποῦσα τὰ ὑπάρχοντα πάσῃ σφαίρᾳ, οὐ μόνῃ τῇ οὐρανίᾳ, ὡς Θεοδόσιος ἐν τοῖς σφαιρικοῖς διαλαμβάνει. καὶ ἔστιν ἡ σφαιρικὴ ἀυλοτέρα τῆς ἀστρονομίας ὡς διαλαμβάνουσα περὶ τῆς τῷ λόγῳ θεωρουμένης σφαίρας. ἰστέον δὲ ὅτι φησὶν ὁ Ὀλυμπιόδωρος ὡς τῶν μὲν ἄλλων μαθηματικῶν εἰδῶν μέχρι τοῦ νῦν φυλάττεται λείψανα, οἷον τῆς ἀριθμητικῆς τῆς γεωμετρίας τῆς ἀστρονομίας· περὶ δὲ τῆς μουσικῆς φησιν ἡμεῖς [μὲν] τῆς κλέος [ἐσθλὸν] οἶον ἀκούομεν οὐδέ τι ἴδμεν.3 οὐδὲ γάρ, φησί, σώζεται λείψανα τῆς μουσικῆς. ἰστέον δὲ ὅτι εἰσὶ μέχρι τοῦ νῦν βιβλία μουσικά. πάνυ δὲ συμβάλλεται ἡ μουσικὴ οὐ μόνον ταῖς τῶν ἀλόγων ψυχαῖς ἀλλὰ καὶ τῶν λογικῶν. ὅτι δὲ συμβάλλεται ταῖς ψυχαῖς τῶν ἀλόγων, δηλοῦσι τὰ πρόβατα ἑπόμενα τῇ ποιμενικῇ σύριγγι ὥσπερ ὑπὸ τῆς φωνῆς ἡδυνόμενα. ὅτι δὲ καὶ τῇ ψυχῇ τῶν λογικῶν ζῴων συμβάλλεται, δηλοῖ ἡ ἐν πολέμῳ σάλπιγξ τὴν ψυχὴν διεγείρουσα, καὶ τὰ θεατρικὰ δὲ ὄργανα δηλοῦσι τὴν ψυχὴν χαλῶντα διὰ τὸ ποιεῖν αὐτὴν ἥδεσθαι. ταῦτα ἐν οἷς σὺν θεῷ ἡ παροῦσα πρᾶξις.
至此,我们已经明白了为何算术居第一,音乐居第二,几何学居第三,天文学居第四;至此第三个要点亦告结束。 让我们进而来到第四点,阐明它们是何人的发明。须知腓尼基人发明了算术,因为他们从事商业,在算账时需要数目。色雷斯人发明了音乐;因为据说发明了音乐的奥尔甫斯便来自彼处;奥尔甫斯确是色雷斯人。他设计了激发他们勇气的进行曲,因为他们极其好战;严寒将热气闭锁于深处,使之更为剧烈,因此他们凭借热气的力量而意气风发且骁勇善战,又因敏捷躲避箭矢而长于舞蹈;在他们那里确有皮里克舞,即武装之舞,正如诗人所云:“梅里奥涅斯,即便你是舞者,[我的枪]很快也会……”埃及人则出于必然性发明了几何学;因为尼罗河不断泛滥淹没埃及,致使田界混淆,埃及人便陷入争斗并互相杀戮,最终他们便从这种境况中想出某种尺度,借此测定土地,使各人应得之产得以保全;他们还将这种尺度称为十尺杖,取其“不再杀害”即不再杀戮之意,因为借由它,他们被剥夺了杀害与杀戮之事。几何学的用处就这样出于必然性而显现出来。迦勒底人则[发明了]天文学;因为在他们所处的地区,天空晴朗无云,他们便轻易地由此想出了关于天体的学说,即天文学。这些便构成了第四个要点。 让我们来到第五点,阐述在这些种[学科]近旁附设着什么。须知计算术附设于算术近旁。它们彼此不同,因为算术探究数自身的本性,论述就其自身被思考的数,且不分割单位,而计算术则论述在事物中被考察的数;因为它取一人、一马或一肘长的木材来代替单位,并将单位分割为二分之一、三分之一、六分之一以及诸如此类之物。质料性音乐则附设于音乐近旁。须知音乐仅运用理性,而质料性音乐则运用乐器,如钹与笛。测地术附设于几何学近旁。几何学传授关于大小与图形的理论,而测地术则运用实际作业并划分土地,因此它亦因对土地的分配即划分而被称为测地术。球面学附设于天文学近旁。然而天文学仅围绕着天体而展开,球面学则围绕着一切球体而展开;因为它陈述属于各个球体的属性,无论它是陶制的、木制的还是石制的,它考察属于一切球体而不仅是属于天球的属性,正如狄奥多西在《球面学》中所论述的那样。并且,球面学作为论述由理性所考察的球体的学问,比天文学更为非质料性。须知奥林匹奥多鲁斯说,其他数学学科的遗存直至今日仍得以保存,如算术、几何学、天文学;但关于音乐,他说“我们只听闻其盛名,却对其一无所知”;因为他说,并未保存下音乐的遗存。然而须知,直到今日仍有音乐书籍存在。并且,音乐不仅极大地有益于非理性灵魂,亦有益于理性灵魂。它有益于非理性灵魂,跟随牧笛的羊群表明了这一点,它们仿佛因其乐声而感到愉悦。它亦有益于理性动物的灵魂,战时的号角借由振奋灵魂而表明了这一点,剧场的乐器借由使灵魂感到愉悦而使其松弛,亦表明了这一点。借助于神,本讲便在这些论述中告终。
- 21.0ἐπενόησε δὲ ἐμβατήρια μέλη διεγείροντα πρὸς θυμὸν αὐτοὺς ὡς ἄγαν ὄντας πολεμικούς
主语承前句指“奥尔甫斯”(ὁ Ὀρφεύς),宾语 αὐτούς 指色雷斯人。分词 διεγείροντα 为中性复数宾格,修饰 ἐμβατήρια μέλη;而由 ὡς 引导的分词短语 ὡς ἄγαν ὄντας πολεμικούς(阳性复数宾格)与 αὐτούς 保持一致,表示出于其好战性格的原因或动机。
- 21.0ὅπερ μέτρον καὶ ἄκαιναν ἐκάλουν διὰ τὸ μὴ καίνειν
在关系从句中,ὅπερ μέτρον 作 ἐκάλουν 的宾格宾语,ἄκαιναν 为宾格补足语(名称)。随后的介词短语 διὰ τὸ μὴ καίνειν(διά + 中性单数宾格定冠词 + 否定词 + καίνειν 的现在不定式)构成民间词源解释,将测量杖 ἄκαινα 解释为否定前缀 ἀ- 与 καίνειν(“杀戮”)的结合。
- 21.0ἡμεῖς [μὲν] τῆς κλέος [ἐσθλὸν] οἶον ἀκούομεν οὐδέ τι ἴδμεν
化用了荷马《伊利亚特》第2卷486行(ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν)。代词属格 τῆς 指代前文的“音乐”(μουσική),依附于 κλέος(“其声名”)。οἶον 用作状语性宾格,意为“仅仅/只有”;οὐδέ τι 在句中作状语性的“根本不/毫无所知”。
